← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§191.1-192.17

两种无知的区分与依素质的无知的产生方式

斐洛波诺斯注解了《后分析篇》第一卷第16章开头的题元(79b23),将无知划分为“依否定的无知”(单纯的无知)与“依素质的无知”(双重无知),并解释了后者如何在直接前提与间接前提中分别通过有三段论(谬误推理)或无三段论的方式产生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.291#1

" Ἄγνοια δ’ ἡ μὴ κατὰ ἀπόφασιν ἀλλὰ κατὰ διάθεσιν λεγομένη ἔστι μὲν ἡ διὰ συλλογισμοῦ γινομένη ἀπάτη." Προσῆκόν ἐστιν ἐπιστήμονι μὴ μόνον ὅσα εἰς τὴν διδασκαλίαν ἀνήκει τῆς ἐπιστήμης παραδιδόναι ἀλλὰ καὶ τὴν παρεπομένην τῇ ἐπιστήμῃ ἀπάτην ἐκτίθεσθαι. οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης εἰπὼν τί ποτέ ἐστιν ἐπιστήμη καὶ ἐκ τίνων, τίς τε ἡ διαφορὰ τοῦ διότι συλλογισμοῦ πρὸς τὸν τοῦ ὅτι,1 καὶ ὅτι ὥσπερ εἰσὶν ἄμεσοι καταφάσεις, οὕτως εἰσὶ καὶ ἀποφάσεις ἄμεσοι, ἐπειδὴ πρὸς τὴν διδασκαλίαν τῆς ἀπάτης συμβάλλεται αὐτῷ ὁ περὶ τῶν ἀμέσων ἀποφάσεων λόγος, νῦν προτίθεται διδάξαι κατὰ πόσους τρόπους γίνεται ἐν ταῖς ἐπιστήμαις ἡ ἀπάτη. ἵνα δὲ εὕρῃ κατὰ πόσους τρόπους γίνεται ἐν ταῖς ἐπιστήμαις ἡ ἀπάτη, κέχρηται διαιρέσει τοιαύτῃ· ἡ γὰρ ἄγνοια, φησίν, ἢ κατὰ ἀπόφασίν ἐστιν ἢ κατὰ διάθεσιν. περὶ μὲν οὖν τῆς κατὰ ἀπόφασιν ἀγνοίας οὐδὲ μνήμην ἐν τούτοις ποιεῖται, ἐπειδὴ μηδὲ ὅλως ὑποδύεται ἐπιστήμην. κατὰ ἀπόφασιν δὲ ἄγνοιά ἐστιν ἡ ἁπλῆ καλουμένη· οἷον οὐκ οἶδεν ὁ ἰδιώτης εἴτε τὸ τρίγωνον τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει ἢ οὔ. ἁπλῆ δέ, ὅτι ἀγνοῶν αὐτὸ τοῦτο οἶδεν, ὅτι ἀγνοεῖ· ὥστε οὐδὲ ἐνοχλήσει τῷ ἐπιστήμονι οὐδὲ ὑποδύεται ἐπιστήμην. διὰ τοῦτο οὖν οὐδὲ αὐτῆς μέμνηται. διαιρεῖ δὲ τὴν κατὰ διάθεσιν ἄγνοιαν. λέγεται δὲ κατὰ διάθεσιν ἄγνοια τῇ ἀληθεῖ γνώσει ἡ ἀντικειμένη ψευδής· οἷον εἴ τις λέγοι ὅτι τοῦ τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς ἐλάττους εἰσί. κατὰ διάθεσιν δὲ αὕτη, ὅτι διάκειταί πως κατ’ αὐτὴν ὁ ἔχων καὶ οἴεται εἰδέναι ἠπατημένως. διὸ καὶ διπλῆ καλεῖται ἡ τοιαύτη ἄγνοια· οὐδὲ γὰρ οἶδεν ὅτι οὐκ οἶδεν, ἀλλὰ μὴ εἰδὼς καὶ αὐτὸ τοῦτο ἀγνοεῖ, ὅτι ἀγνοεῖ. αὕτη οὖν ἡ κατὰ διάθεσιν ἄγνοια ἢ περὶ τὰς ἀμέσους γίνεται προτάσεις ἢ περὶ τὰς ἐμμέσους. ὥσπερ γὰρ ἔστιν ἀληθῶς καταφῆσαι ἢ ἀποφῆσαι ἄλλο ἄλλου ἀμέσως, οὕτως ἔσται καὶ ψευδῶς καταφάσκειν ἢ ἀποφάσκειν ἀμέσως· οἷον εἰ ἀληθὲς εἴη τὸ μὴ ὑπάρχειν τὴν οὐσίαν μηδενὶ ποιῷ, ἥτις ἐστὶν ἀπόφασις ἄμεσος, ἔσται ψευδὴς ἄμεσος κατάφασις ἡ λέγουσα ‘ἡ οὐσία παντὶ ποιῷ ὑπάρχει’· ὁμοίως καὶ εἰ ἀληθὴς ἡ ἄμεσος κατάφασις ἡ λέγουσα ‘ἡ οὐσία παντὶ σώματι ὑπάρχει’, ψευδὴς ἄρα ἡ λέγουσα ‘ἡ οὐσία οὐδενὶ σώματι ὑπάρχει’ ἀπόφασις οὖσα ἄμεσος. ὁμοίως καὶ ἐπὶ τῶν ἐμμέσων. ἢ οὖν περὶ τὰς ἀμέσους προτάσεις γίνεται ἡ ἀπάτη, τουτέστιν ἡ ψευδὴς ὑπόληψις, ἢ περὶ τὰς ἐμμέσους. περὶ ἑκάτερον δὲ τούτων ἢ μετὰ συλλογισμοῦ ἢ ἄνευ συλλογισμοῦ. ὅτι γὰρ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δύο ὀρθῶν ἐλάττονές εἰσιν, ἐνδέχεται καὶ ἄνευ συλλογισμοῦ ἠπατημένως δοξάζειν, ὥσπερ ἄν τις κατὰ τὴν αἴσθησιν παρακούοι ἢ παρορᾷ· ἐνδέχεται δὲ καὶ διὰ συλλογισμοῦ, μᾶλλον δὲ παραλογισμοῦ ἀπατᾶσθαι. ἡ μὲν οὖν ἄνευ συλλογισμοῦ ἀπάτη ἁπλουστέρα ἐστίν, ὡς εἴ τις ἐκ παραδόσεως δοξάζοι ὅτι ἐξ ἀτόμων τὰ φυσικὰ σώματα, ἢ ὅτι ἀρχαὶ δύο εἰσὶ τῶν ὄντων, λόγῳ μηδενὶ χρώμενος· εἰς τί γὰρ ἂν καὶ διαιρεθείη; ἡ δὲ διὰ συλλογισμοῦ ἀπάτη ποικιλωτέρα ἐστὶ καὶ πολυσχιδής· καὶ γὰρ οἱ συλλογισμοί, μᾶλλον δὲ οἱ παραλογισμοὶ ποικιλώτεροι, δι’ ὧν ἄν τις ἀπατηθείη· ἢ γὰρ καταφατικὸς ἔσται ὁ συλλογισμὸς δι’ οὗ ἡ ἀπάτη ἢ ἀποφατικός. εἰ μὲν οὖν καταφατικὸς εἴη ὁ παραλογισμός, πάντως ἐν τῷ πρώτῳ γενήσεται σχήματι· ἐπεὶ γὰρ τὸ ἀληθὲς ἦν ἀποφατικὸν καθόλου, τὸ ἀντικείμενον τούτῳ ψεῦδος ἔσται καταφατικὸν καθόλου. ἐπεὶ γὰρ τὴν ὑποδυομένην τὴν ἐπιστήμην ἀπάτην σκοποῦμεν, ἔστι δὲ ἡ ἐπιστήμη τῶν καθόλου, πάντως καὶ ἡ ἀπάτη ἄρα διὰ τῶν καθόλου παραλογιεῖται· οὐ γὰρ διὰ τῶν ἀντιφατικῶς ἀντικειμένων ἀλλὰ διὰ τῶν ἐναντίων2 (ταῦτα δέ ἐστι τὰ καθόλου), ἵνα καὶ δόκησιν ἔχῃ ἐπιστήμης.

“那不依否定而是依素质而言的无知,乃是通过三段论产生的欺瞒。” 对于掌握科学者而言,不仅传授属于科学教学的事情是恰当的,而且阐明伴随科学的欺瞒也是恰当的。因此亚里士多德也是如此,在说明了什么是科学以及科学由什么构成、关于“原因”的三段论与关于“事实”的三段论之间的差别是什么,以及正如存在直接的肯定命题那样也存在直接的否定命题之后,由于关于直接否定命题的论述有助于他对欺瞒的讲授,他现在意图教授欺瞒在科学中以多少种方式产生。而为了发现欺瞒在科学中以多少种方式产生,他使用了如下的区分:他说,无知要么依否定而言,要么依素质而言。关于依否定而言的无知,他在这些地方甚至未予提及,因为它根本不假托为科学。依否定而言的无知被称为单纯的无知:例如,一个外行不知道三角形的三内角是否等于两直角。而它之所以是单纯的,是因为他虽无知,却知道自身无知这件事情本身;因此他既不会困扰掌握科学者,也不会假托为科学。为此缘故,他甚至没有提及它。但他对依素质而言的无知作出了划分。所谓依素质而言的无知,是指与真知识相对立的假知识:例如,若有人说三角形的两边小于其余的一边。这之所以被称为依素质而言,是因为持有这种看法的人以某种方式按照它而被处置,并被蒙蔽地自以为知道。因此这种无知也被称为双重的[无知];因为他甚至不知道自己不知道,而是在不知道的同时甚至对自身无知这一事实本身也是无知的。这种依素质而言的无知,要么关涉直接前提而产生,要么关涉间接前提而产生。因为正如可能直接而真实地将一物肯定或否定于另一物,同样也可能直接而虚假地予以肯定或否定:例如,若实体不从属于任何性质是真实的,而这是一个直接否定命题,那么说“实体从属于一切性质”就是虚假的直接肯定命题;同样,若说“实体从属于一切物体”的直接肯定命题是真实的,那么说“实体不从属于任何物体”这一命题就是虚假的直接否定命题。在间接命题的情形中也是如此。所以,欺瞒(即虚假的看法)要么关涉直接前提产生,要么关涉间接前提产生;并且关于这两者的每一种,要么伴随三段论,要么没有三段论。因为三角形的三内角小于两直角,既可以在没有三段论的情况下被错误地认信,正如一个人在感觉上可能听错或看错那样;但也有可能通过三段论,更确切地说通过谬误推理而被欺瞒。不伴随三段论的欺瞒更为单纯,如同某人完全不用任何论证、仅仅出于传闻而认信自然物体由原子构成,或者存在物的本原有两个;因为它究竟还能被划分为哪些部分呢?而通过三段论的欺瞒则更为多样且复杂;因为人们可能借以被欺瞒的三段论,或者更确切地说谬误推理,是更为多样的;因为产生欺瞒的三段论要么是肯定的,要么是否定的。若谬误推理是肯定的,它必然在第一格中产生;因为既然真实之物是全称否定的,与之相对立的虚假之物就将是全称肯定的。因为我们考察的是假托为科学的欺瞒,而科学是关涉全称者的,所以欺瞒也必然通过全称命题进行谬误推理;因为这不是通过矛盾对立的命题,而是通过反对对立的命题(而这些正是全称者)来进行的,以便它也能具有科学的外观。

语法注2 条
  1. 1.291κατὰ διάθεσιν δὲ αὕτη, ὅτι

    主句中省略了系词或谓语动词(ἐστί 或 λέγεται),结构为“这种[无知之所以被称为]依素质的,是因为……”。

  2. 1.291οὐ γὰρ διὰ τῶν ἀντιφατικῶς ἀντικειμένων ἀλλὰ διὰ τῶν ἐναντίων

    承前省略了动词 παραλογιεῖται(或 γίνεται ἡ ἀπάτη),介词短语依附于此省略的动词,即“因为[其进行谬误推理/产生欺瞒]不是通过矛盾对立者,而是通过反对对立者”。其后的 ἵνα 从句表达该动作的目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:191.1-192.17