← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§183.4-184.27

第一格最具有科学性的三条理由

针对亚里士多德“第一格最具有科学性”(79a17)的命题,斐洛庞奴斯提出了三条论据加以阐明:第一格能推导出揭示原因的全称肯定命题,使定义的建立成为可能,并且具有奠定其他各格的前提与有效性的完备性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.273

" Τῶν δὲ σχημάτων ἐπιστημονικὸν μάλιστα τὸ πρῶτόν ἐστιν." Πρόκειται διὰ τούτων δεῖξαι ὅτι οἰκεῖόν ἐστι μάλιστα τοῖς ἐπιστημονικοῖς τὸ πρῶτον σχῆμα, καὶ τοῦτο πολλαχόθεν δείκνυσι. καὶ πρῶτον ἐκ τοῦ πάσας τὰς ἐπιστήμας, ὅσαι εἰσὶ τοῦ διότι, τούτῳ μάλιστα τῷ σχήματι τὰ οἰκεῖα θεωρήματα συλλογίζεσθαι,1 σπανιάκις δὲ διὰ τοῦ δευτέρου σχήματος, πρῶτον μέν, ὅτι αἴτιά ἐστι [καὶ] μᾶλλον τὰ καταφατικά, ἐν δὲ τῷ δευτέρῳ σχήματι οὐδὲν συνάγεται καταφατικόν, ἐν δὲ τῷ τρίτῳ συνάγεται μέν, ἀλλὰ μερικὰ πάντα, τὰ δὲ αἴτια τῶν καθόλου εἰσί. σπανίως δὲ ἀποφατικὰ συμπεράσματα αἱ ἐπιστῆμαι συνάγουσιν, οἷον ὁ γεωμέτρης, ὡς ὅταν λέγῃ ‘ἐπὶ τῆς αὐτῆς εὐθείας δύο ταῖς αὐταῖς εὐθείαις ἄλλαι δύο ἴσαι οὐ συσταθήσονται ἑκατέρα ἑκατέρᾳ πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐπὶ τὰ αὐτὰ μέρη τὰ αὐτὰ πέρατα ἔχουσαι ταῖς ἐξ ἀρχῆς εὐθείαις’· τοῦτο γὰρ ἀποφατικόν ἐστι τὸ θεώρημα. πρῶτον μὲν οὖν διὰ τοῦτο οἰκεῖον ἀποδείξει τὸ πρῶτον σχῆμα. δεύτερον δέ, ὅτι αἱ ἀποδείξεις τὰ πολλὰ διὰ τῶν ὁρισμῶν γίνονται, τὴν δὲ τῶν ὁρισμῶν ἐπιστήμην διὰ μόνου τοῦ πρώτου σχήματος θηρεῦσαι δυνατόν. ἕκαστον γὰρ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων ἐν καταφάσει παραλαμβάνεται· ἐν δὲ τῷ δευτέρῳ καταφατικὸν οὐ δείκνυται. ἐν δὲ τῷ τρίτῳ πάλιν καθόλου οὐ δείκνυται· οἱ δὲ ὁρισμοὶ τῶν καθόλου. μόνως οὖν διὰ τοῦ πρώτου σχήματος ἡ ἐπιστήμη τῶν ὁρισμῶν, ἀεὶ εὑρισκόντων ἡμῶν τὰ τῷ ὑποκειμένῳ ὑπάρχοντα καὶ ἐπισυντιθέντων τῷ γένει τὰς διαφοράς, ἕως οὗ ἐξισάσωμεν τῷ ὁριστῷ τὸν ὁρισμόν. οἷον εἰ βουληθείημεν ὁρίσασθαι τὸν ἄνθρωπον, ζητοῦμεν πρῶτον τί τὸ γένος τοῦ ἀνθρώπου· εἶτα συλλογισάμενοι ὅτι ζῷον πάλιν τῶν διαφορῶν ἑκάστην συλλογιζόμεθα καὶ ἐπισυντίθεμεν τῷ γένει, ἕως τὸ συναθροισθὲν ἀντιστρέψῃ πρὸς τὸ προκείμενον· καὶ τοῦτό φασιν εἶναι τὸν ὁρισμὸν τοῦ ἀνθρώπου. τὸ δὲ εἶναι τόδε τουδὶ ὁρισμὸν οὐ δι’ ἀποδείξεως λαμβάνεται· οὐκ ἔστι γὰρ τῶν ὁρισμῶν ἀπόδειξις, ὡς ἐν τῷ ὀγδόῳ βιβλίῳ τῶν Τοπικῶν ἀποδείξει, ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας δεῖ γνωρίμους εἶναι τοὺς ὁρισμούς, ἐπεὶ μηδὲ ὁρισμός ἐστιν ὁρισμοῦ, εἰ μὴ ἄρα ὑπογραφή τις. ἐκ δὲ τῶν ὁρισμῶν αἱ ἀποδείξεις. εἴη ἂν οὖν ὑπογραφὴ ὁρισμοῦ ἡ τοιαύτη· ὁρισμός ἐστιν ὁ ἐκ τῶν κοινοτέρων μὲν εἰλημμένος λόγος καὶ κατ’ οὐσίαν ὑπαρχόντων, ἴδιος δέ τινος γινόμενος. δυνατὸν δὲ καὶ ἐκ τῆς ὑπογραφῆς ταύτης συλλογίσασθαι περὶ τῶν ὁρισμῶν· οἷον τὸ ‘ζῷον λογικὸν θνητόν’ λόγος ἐστὶν ἐκ τῶν κοινοτέρων μὲν εἰλημμένος καὶ κατ’ οὐσίαν, ἴδιος δὲ ἀνθρώπου· τὸ δὲ ἐκ τῶν κοινοτέρων εἰλημμένον ἴδιόν τινος ὑπάρχον ὁρισμός ἐστιν ἐκείνου οὗ ἐστιν ἴδιον· τὸ ἄρα ‘ζῷον λογικὸν θνητόν’ ὁρισμός ἐστιν ἀνθρώπου. καὶ κατὰ τρίτον δὲ λόγον φησὶν οἰκεῖον μάλιστα ἐπιστήμῃ τὸ πρῶτον σχῆμα, ὅτι τοῦτο μὲν οὐδὲν προσδεῖται τῶν ἄλλων σχημάτων, τὰ δ’ ἄλλα δεῖται τούτου. πᾶσα μὲν γὰρ ἀπόδειξις διὰ τῶν ἀμέσων γίνεται προτάσεων· ἐὰν μὲν οὖν ἔμμεσοι ληφθῶσι προτάσεις καὶ δέῃ ἑκάστην ἀποδεῖξαι λαμβάνοντας μέσον ὅρον, ἕως οὗ ἀναγάγωμεν εἰς τὰς ἀμέσους προτάσεις, οὐχ οἷόν τε δι’ ἄλλου σχήματος τοῦτο ποιῆσαι ἢ διὰ τοῦ πρώτου. οἷον τί λέγω; ἐν τῷ δευτέρῳ σχήματι ἔστω δεδειγμένον τι, καὶ δέον ἔστω ἑκάστην τῶν προτάσεων ἀποδεῖξαι. τὴν μὲν οὖν καταφατικὴν ὅτι διὰ μόνου τοῦ πρώτου σχήματος ἐνδέχεται δεῖξαι, σαφές· τὸ μὲν γὰρ δεύτερον οὐδὲν καταφατικὸν συνάγει, τὸ δὲ τρίτον οὐδὲν καθόλου. διὰ μόνου ἄρα τοῦ πρώτου σχήματος τὴν καταφατικὴν οἷόν τε δειχθῆναι. ὁμοίως καὶ τὴν ἀποφατικήν· ἐν μὲν γὰρ τῷ τρίτῳ οὐ δείκνυται, διότι τοῦ τρίτου μερικὰ τὰ συμπεράσματα· ἐν δὲ τῷ δευτέρῳ οὐχ οἷόν τε, διότι πρὸς τὸ δειχθῆναι τὴν ἀποφατικὴν ἀνάγκη καταφατικῆς προτάσεως (ἐκ γὰρ δύο ἀποφατικῶν οὐδὲν δείκνυται), ἐκείνην δὲ τὴν καταφατικὴν πάλιν ἀδύνατον δειχθῆναι εἰ μὴ διὰ τοῦ πρώτου σχήματος· μὴ δειχθείσης δὲ ἐκείνης οὐδὲ ἡ ἀποφατικὴ δείκνυται, χωρὶς εἰ μὴ ἄμεσος εἴη καὶ αὐτόπιστος ἡ καταφατικὴ πρότασις.2 καὶ ἄλλως· δέδεικται ἐν τοῖς Προτέροις ἀναλυτικοῖς ὅτι οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ οὐκ ἔχουσι τὸ ἀναγκαῖον φαινόμενον, τελειοῦνται δὲ τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ. καὶ διὰ ταῦτα ἄρα οἰκεῖον ἐπιστήμῃ τὸ πρῶτον σχῆμα.

“在各格中,第一格最具有科学性。” 通过这些论述,旨在表明第一格对于科学性事项最为固有,他从诸多方面指出了这一点。首先在于,所有涉及“原因”的科学,都主要通过这一格来推导出其固有的定理,而极少通过第二格;首先是因为,作为原因的事物更多是肯定性的,而在第二格中得不出任何肯定性结论,在第三格中虽然能得出,但全都是特称的,而原因属于全称的事物。科学极少得出否定性的结论,例如几何学家,当他说“在同一直线上,不能向同一侧各以原直线的同一端点,在不同的点上构建另两条分别等于同样的两条直线的直线”时;因为这一定理是否定性的。因此,首先由于这一缘故,第一格固有于论证。其次在于,论证多半是通过定义进行的,而唯有通过第一格才可能探寻关于定义的科学。因为在定义中采用的每一项都是在肯定中被采用的;但在第二格中并不能证明肯定命题。而在第三格中又不能证明全称命题;但定义属于全称的事物。因此,唯有通过第一格才能获得定义的科学,我们不断发现从属于载体的事物,并将种差附加给属,直至我们使定义与被定义项等同。例如如果我们想要定义人,我们首先探求人的属是什么;接着推论出是动物之后,我们再次推论出各项种差并将它们附加给属,直至汇聚起来的概念与所讨论的对象相互换位;人们说这就是人的定义。然而“这乃是这的定义”这一点,并非通过论证而把握;因为并没有关于定义的论证,正如他在《论题篇》第八卷中所将证明的,而是定义必须凭借其自明性而为人所知,既然甚至不存在关于定义的定义,除非或许是某种概括性描述。而论证乃是由定义出发的。因此定义的概括性描述当是这样:定义是从较为共通且在本质上从属的事物中提取出来的、但成为对某物特有的说明。并且根据这一概括性描述也可能关于定义进行推论:例如“有理性的会死的动物”是从较为共通且在本质上从属的事物中提取出来的说明,但对人是特有的;而从较为共通的事物中提取出来、作为某物的固有属性而存在的,就是它作为固有属性所属之物的定义;因此“有理性的会死的动物”是人的定义。第三个理由是,他说第一格对于科学最为固有,是因为这一格完全不需要其他诸格,而其他诸格则需要它。因为一切论证都是通过直接前提进行的;因此,如果采用了间接前提,且需要通过采取中项来证明每一个前提,直至我们将其还原为直接前提,那么除了通过第一格之外,不可能通过其他格来完成此事。例如我指的是什么呢?设在第二格中证明了某事,且需要证明各前提。那么,肯定前提唯有通过第一格才能够被证明,这是清楚的;因为第二格得不出任何肯定结论,而第三格得不出任何全称结论。因此唯有通过第一格,肯定前提才能够被证明。否定前提同样如此:因为在第三格中它得不到证明,是由于第三格的结论是特称的;而在第二格中则不可能,是由于为了证明否定命题,必须有肯定前提(因为从两个否定前提中什么也证明不出),而那一肯定前提除非通过第一格,否则同样不可能得到证明;如果不证明那一前提,否定命题也就得不到证明,除非肯定前提是直接的且自足可靠的。而且还有一点:在《前分析篇》中已经证明,第二格和第三格中的三段论并不具备明显的必然性,而是通过向第一格的还原而得到完善。因此也是由于这些原因,第一格固有于科学。

语法注2 条
  1. 1.273ἐκ τοῦ πάσας τὰς ἐπιστήμας, ὅσαι εἰσὶ τοῦ διότι, τούτῳ μάλιστα τῷ σχήματι τὰ οἰκεῖα θεωρήματα συλλογίζεσθαι

    介词 ἐκ 支配带有冠词属格 τοῦ 的对格不定式短语(对格主语 πάσας τὰς ἐπιστήμας + 不定式 συλλογίζεσθαι),用以表示原因。关系从句 ὅσαι εἰσὶ τοῦ διότι 限定主语 πάσας τὰς ἐπιστήμας。

  2. 1.273χωρὶς εἰ μὴ ἄμεσος εἴη καὶ αὐτόπιστος ἡ καταφατικὴ πρότασις

    χωρὶς εἰ μή 是表示例外的惯用短语,意为“除非”或“除……之外”。希求法 εἴη 表示潜在的假设条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:183.4-184.27