- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:184.28-186.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
总结了第一格固有于原因推论及定义把握且无需其他格的理由(79a22–32),进而探讨直接前提不仅有肯定亦有否定,并阐述了直接否定命题成立的条件(即两极端项均属于最上位的属)(79a33)。
" Ὥστε κἂν διὰ τοῦτ’ εἴη μάλιστα ἐπιστημονικόν· κυριώτατον γὰρ τοῦ εἰδέναι τὸ διότι θεωρεῖν." Εἰ ἡ ἀπόδειξις μᾶλλον τῆς αἰτίας ἐστὶ συλλογισμός, αἱ δὲ τὰς αἰτίας συλλογιζόμεναι ἐπιστῆμαι τούτῳ μάλιστα τῷ σχήματι κέχρηνται, σπανιάκις δὲ τῷ δευτέρῳ, κυριώτατον ἂν εἴη μάλιστα καὶ οἰκεῖον πρὸς ἐπιστήμην τοῦτο τὸ σχῆμα.
“因此,即使根据这一点,它也是最具科学性的;因为考察‘原因’是认知中最为根本的部分。” 如果论证更应当说是原因的推论,而推论原因的各门科学主要使用这一格,极少使用第二格,那么这一格对于科学而言当是最为根本且固有的。
"Εἶτα τὴν τοῦ τί ἐστιν ἐπιστήμην διὰ μόνου τούτου τοῦ σχήματος θηρεῦσαι δυνατόν." Τουτέστι τὴν τῶν ὁρισμῶν, εἴ γε οἱ ὁρισμοὶ κατηγορικοί τέ εἰσι καὶ καθόλου· οὐδεὶς γὰρ λέγει ὅτι πῇ δίπους ἄνθρωπος ὁριζόμενος τὸν ἄνθρωπον, ἀλλὰ καθόλου ‘πᾶς ἄνθρωπος ζῷον λογικὸν δίπουν’.
“再者,唯有通过这一格,才可能探寻关于‘是什么’的科学。” 也就是说,是关于定义的科学,如果定义确实既是肯定的又是全称的;因为没有任何人在定义人时会说人在某方面是双足的,而是全称地说“凡人皆是有理性的双足动物”。
"Ἔτι τοῦτο μὲν ἐκείνων οὐδὲν προσδεῖται, ἐκεῖνα δὲ διὰ τούτου καταπυκνοῦται καὶ αὔξεται, ἕως ἂν εἰς τὰ ἄμεσα ἔλθῃ." Τουτέστι τὸ μὲν πρῶτον τῶν προτάσεων μὴ οὐσῶν ἀμέσων αὔταρκες αὐτὸ ἑαυτῷ ἀεὶ μεταξὺ ἐπεντιθέναι μέσους, ἕως ἂν εἰς τὰς ἀμέσους φθάσῃ προτάσεις. κἂν γὰρ ἀποφατικὴν θέλῃ δεῖξαι, οὐδὲν δεήσεται τοῦ δευτέρου σχήματος· ἢ γὰρ αὐτόθεν ἢ δι’ ἀντιστροφῆς δειχθήσεται ἡ ἀποφατική. οἷον εἰ θελήσωμεν δεῖξαι ὅτι τὸ Α οὐδενὶ τῷ Β ὑπάρχει καὶ λάβωμεν μέσον ὅρον τὸ Γ, ἀνάγκη δήπου τοῦτον ἢ τοῦ Α κατηγορεῖσθαι ἢ τοῦ Β. εἰ μὲν οὖν δύνηται κατὰ παντὸς τοῦ Β κατηγορεῖσθαι τὸ Γ, αὐτόθεν δείξομεν τοὺς ἄκρους· οἷον τὸ Α κατ’ οὐδενὸς τοῦ Γ, τὸ Γ κατὰ παντὸς τοῦ Β, τὸ Α ἄρα κατ’ οὐδενὸς τοῦ Β. εἰ δὲ τοῦ μὲν Β μὴ κατηγοροῖτο τοῦ δὲ Α, δυνατὸν μὲν διὰ τοῦ δευτέρου σχήματος ἀποφῆσαι τοὺς ἄκρους ἀλλήλων· εἰ γὰρ τὸ Γ κατὰ παντὸς μὲν τοῦ Α κατ’ οὐδενὸς δὲ τοῦ Β,〈τὸ Α κατ’ οὐδενὸς τοῦ Β.〉 οὐδὲν 〈δὲ〉 δεήσεται τοῦ δευτέρου σχήματος· δυνατὸν γὰρ καὶ διὰ τοῦ πρώτου· τὸ γὰρ Γ κατὰ παντὸς μὲν τοῦ Α, κατ’ οὐδενὸς δὲ τοῦ Β· ἀλλ’ οὖν τὸ Β κατ’ οὐδενὸς τοῦ Γ· καὶ συνάξεις τὸ Β κατ’ οὐδενὸς τοῦ Α, καὶ ἀντιστρέψας τὸ συμπέρασμα εὑρήσεις ὅτι καὶ τὸ Α κατ’ οὐδενὸς τοῦ Β. ἐπὶ μέντοι τοῦ τρίτου σχήματος οὐχ οἷόν τε, ὡς ἐδείξαμεν· τὸ γὰρ τρίτον ὅλως ἄχρηστον εἰς ἐπιστήμην, εἴ γε μηδὲν μερικὸν αἱ ἐπιστῆμαι συνάγουσιν.
“此外,这一格完全不需要那些格,而那些格则通过这一格得以稠密化并扩充,直至到达直接前提。” 也就是说,在前提并非直接的情况下,第一格自身足以便于在其中不断插入中项,直至到达直接前提。因为即便有人想要证明否定命题,也完全不需要第二格;因为否定命题或者直接被证明,或者通过换位被证明。例如,如果我们想要证明Α不从属于任何Β,并且我们取Γ作为中项,那么这一项必然或者作为Α的谓词被述说,或者作为Β的谓词被述说。因此,如果Γ能够被述说为一切Β的谓词,我们将直接证明两极端项:例如,Α不述说于任何Γ,Γ述说于一切Β,因此Α不述说于任何Β。但如果它不作为Β的谓词、而是作为Α的谓词被述说,固然可以通过第二格使两极端项彼此否定;因为如果Γ述说于一切Α,但不述说于任何Β,〈则Α不述说于任何Β。〉但完全不需要第二格;因为通过第一格也是可能的:因为Γ述说于一切Α,但不述说于任何Β;然而Β不述说于任何Γ;于是你将推导得出Β不述说于任何Α,并且通过换位这一结论,你将发现Α也不述说于任何Β。然而对于第三格而言这是不可能的,正如我们所表明的;因为第三格对于科学完全无用,如果科学确实得不出任何特称结论的话。
"Ὥσπερ δὲ ὑπάρχειν τὸ Α τῷ Β ἐνεδέχετο ἀτόμως, οὕτω καὶ μὴ ὑπάρχειν ἐγχωρεῖ." Ἐπειδὴ εἶπεν ὅτι τὸ μὲν πρῶτον σχῆμα οὐ δεῖται τῶν ἄλλων, ἐκεῖνα δὲ διὰ τοῦ πρώτου σχήματος καταπυκνοῦται καὶ αὔξεται, ἕως ἂν εἰς τὰς ἀμέσους ἔλθῃ προτάσεις, ἐπεντιθεμένων ἀεὶ μέσων ὅρων δι’ ὧν αἱ προτάσεις δείκνυνται, βούλεται δεῖξαι νῦν διὰ τούτων ὅτι αἱ ἄμεσοι προτάσεις οὐ μόνον καταφατικαί εἰσιν ἀλλὰ καὶ ἀποφατικαί· ἔστι γὰρ καὶ ἀμέσως ἄλλο ἄλλου ἀποφῆσαι. καὶ παραδίδωσιν ἡμῖν ἐν τούτοις κανόνα, πῶς δεῖ γινώσκειν τοὺς ἀμέσως ἀποφασκομένους ἀλλήλων ὅρους· οὐ γὰρ εὐχερὲς τοῦτο συνιδεῖν. τίνες μὲν γὰρ ἄμεσοι καταφάσεις, παντὸς εἰδέναι,1 ὅτι αἵτινες ἔχουσι τὸ κατηγορούμενον πρώτως ὑπάρχον τῷ ὑποκειμένῳ καὶ οὐδενὶ ἄλλῳ πρὸ αὐτοῦ, ὥσπερ τοῦ μὲν σώματος ἀμέσως ἡ οὐσία κατηγορεῖται, καὶ τοῦτο τοῦ ἐμψύχου, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἐπὶ δὲ τῶν ἀποφάσεων οὐκ εὐχερὴς ἡ διάκρισις. τί οὖν φησιν; ὅτι ὅταν οἱ ἀποφασκόμενοι ἀλλήλων ὅροι τοιοῦτοι ὦσιν ὡς μηδέτερον αὐτῶν ἔχειν τινὰ καταφασκόμενον αὐτοῦ διὰ τὸ εἶναι αὐτὸν τῶν γενικωτάτων καὶ τινῶν γενῶν κατηγορεῖσθαι δύνασθαι,2 τότε ἀμέσως λέγονται ἀλλήλων ἀποφάσκεσθαι. ἀμέσους γὰρ προτάσεις ταύτας λέγομεν ὧν μὴ ἐνδέχεται μεταξὺ παρεμπεσεῖν τινα ὅρον καὶ ποιῆσαι συλλογισμόν· ἐὰν δὲ ὁποτεροσοῦν τῶν ὅρων ἔχῃ τινὰ ἑαυτοῦ κατηγορούμενον, οὗτος δύναται μεταξὺ παρεντεθεὶς ποιῆσαι συλλογισμόν, κατηγορούμενος μὲν τοῦ ἑτέρου τοῦ δὲ λοιποῦ ἀποφασκόμενος ἢ [γοῦν] ἔχων τὸν λοιπὸν ἑαυτοῦ ἀποφασκόμενον, ἵνα διὰ μὲν τοῦ προτέρου τὸ δεύτερον ποιήσῃ σχῆμα, διὰ δὲ τοῦ δευτέρου τὸ πρῶτον. ὥστε μόνως ἄμεσοι ἀποφάσεις αὗται ἂν εἶεν αἱ ἀμφοτέρους ἔχουσαι τοὺς ὅρους ἐκ γενικωτάτων γενῶν· ὡς εἴ γε ἢ θάτερος αὐτῶν ἢ ἀμφότεροι ὑπάλληλοι εἶεν, οὐκ ἔστιν ἡ τοιαύτη ἀπόφασις ἄμεσος.
“正如Α原本可能直接从属于Β那样,它同样也可能不从属于Β。” 既然他说过,第一格不需要其他诸格,而其他诸格则通过第一格得以稠密化并扩充,直至到达直接前提,因为作为前提证明依据的中项不断被插入其间,所以他现在希望通过这些论述表明,直接前提不仅是肯定的,而且也是否定的;因为同样可能直接将一物从另一物中否定。并且他在这番话中向我们传授了一条规则,即应当如何辨别彼此直接被否定的各项;因为看清这一点并非易事。因为何种前提是直接肯定前提,乃是任何人皆可通晓的,即那些谓词首要地从属于主词且不从属于该主词之前的任何其他事物的前提,正如实体直接被述说于物体,而物体直接被述说于有灵魂之物,其余情况依此类推。但在否定命题中,这种区分并非易事。那么他说了什么呢?他说,当彼此被否定的各项属于这种情形,即它们由于自身属于最上位的属且能够作为某些属的谓词被述说,因而两者都没有任何事物作为其自身的肯定谓词被述说时,此时它们便被称为彼此直接被否定。因为我们把其中不可能插入任何项以构成三段论的前提称为直接前提;但如果这两项中的任何一项具有述说于自身的某物,那么这一项被插入其间便能够构成三段论,它或者作为其中一项的谓词被述说而从另一项中被否定,或者将另一项作为从自身中被否定者而拥有,以便通过前一种方式构成第二格,通过后一种方式构成第一格。因此,唯有这两项都取自最上位之属的否定命题,才会是直接否定;因为如果它们中的一个或两个是从属的属,这样的否定便不是直接的。
- 1.277παντὸς εἰδέναι
παντός 是表属性或所属的谓词性属格(省略了 ἐστί),意为“属于任何人的(分内之事)”。随后的 ὅτι 从句充当不定式 εἰδέναι 的宾语(即“关于……乃是人人皆可通晓的”)。
- 1.277διὰ τὸ εἶναι αὐτὸν τῶν γενικωτάτων καὶ τινῶν γενῶν κατηγορεῖσθαι δύνασθαι
由介词 διὰ τό 引导的两个不定式 εἶναι 与 κατηγορεῖσθαι δύνασθαι 并列。其逻辑主语宾格 αὐτόν(指代各项)带有表从属的属格 τῶν γενικωτάτων(“属于最上位诸属”),并具有能够充当若干下位属之谓词的能力(τινῶν γενῶν κατηγορεῖσθαι δύνασθαι)。
