← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§187.26-189.6

间接否定命题的三种情形与三段论格

注解亚里士多德《后分析篇》79a39–79b4,阐明否定命题非直接的三种情形(仅谓词项、仅主词项,或两者皆包含于更具普遍性的整体中),并说明论证各自的三段论格(第二格与第一格)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.282

" Ἐγχωρεῖ γὰρ τὸ μὲν Α εἶναι ἔν τινι ὅλῳ, τὸ δὲ Β μὴ εἶναι ἐν τούτῳ." Ἐπειδὴ εἶπε τὸ Α εἶναι ἐν ὅλῳ τῷ Γ, τὸ δὲ Β ἐν μηδενὶ τῷ Γ, τὰ δὲ ἀντιδιαιρούμενα εἴδη καὶ ἀποφάσκεται ἀλλήλων καὶ ὑπὸ τὸ αὐτὸ εἶδος ἀνάγεται (οἷον τὸ λογικὸν οὐδενὶ ἀλόγῳ ὑπάρχει, οὐδὲ μὴν τὸ ἄλογον οὐδενὶ λογικῷ, καὶ μὴν ὅμως ἀμφότεροι ἐν ὅλῳ εἰσὶ τῷ ζῴῳ), διὰ τοῦτο ἵνα μή τις νομίσῃ πάντα τὰ ἀποφασκόμενα ἀλλήλων τοιαῦτα εἶναι ὡς τοῦ ἑτέρου ὑπό τι καθολικώτερον ἀναφερομένου καὶ τὸ λοιπὸν ἀναφέρεσθαι,1 διὰ τοῦτο ταῦτα προσέθηκεν, ὅτι ἐγχωρεῖ τὸ μὲν ἕτερον τῶν ἀποφασκομένων ἐν ὅλῳ τινὶ εἶναι, τὸ δὲ ἕτερον μὴ εἶναι ἐν αὐτῷ τούτῳ, ὥσπερ ἀμέλει ἐφ’ ὧν εἴπομεν παραδειγμάτων τὸ μὲν συνεχὲς ἐν ὅλῳ τῷ ποσῷ, ἡ δὲ οὐσία ἐν οὐδενί. εἰπὼν δὲ ὅτι ἐγχωρεῖ, πῶς ἐγχωρεῖ, νῦν μὲν οὐκ εἶπεν, ἐφεξῆς δὲ ἐπιθήσει. ἐπισημειωτέον δὲ ὅτι τὸν συλλογισμὸν ἐν δευτέρῳ σχήματι ἐποιήσατο· τὸ γὰρ Γ παντὶ μὲν τῷ Α, φησί, τῷ δὲ Β οὐδενί· ὅταν γὰρ ὁ κατηγορούμενος ὅρος τοῦ ἀποφατικοῦ προβλήματος ἐν ἄλλῳ τινὶ καθολικωτέρῳ ᾖ, ὁ συλλογισμὸς μὲν ἐν δευτέρῳ σχήματι γίνεται. δυνατὸν μέντοι καὶ ἐν πρώτῳ· ἀλλ’ οὐκέτι συνάγεται τὸ Α οὐδενὶ τῷ Β, ἀλλὰ τὸ Β οὐδενὶ τῷ Α· τοῦ συμπεράσματος δὲ ἀντιστραφέντος οὐδὲ τὸ Α οὐδενὶ τῷ Β ὑπάρξει. τοῦτο δὲ ἀναγκαίως ἐπεσημειωσάμην, διότι καταπυκνοῦσθαι τὰς προτάσεις διὰ μόνου τοῦ πρώτου σχήματος ἔφησεν.2 ἐνδέχεται δὲ καὶ διὰ τοῦ δευτέρου σχήματος τὴν ἀποφατικὴν δεῖξαι πρότασιν, ἐὰν ἡ καταφατικὴ ἄμεσος εἴη, ὥσπερ καὶ πρότερον εἶπον καὶ νῦν τοῖς ὑποδείγμασιν ἐπιστωσάμην. τὴν γὰρ ἀποφατικὴν πρότασιν τὴν λέγουσαν ‘οὐδεμία οὐσία συνεχές’ εἰ θελήσομεν δεῖξαι, τεθέντος μεταξὺ τοῦ ποσοῦ γίνεται συλλογισμὸς ἐν δευτέρῳ σχήματι ἄμεσον ἔχων τὴν καταφατικὴν πρότασιν· τὸ γὰρ ποσὸν παντὶ μὲν συνεχεῖ, οὐδεμιᾷ δὲ οὐσίᾳ, ὥστε οὐδὲ τὸ συνεχές. εἰ μὲν οὖν ὁ κατηγορούμενος τῆς ἀποφάσεως ὅρος ἐν ὅλῳ τινὶ εἴη, ἐν δευτέρῳ σχήματι γίνεται ὁ συλλογισμός, ὡς ἐδείξαμεν. εἰ δὲ ὁ ὑποκείμενος εἴη ἐν καθολικωτέρῳ ὑπάρχων, τότε ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι γίνεται, ὡς ἐφεξῆς τίθησιν.

“因为Α可能在某一整体之中,而Β不在此[整体]之中。” 既然他说Α在作为整体的Γ之中,而Β完全不在Γ之中,而对分的种既相互否定又归于同一种下(例如,有理性不从属于任何无理性,无理性也不从属于任何有理性,然而两者依然都在作为整体的动物之中),因此,为了不让人认为所有相互否定的事物都是当其中一个归于某个更具普遍性的事物之下时,其余的事物也必然被归入[其中],为此他补充了这些话,即被否定的项中有一者可能处于某一整体之中,而另一者并不处于这同一[整体]之中,正如在我们所举的例子中,连续者在作为整体的数量之中,而实体完全不在[数量之中]。虽然他说了“可能”,但现在并未说明如何可能,随后他将予以补充。此外应当指出,他是以第二格构成这一三段论的;因为他说,Γ从属于一切Α,但不从属于任何Β;因为当否定问题的谓词项处于更具普遍性的另一个事物之中时,三段论即以第二格构成。不过,以第一格构成也是可能的;但这就不再推导出“Α不从属于任何Β”,而是推导出“Β不从属于任何Α”;而当结论被换位后,Α也不会从属于任何Β。我之所以必须指出这一点,是因为他曾说过前提的稠密化仅仅通过第一格进行。但是,若肯定前提是直接的,通过第二格来证明否定前提也是可能的,正如我此前所言,且如今已通过实例加以确证。因为如果我们想要证明“没有任何实体是连续的”这一否定前提,在将数量置于中项时,便构成了一个具有直接肯定前提的第二格三段论;因为数量从属于一切连续者,但不从属于任何实体,因此连续者也[不从属于任何实体]。因此,若否定的谓词项处于某一整体之中,三段论便如我们所展示的那样以第二格构成;但若主词项存在于更具普遍性的事物之中,则三段论便以第一格构成,正如他接下来所提出的那样。

§1.283

"Ὁμοίως δὲ καὶ εἰ τὸ Β ἐν ὅλῳ τινί ἐστιν, οἷον τῷ Δ." Λαμβάνει νῦν ἀντίστροφον, τὸν μὲν ὑποκείμενον ἐν ἄλλῳ, τὸν δὲ κατηγορούμενον οὐκέτι. καὶ ἔστω τὸ μὲν Α οὐσία, τὸ δὲ Β συνεχές, τὸ δὲ Δ ποσόν· παντὶ μὲν οὖν συνεχεῖ τὸ ποσὸν ὑπαρχέτω, ποσῷ δὲ οὐδενὶ οὐσία, ὥστε οὐδὲ συνεχεῖ οὐδενὶ οὐσία. οὐκ ἄρα ἄμεσος ἡ πρότασις ἡ λέγουσα ‘οὐδὲν συνεχὲς οὐσία’.

“同样,若Β在某一整体例如Δ之中,情况也是如此。” 他现在取相反的情形,主词在另一者之中,而谓词则不再如此。假定Α为实体,Β为连续者,Δ为数量;那么,让数量从属于一切连续者,而实体不从属于任何数量,因此实体也不从属于任何连续者。所以,“没有任何连续者是实体”这一前提不是直接的。

§1.284

"Τὸν αὐτὸν δὲ τρόπον δειχθήσεται, καὶ εἰ ἄμφω ἐν ὅλῳ τινί εἰσιν." Οἷον ἔστω τὸ Α σῶμα, τὸ δὲ Β συνεχές· ἔστι γὰρ δῆλον ὅτι τὸ μὲν Α ἐν ὅλῳ τινί, τῇ οὐσίᾳ, ἐστί, τὸ δὲ Β ἐν τῷ ποσῷ. οὐκ ἀμέσως οὖν ἀποφαθήσεται τὸ Α τοῦ Β, τουτέστιν ὅτι τὸ σῶμα κατ’ οὐδενὸς συνεχοῦς. γίνονται δὲ δύο συλλογισμοὶ οἱ προειρημένοι.

“并且如果两者都在某一整体之中,也将以同样的方式得到证明。” 例如,假定Α为物体,Β为连续者;因为显然Α处于某一整体即实体之中,而Β处于数量之中。因此Α不会直接从Β中被否定,即物体[不从属于]任何连续者。于是便构成了前述的两个三段论。

语法注2 条
  1. 1.282ὡς τοῦ ἑτέρου ὑπό τι καθολικώτερον ἀναφερομένου καὶ τὸ λοιπὸν ἀναφέρεσθαι

    在依附于 τοιαῦτα 的 ὡς 结果状语从句下,属格绝对结构(τοῦ ἑτέρου... ἀναφερομένου)与宾格不定式结构(καὶ τὸ λοιπὸν ἀναφέρεσθαι)相结合,构成了带有条件意味的结果句式:“以至于当其中一者归于更普遍者之下时,剩余者亦被归入”。

  2. 1.282καταπυκνοῦσθαι τὰς προτάσεις διὰ μόνου τοῦ πρώτου σχήματος ἔφησεν

    ἔφησεν 的主语为亚里士多德。在宾格不定式结构中,使用了动词 καταπυκνόω 的被动态不定式 καταπυκνοῦσθαι,以 τὰς προτάσεις 为其主语宾格(“前提被稠密化”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:187.26-189.6