- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:189.7-190.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯借助互不交错的范畴系列说明了否定命题中一端项处于某一整体而另一端项不处于其中的情况,论证了当两端项皆为最高属时否定命题必然是直接的,并详细阐明了引入中项时构成第一格和第二格三段论的条件以及双否定前提无法得出结论的规则。
" Ὅτι δὲ ἐνδέχεται τὸ Β μὴ εἶναι ἐν ᾧ ὅλῳ ἐστὶ τὸ Α, ἢ πάλιν τὸ Α ἐν ᾧ τὸ Β, φανερὸν ἐκ τῶν συστοιχιῶν ὅσαι μὴ ἐπαλλάττουσιν ἀλλήλαις.1" Εἰπὼν ὅτι ἐγχωρεῖ τὸ μὲν Α εἶναι τινι ὅλῳ, τὸ δὲ Β μὴ εἶναι ἐν τούτῳ, νῦν τοῦτο δεῖξαι βούλεται. συστοιχίαν δὲ καλεῖ τὴν ἀφ’ ἑκάστου γένους καταγομένην σειράν, οἷον οὐσίαν, σῶμα, ἔμψυχον, ζῷον, λογικόν, καὶ πάλιν οὐσίαν, σῶμα, ἄψυχον, βαρύ. αὗται δὲ ἐπαλλάττουσιν αἱ συζυγίαι· κοινὰ γὰρ αὐτῶν κατηγορεῖται γένη. δῆλον οὖν ἐκ τῶν μὴ ἐπαλλαττουσῶν, φησίν, ὅτι ἐνδέχεται τὸν ἕνα ὅρον ἔν τινι εἶναι, τὸν δὲ ἕτερον μὴ εἶναι ἐν τούτῳ. εἰ γὰρ λάβοιμεν ἕνα ὅρον τὸν μέσον καὶ ἀποφήσαιμέν τινος ὅρου τῶν ἐν τῇ ἄλλῃ συστοιχίᾳ, οἷον τὸ ζῷον ἀπὸ παντὸς συνεχοῦς, τὸ μὲν ζῷον ὑπὸ τὸ σῶμα ἀναχθήσεται ἢ ὑπὸ τὴν οὐσίαν, οὐκέτι μέντοι καὶ τὸ συνεχές· εἰ γὰρ καὶ τὸ συνεχὲς ὑπὸ τὸ αὐτὸ ἀναχθήσεται ὑφ’ ὃ καὶ τὸ ζῷον, ἐπαλλάξουσιν αἱ συστοιχίαι· ἀλλ’ οὐκ ἐπαλλάττουσιν.
“但是,Β不在Α所处的整体之中,或反过来Α不在Β所处的[整体]之中是可能的,这从互不交错的系列中是显然的。” 在说明了Α可能在某一整体之中而Β不在其中之后,他现在意图证明这一点。他所称的“系列”,是指从每个属下行的一连串层级,例如:实体、物体、有生气的、动物、有理性的;又如:实体、物体、无生气的、沉重的。这两个配对是交错的,因为共同的属被述说于它们。因此,他说,从互不交错的系列中显然可知,一个项可能在某物之中,而另一个项不在其中。因为若我们将一个项取为中项,并从另一系列中的某个项加以否定——例如从一切连续者中否定动物——动物将被归入物体或实体之下,但连续者则不再如此;因为若连续者也被归入动物所归入的同一事物之下,这两个系列就将发生交错,但它们并未交错。
"Ὁμοίως δὲ καὶ εἰ τὸ Β ἐν ὅλῳ τινί ἐστιν." Τουτέστιν ἐγχωρεῖ καὶ τὸ Α μὴ εἶναι ἐν τούτῳ ἐν ᾧ τὸ Β.
“同样,若Β在某一整体之中也是如此。” 也就是说,Α也可能不在Β所处的[整体]之中。
"Ἐὰν δὲ μηδέτερον ᾖ ἐν ὅλῳ μηδενί, μὴ ὑπάρχῃ δὲ τὸ Α τῷ Β, ἀνάγκη ἀτόμως μὴ ὑπάρχειν." Τουτέστιν ἐὰν μὴ τὸ Α μηδὲ τὸ Β ἔν τινι καθολικωτέρῳ ὑπάρχῃ, ἀλλ’ ὦσιν αὐτὰ καθολικώτατα, ἀποφάσκηται δὲ τὸ ἕτερον τοῦ ἑτέρου, ἀνάγκη ἀμέσως ἀποφάσκεσθαι.
“但若两者都不在任何整体之中,且Α不从属于Β,则它必然直接不从属于[Β]。” 也就是说,若Α和Β都不从属于某个更具普遍性的事物,而是它们本身即是最普遍的,且其中一者从另一者中被否定,那么它必然直接地被否定。
"Ἢ γὰρ ἐν τῷ πρώτῳ σχήματι ἢ ἐν τῷ μέσῳ ἔσται ὁ συλλογισμός." Εἰ εἴη, φησίν, μέσος ὅρος μεταξὺ τοῦ Α καὶ τοῦ Β, ὁ συλλογισμὸς γίνεται καὶ ἐν πρώτῳ σχήματι καὶ ἐν τῷ δευτέρῳ, ὅτι τὸ Β ἐν ὅλῳ τινὶ ἔσται καὶ οὐκ ἔσται καθολικώτατον.2 ὅτι δὲ τοῦτο ἀληθές, δῆλον· δεῖ γὰρ τὴν ἐλάττονα πρότασιν καταφατικὴν εἶναι· ἐλάττων δὲ ὅρος τὸ Β· ὥστε εἰ εἴη μέσος ὅρος τὸ Γ, παντὶ μὲν ὑπάρξει τῷ Β, τὸ Α δὲ οὐδενὶ αὐτῷ, τῷ Γ, ὑπάρξει. ὥστε τὸ σχῆμα πρῶτον γίνεται. εἴπομεν δὲ περὶ τούτων ἤδη.
“因为三段论若非在第一格中,就是在中格中成立。” 他说,若在Α与Β之间有中项,三段论既在第一格中成立,也在第二格中成立,因为Β将处于某一整体之中而非最普遍的。而这是真实的,显然如此:因为小前提必须是肯定的,而小项是Β;因此若中项是Γ,它将从属于一切Β,而Α不从属于任何Γ。所以这成为第一格。关于这些我们此前已经讨论过了。
"Εἰ δ’ ἐν τῷ μέσῳ, ὁπότερον ἔτυχε· πρὸς ἀμφοτέροις γὰρ ληφθέντος τοῦ στερητικοῦ3 γίνεται συλλογισμός." Ἐὰν δὲ τεθέντος μέσου ὅρου δεύτερον γένηται σχῆμα, δύναται ὁ μέσος ἑκατέρου τῶν ἄκρων ἀποφάσκεσθαι. τούτου δὲ αἴτιον τὸ ἐν δευτέρῳ σχήματι ἀδιάφορον εἶναι ἐν ὁποιᾳδήποτε προτάσει ἡ ἀποφατικὴ ᾖ· τὸ γὰρ Γ εἴτε τῷ μὲν Α παντὶ ὑπάρχει τῷ δὲ Β μηδενί, εἴτε ἔμπαλιν, δι’ ἀμφοτέρων δυνατὸν συναγαγεῖν ὅτι τὸ Α οὐδενὶ τῷ Β. ὥστε οὐκ ἔσται ἄμεσος ἡ ΑΒ ἀπόφασις· εἴτε γὰρ τῷ Α παντὶ ὑπάρξει τὸ μέσον, ὥσπερ ἐν τῷ δευτέρῳ σχήματι, εἴτε τῷ Β, ὡς ἐν τῷ πρώτῳ καὶ τῷ δευτέρῳ, οὐκ ἔσται ἄμεσος ἡ ἀπόφασις, ἤτοι τὸ γενικώτατον τοῦ γενικωτάτου ἀποφάσκουσα.
“若在中格中,无论哪一个都可以;因为无论否定命题就哪一方而被取,三段论都会成立。” 若设定中项后构成了第二格,中项可以从两个端项中的任何一个被否定。其原因在于,在第二格中,无论否定命题是在哪一个前提中都无差别;因为无论Γ是从属于一切Α而不从属于任何Β,还是相反,通过两者都能够推导出Α不从属于任何Β。因此,否定命题ΑΒ不会是直接的;因为无论中项如在第二格中那样从属于一切Α,还是如在第一格和第二格中那样从属于Β,否定命题(即从最属的项中否定最属的项的命题)都不会是直接的。
"Ἀμφοτέρων δ’ ἀποφατικῶν οὐσῶν οὐκ ἔσται." Ἵνα μή τις εἴπῃ ὅτι ἐνδέχεται μέσον ὅρον ληφθῆναι μηδετέρῳ τῶν ἄκρων ὑπάρχοντα καὶ οὕτως διὰ συλλογισμοῦ ἀποφάσεσθαι4 τὸ Α τοῦ Β ἀμφοτέρων γενικωτάτων ὄντων, διὰ τοῦτο ταῦτα προσέθηκεν, ὅτι εἰ ληφθείη τοιοῦτος ὁ μέσος ὥστε μήτε ἐν τῷ Α εἶναι μήτε ἐν τῷ Β, ἀμφοτέρας ποιήσει ἀποφατικὰς τὰς προτάσεις, καὶ οὕτως ἀσυλλόγιστος γενήσεται ἡ συμπλοκή.
“但当两个前提都是否定命题时,就不会成立[三段论]。” 为了不让人说:可能取一个不从属于任何端项的中项,并在两者都是最属之项的情况下通过三段论使Α从Β中被否定,为此他补充了这些话:若所取的中项既不在Α中也不在Β中,它将使两个前提都成为否定命题,而这样一来,前提的结合将是无法构成三段论的。
- 1.285ἐκ τῶν συστοιχιῶν ὅσαι μὴ ἐπαλλάττουσιν ἀλλήλαις
关系代词 ὅσαι 的先行词为 συστοιχιῶν,限定性地表示“彼此不相交错的系列”。菲洛波诺斯在接下来的注疏中将源自同一属、共享上位属的系列(交错系列)与分属不同范畴(如实体与数量)而无共有属的系列(非交错系列)进行了对比。
- 1.288ὅτι τὸ Β ἐν ὅλῳ τινὶ ἔσται καὶ οὐκ ἔσται καθολικώτατον
连词 ὅτι 引导表示原因的从属从句,意为“因为”(相当于 διότι 或 γάρ),解释了为何构成第一格的理由,即小项Β将被包含在某个整体(中项Γ)之中,因而不是最高属。
- 1.289πρὸς ἀμφοτέροις γὰρ ληφθέντος τοῦ στερητικοῦ
独立属格结构。介词短语 πρὸς ἀμφοτέροις 意为“无论对于两个端项中的哪一个”,介词 πρός 指否定所结合的项。这概括了第二格的形式规则:否定前提(τὸ στερητικόν)无论在大前提(Cesare)还是在小前提(Camestres)中,均可推导出有效的否定结论。
- 1.290ἀποφάσεσθαι
相当于 ἀποφάσκεσθαι(或将来被动态 ἀποφαθήσεσθαι)的不定式形式,在此处作被动意义使用,意为“Α从Β中被否定”。它隶属于 ὅτι 从句中的无人称动词 ἐνδέχεται,以宾格 τὸ Α 为主语,τοῦ Β 为分离属格,构成宾格加不定式结构。
