- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:186.22-187.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将直接(不可分)肯定与否定定义为缺乏中项,约安尼斯·斐洛庞诺斯探讨了谓词项包含于更高属之中的情形,并结合具体例证论证了此类否定命题何以通过中项而成为间接命题。
" Λέγω δὲ τὸ ἀτόμως ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὸ μὴ εἶναι αὐτῶν μέσον." Ὅτι τὸ ἀτόμως τὸ αὐτὸ σημαίνει τῷ ‘ἀμέσως’, σαφῶς ἐδήλωσε. καλῶς δὲ τὸ ‘ἀμέσως’ ἀτόμως εἶπε, διότι μὴ ἐνδέχεται τὰς ἀμέσους προτάσεις τμηθείσας τῇ ἐπενθέσει τοῦ μέσου ὅρου τὴν μίαν πρότασιν δύο ποιῆσαι.1
“而我所谓不可分地从属或不从属,是指它们之间没有中项。” 他清楚地表明,“不可分地”与“直接地”含义相同。而他恰当地将“直接地”称为“不可分地”,是因为直接前提不可能通过插入中项而被切分,从而使一个前提变为两个。
"Οὕτω γὰρ οὐκέτι ἔσται κατ’ ἄλλο τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν." Ὥσπερ γὰρ ἐὰν εἴπω ‘ὁ ἄνθρωπος οὐσία’, οὐ πρώτως κατηγορῶ τοῦ ἀνθρώπου τὴν οὐσίαν ἀλλὰ κατ’ ἄλλο καὶ διὰ τοῦτο οὐκ ἄμεσος πρότασις (διὰ γὰρ τὸ λογικόν, καὶ τοῦτο διὰ τὸ ζῷον, καὶ τοῦτο διὰ τὸ σῶμα) καὶ μόνως τοῦ μὲν σώματος ἡ οὐσία κατηγορεῖται ἀμέσως, τοῦ δὲ ἀνθρώπου τὸ λογικόν, διότι μὴ ἐνδέχεται ἄλλον ὅρον μεταξὺ τούτων παρεμπεσεῖν ᾧ πρώτως ὑπάρξει τὸ κατηγορούμενον, οὕτως καὶ ἄμεσοι ἀποφάσεις αὗται ἂν εἶεν ἐν αἷς μὴ ἐνδέχεται ἄλλου ὑποκειμένου ἀποφαθῆναι τὸν ὅρον· τότε γὰρ ἀμέσως καὶ οὐ κατ’ ἄλλο ἡ ἀπόφασις.
“因为这样一来,从属或不从属便不再是由于别的事物。” 正如我若说“人是实体”,我并非首要地把实体述说于人,而是由于别的事物,因此这不是直接前提(因为是由于有理性,而这又是由于动物,这又是由于物体),并且唯有对物体,实体才被直接述说,有理性直接述说于人,因为在这两者之间不可能插入谓词首要从属于它的另一个项;同样地,直接否定也是那些不可能将该项从另一个主词中否定的否定;因为只有在那时,否定才是直接的,而非由于别的事物。
"Ὅταν μὲν οὖν ἢ τὸ Α ἢ τὸ Β ἐν ὅλῳ τινὶ ᾖ ἢ καὶ ἄμφω, οὐκ ἐνδέχεται τὸ Α τῷ Β πρώτως μὴ ὑπάρχειν." Τὸ μὲν Β ὑποκείμενον ὅρον λαμβάνει, τὸ δὲ Α ἀποφασκόμενον τοῦ Β, καὶ φησίν, ὅταν ᾖ θάτερος αὐτῶν ἔν τινι καθολικωτέρῳ, τουτέστιν ὅταν ἔχῃ τι ἑαυτοῦ κατηγορούμενον, ἢ καὶ ἀμφότεροι, οὐκ ἔστιν ἡ τοιαύτη ἀπόφασις ἄμεσος· οὐ γὰρ πρώτως ἀποφάσκεται τοῦ Β τὸ Α ἀλλὰ διὰ μέσου ἄλλου.
“因此,当Α或Β处于某一整体之中,或者两者皆是时,Α不可能首要地不从属于Β。” 他取Β为主词项,Α为从Β中被否定的项,他说,当它们中的一个处于更具普遍性的某物之中,即当它具有述说于自身的某物时,或者两者皆如此时,这样的否定便不是直接的;因为Α不是首要地从Β中被否定,而是通过另一个中项被否定。
"Ἔστω γὰρ τὸ Α ἐν ὅλῳ τῷ Γ." Λαμβάνει πρότερον τὸ μὲν ὑποκείμενον μὴ ἔν τινι ἄλλῳ ὂν ἀλλὰ γενικώτατον γένος, τὸ δὲ κατηγορούμενον ἐν τῷ Γ· εἰ οὖν τὸ Γ παντὶ μὲν τῷ Α ὑπάρχει τῷ δὲ Β μηδενί, καὶ τὸ Α οὐδενὶ τῷ Β ὑπάρξει. ὥστε οὐκ ἄμεσος ἡ ΑΒ πρότασις ἀλλὰ διὰ μέσου τοῦ Γ ἀποφάσκεται τὸ Α τοῦ Β· ἐπειδὴ γὰρ τὸ Γ οὐδενὶ τῷ Β, διὰ τοῦτο οὐδὲ τὸ Α μέρος ὂν τοῦ Γ. εἰλήφθω δὲ ἀντὶ μὲν τοῦ Α, εἰ τύχοι, τὸ συνεχές, ἐπὶ δὲ τοῦ Β ἡ οὐσία, ἐπὶ δὲ τοῦ Γ τὸ ποσόν· εἰ οὖν τὸ ποσὸν παντὶ μὲν συνεχεῖ οὐδεμιᾷ δὲ οὐσίᾳ, οὐδὲ τὸ συνεχὲς οὐδεμιᾷ οὐσίᾳ ὑπάρξει, τουτέστιν οὐδεμία οὐσία συνεχής ἐστιν, ἐπειδὴ μηδὲ ποσόν. ἰδοὺ οὖν τοῦ ἑτέρου ὅρου ἀμέσου2 ὄντος, τῆς οὐσίας, τοῦ δὲ λοιποῦ μὴ ἀμέσου οὐ γέγονεν ἄμεσος ἡ ἀπόφασις·
“因为假定Α作为一个整体在Γ之中。” 他首先设定主词不处于其他任何事物之中而是最上位的属,而谓词在Γ之中。因此,如果Γ从属于一切Α而不从属于任何Β,则Α也不从属于任何Β。所以前提ΑΒ不是直接的,而是通过中项Γ将Α从Β中否定;因为既然Γ不从属于任何Β,因此作为Γ一部分的Α也不从属于Β。例如,假定以“连续的”代替Α,以“实体”代替Β,以“数量”代替Γ。因此,如果数量从属于一切连续者而不从属于任何实体,那么连续者也不从属于任何实体,即没有任何实体是连续的,因为它也不是数量。看哪,当其中一个项即实体是直接的[最上位项],而另一项不是直接的时,该否定便不构成直接否定。
- 1.278τὰς ἀμέσους προτάσεις τμηθείσας τῇ ἐπενθέσει τοῦ μέσου ὅρου τὴν μίαν πρότασιν δύο ποιῆσαι
由非人称动词 μὴ ἐνδέχεται 支配的带不定式宾格结构。不定式的逻辑主语是复数宾格短语 τὰς ἀμέσους προτάσεις τμηθείσας,不定式 ποιῆσαι 带有双重宾格(τὴν μίαν πρότασιν 为直接宾语,δύο 为宾语补足语)。复数主语泛指直接前提,而在不定式从句内部则将焦点转向单个前提(“使一个前提变为两个”)。
- 1.281τοῦ ἑτέρου ὅρου ἀμέσου ὄντος, τῆς οὐσίας, τοῦ δὲ λοιποῦ μὴ ἀμέσου
独立属格结构(τοῦ ἑτέρου ὅρου ἀμέσου ὄντος ... τοῦ δὲ λοιποῦ μὴ ἀμέσου)。名词短语 τῆς οὐσίας 作 τοῦ ἑτέρου ὅρου 的同位语。本用于修饰“前提”的形容词 ἄμεσος(直接的)在此被转借用于“项(ὅρος)”,用以指称不再具有上位谓词的最上位之属(最高类)。
