- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:192.17-193.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯指出关于直接命题的肯定全称谬误推理仅在第一格中产生,并分析了两个前提皆假(全称虚假或其一部分虚假)以及仅有一前提为真(唯有大前提为真)的情形与条件。
εἰ τοίνυν καταφατικὸς εἴη καὶ καθόλου ὁ παραλογισμός, πάντως διὰ τοῦ πρώτου σχήματος περανθήσεται· οὔτε γὰρ διὰ τοῦ δευτέρου, ἐπεὶ μηδὲν συνάγει καταφατικόν, οὔτε διὰ τοῦ τρίτου, ἐπεὶ μηδὲν συνάγει καθόλου. εἰ οὖν καταφατικὸς εἴη καὶ ἄμεσος ὁ παραλογισμός, ἢ τὰς δύο ἕξει προτάσεις ψευδεῖς ἢ τὴν ἑτέραν μόνην. καὶ εἰ τὰς δύο ψευδεῖς ἕξει, ἢ αἱ δύο καθόλου ψευδεῖς ἔσονται ἢ ἡ μὲν καθόλου ἡ δὲ ἐπὶ μέρους. ἄμφω μὲν οὖν ψευδεῖς καὶ καθόλου, ὅτε ὁ μέσος ὅρος, ὃς λαμβάνεται εἰς τὴν τοῦ συλλογισμοῦ γένεσιν, ἀλλότριος παντελῶς ᾖ τῶν ἄκρων. οἷον ἀμέσου οὔσης ἀποφάσεως ἀληθοῦς τῆς λεγούσης ὅτι ἡ οὐσία οὐδεμιᾷ ποιότητι ὑπάρχει, τῆς δὲ ἐναντίας ἀπάτης λεγούσης ὅτι ἡ οὐσία πάσῃ ποιότητι ὑπάρχει, εἰ ὁ συλλογισμός, δι’ οὗ ἡ ἀπάτη γέγονε, διὰ δύο ψευδῶν προῆλθε προτάσεων καὶ ἀμφοτέρων κατὰ πᾶν ψεῦδος, ὁ ληφθεὶς μέσος ὅρος ὑπ’ οὐδέτερον τῶν ἄκρων ἀναχθήσεται, οὔτε ὑπὸ τὴν οὐσίαν οὔτε ὑπὸ τὸ ποιόν, ἀλλ’ ἔσται αὐτῶν παντελῶς ἀλλότριος, οἷον, εἰ τύχοι, εἰ ποσὸν εἴη· ἔσται γὰρ ὁ παραλογισμὸς ‘οὐσία παντὶ ποσῷ, ποσὸν πάσῃ ποιότητι, οὐσία ἄρα παντὶ ποιῷ, τουτέστι πάσῃ ποιότητι’. ἐνδέχεται δέ, ὅπερ εἶπον, τὴν ἑτέραν τῶν προτάσεων καὶ μὴ καθόλου ψευδῆ εἶναι ἀλλ’ ἐπί τι ψευδῆ, καὶ ταύτην οὐκ ἄλλην τινὰ ἢ τὴν ἐλάττονα· γίνεται δὲ τοιαύτη, ὅταν ὁ μέσος ὅρος ἐκ τῶν ὑπὸ τὸν ἐλάττονα ὅρον ὄντων λαμβάνηται. οἷον εἰ λευκότης εἴη· ὑπὸ τὸ ποιὸν γὰρ αὕτη· φαμὲν γὰρ οὕτως ‘ἡ οὐσία πάσῃ λευκότητι, ἡ λευκότης πάσῃ ποιότητι’· καὶ αὕτη ἡ πρότασις οὐ καθόλου ἐστὶ ψευδὴς ἀλλ’ ἐπί τι. τίς δέ ἐστιν ἡ καθόλου ψευδὴς πρότασις καὶ τίς ἡ ἐπί τι, αὐτὸς ἐν τῷ δευτέρῳ τῶν Πρώτων ἀναλυτικῶν διηρθρωμένως ἐδίδαξε. καθόλου γὰρ φησι ψευδῆ εἶναι πρότασιν τὴν τὸ ἐναντίον τῇ καθόλου ἀληθεῖ εἰσάγουσαν· οἷον ἀληθής ἐστιν ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος λίθος’· ψευδὴς δὲ ἡ ἐναντία ταύτῃ ἡ λέγουσα ‘πᾶς ἄνθρωπος λίθος’· ἐναντίον γὰρ τὸ πᾶς τῷ οὐδείς. τοῦτο οὖν καθόλου ψεῦδος τὸ παντελῶς ἀναιροῦν τὸ ἀληθές. ἐπί τι δὲ ψευδὴς ἡ ἀντιφατικῶς ἀντικειμένη· ἀληθοῦς γὰρ οὔσης τῆς λεγούσης ‘τὸ λογικὸν οὐ παντὶ ζῴῳ’ ψευδής ἐστιν ἐπί τι ἡ λέγουσα ‘τὸ λογικὸν παντὶ ζῴῳ’. οὕτω μὲν οὖν, εἰ ἀμφότεραι εἶεν ψευδεῖς ἐξ ὧν συνῆκται τὸ ψεῦδος. εἰ δὲ ἡ ἑτέρα ἀληθὴς εἴη, οὐκ ἐνδέχεται ἄλλην εἶναι ἀληθῆ ἢ τὴν μείζονα· τὴν δ’ ἐλάττονα οὐδέποτε οἷόν τε. ἐπεὶ γὰρ γενικώτατα γένη ἐλήφθησαν καὶ ὁ ἐλάττων ὅρος καὶ ὁ μείζων, δῆλον ὅτι ὡς οὐκ ἐνδέχεται τὸν μέσον ὅρον ἀληθῶς καταφάσκεσθαι τοῦ ἐλάττονος·1 ἐπὶ πλέον γὰρ οὕτως εἶναι αὐτοῦ ἀνάγκη·2 ὑπόκειται δὲ ὁ ἐλάττων ὅρος γένος γενικώτατον. καὶ δῆλον ὅτι οὐδὲ ἐξισάζειν τῷ ἐλάττονι δύναται ὁ μέσος· οὐδὲν γάρ ἐστι τοῖς γενικωτάτοις γένεσιν ἐξισάζον. οὐκ ἄρα ἐνδέχεταί ποτε τὴν ἐλάττονα πρότασιν ἀληθῆ εἶναι. μόνως ἄρα ἡ μείζων ἔσται ἀληθής· δυνατὸν γὰρ εἶναι μέσον ὅρον τινὰ τῶν ὑπὸ τὸν μείζονα. καὶ οὕτως ὁ μὲν μείζων αὐτοῦ ἀληθῶς κατηγορηθήσεται, οὗτος δὲ τοῦ ἐλάττονος ψευδῶς, οἷον εἰ λάβω τὸ σῶμα· οὐσία μὲν γὰρ παντὶ σώματι ὑπάρχει, καὶ ἔστιν ἀληθές, σῶμα δὲ πάσῃ ποιότητι, καὶ ἔστι ψευδές· οὕτω γὰρ συναχθήσεται ‘οὐσία πάσῃ ποιότητι ὑπάρχει’. οὕτω μὲν οὖν καταφατικῆς οὔσης καὶ ἀμέσου τῆς ἀπάτης τοσαυτάκις γίνεται ὁ παραλογισμός. πῶς δὲ ἀποφατικῆς οὔσης τῆς ἀπάτης καὶ πῶς ἐμμέσου καταφατικῆς τε καὶ ἀποφατικῆς, προϊόντες δηλώσομεν, πρότερον τὴν λέξιν, δι’ ἧς τὸν πρότερον ἐκτίθεται τρόπον, ὅνπερ εἴπομεν, ἐξετάσαντες.
因此,如果谬误推理是肯定的并且是全称的,它必然完全通过第一格得以结论;因为既不通过第二格(因为它不推导任何肯定结论),也不通过第三格(因为它不推导任何全称结论)。所以,如果谬误推理是肯定的且是直接的,它要么拥有两个虚假的前提,要么仅拥有其中一个[虚假前提]。如果它拥有两个虚假前提,要么两个前提都是全称虚假的,要么一个全称[虚假]而另一个部分[虚假]。当为了产生三段论而选取的中项完全外在于两端项时,两前提都是虚假且全称的。例如,在“实体不从属于任何性质”这一直接否定命题为真,而相反的欺瞒命题主张“实体从属于一切性质”的情况下,如果产生欺瞒的三段论是通过两个虚假命题进行、且两者都是完全虚假的,那么所选取的中项将不被归入两端项中的任何一个之下,既不在实体之下,也不在性质之下,而是完全外在于它们;例如,恰好是量;因为谬误推理将是:“实体从属于一切量,量从属于一切性质,因此实体从属于一切具有性质者,即从属于一切性质”。但是,正如我所说的那样,前提之一也有可能不是全称虚假而是部分虚假的,并且这绝非别的,正是小前提;而当从属于小项的事物中选取中项时,就会产生这样的情况。例如,如果它是白;因为这在性质之下;因为我们这样说:“实体从属于一切白,白从属于一切性质”;并且这个命题不是全称虚假的,而是部分虚假的。至于什么是全称虚假命题,什么是部分虚假命题,他自己在《前分析篇》第二卷中已经作了清晰详尽的讲授。因为他说,全称虚假命题是引入与全称真命题相反对之命题的命题;例如,说“没有人是石头”的命题是真实的;而与此相反对的、说“所有人都是石头”的命题是虚假的;因为“所有”与“没有”是反对对立的。因此,这完全否定真命题的,就是全称的虚假。而矛盾对立的命题则是部分虚假的;因为在说“理性并不从属于一切动物”的命题为真时,说“理性从属于一切动物”的命题就是部分虚假的。如果从中推导虚假结论的前提两者都是虚假的,情况便如上述。但如果其中一个是真实的,则除了大前提之外不可能是别的为真;而小前提则绝不可能为真。因为既然小项和大项都被取为最高属,显然中项不可能被真实地肯定于小项;因为这样中项必然在范围上大于小项,而小项已被设定为最高属。并且显然中项甚至不可能与小项等同范围;因为没有任何东西能与最高属范围等同。因此小前提绝不可能为真。所以唯有大前提将是真实的;因为中项可能是从属于大项之物中的某一个。这样大项将被真实地陈述于中项,而中项将被虚假地陈述于小项;例如,如果我取物体:因为实体从属于一切物体,且这是真的,但物体从属于一切性质,且这是假的;因为这样就会推导出“实体从属于一切性质”。因此,当欺瞒是肯定的且是直接的时,谬误推理就以这么多次数[的情形]产生。至于当欺瞒是否定的时它是如何产生的,以及在间接的肯定和否定情形中它是如何产生的,我们将在先行考察了他用以阐述我们所说的前一种方式的字句之后,在后续进展中予以说明。
- 1.291δῆλον ὅτι ὡς οὐκ ἐνδέχεται τὸν μέσον ὅρον ἀληθῶς καταφάσκεσθαι τοῦ ἐλάττονος
此处出现 δῆλον ὅτι 之后紧跟 ὡς 的连词重叠结构。要么将 δῆλον ὅτι 整体视为副词性用法(“显然”),其后引出带有宾格不定词(τὸν μέσον ὅρον ... καταφάσκεσθαι)的 ὡς 从句;要么将 ὡς 视作 ὅτι 之后的赘用。无论何种分析,句意皆为“显然中项不可能被真实地肯定于小项”。
- 1.291ἐπὶ πλέον γὰρ οὕτως εἶναι αὐτοῦ ἀνάγκη
短语 ἐπὶ πλέον 用作谓词性比较表达(“在范围/外延上更大”),属格 αὐτοῦ 为比较属格,指代前句的小项(τὸν ἐλάττονα ὅρον)。不定词 εἶναι 的主语在文脉中补足为中项(τὸν μέσον ὅρον)。
