- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:181.8-183.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述了亚历山大与普罗克洛斯关于几何学、光学与反射光学(或虹之学)之等级隶属关系的解释(79a10),继而探讨在并不相互隶属的科学之间(如医学与几何学在解释圆形伤口愈合问题上)对“事实”与“原因”的分工(79a13)。
" Ἔχει δὲ καὶ πρὸς τὴν ὀπτικήν, ὡς αὕτη πρὸς τὴν γεωμετρίαν, ἄλλη πρὸς ταύτην." Ὃν λόγον ἔχει, φησίν, ἡ ὀπτικὴ πρὸς τὴν γεωμετρίαν, τοῦτον τὸν λόγον ἔχει ἑτέρα τις ἐπιστήμη πρὸς τὴν ὀπτικήν. καὶ ὁ μὲν Ἀλέξανδρός φησιν ὅτι ἡ ἐπισκεπτομένη τὸ περὶ τῆς ἴριδος θεώρημα οὕτως ἔχει πρὸς τὴν ὀπτικήν, ὡς ἔχει ἡ ὀπτικὴ πρὸς τὴν γεωμετρίαν. ὥσπερ γὰρ ἡ μὲν γεωμετρία μόνοις κέχρηται τοῖς εἴδεσιν ἄνευ τῶν ὑποκειμένων, ὁ μέντοι ὀπτικὸς τὴν ἐν τῷ ἀέρι εὐθεῖαν παραλαμβάνει, ἥτις ὑποκείμενον ἔχει τὰς ὄψεις φυσικὸν οὖσα σῶμα, καὶ λαμβάνει ἡ ὀπτικὴ μὲν μόνον τὸ ὅτι, ἡ δὲ γεωμετρία καὶ τὸ διότι δείκνυσιν, οὕτως ἔχει καὶ ἡ τὸ θεώρημα τῆς ἴριδος ἐξετάζουσα πρὸς αὐτὴν τὴν ὀπτικήν. τίς μέντοι ἐστὶν αὕτη ἡ ἐπιστήμη καὶ ὑπὸ ποίαν τῶν ἐπιστημῶν τελεῖ, οὐκέτι φησίν. ὁ μέντοι Πρόκλος ἔλεγε τὴν κατοπτρικὴν δηλοῦν αὐτόν· κατοπτρικῆς γὰρ τὸ περὶ τῆς ἴριδος θεώρημα. ἡ γὰρ κατοπτρικὴ περὶ ἀνακλάσεων ποιεῖται τοὺς λόγους· ὁ δὲ ὀπτικὸς ὁποῖα τὰ συμβαίνοντά φησι ταῖς ὄψεσι. καὶ κέχρηται τοῖς τοῦ ὀπτικοῦ ὁ κατοπτρικός· ὁ μὲν γὰρ ἁπλῶς λαμβάνει τὰ συμβαίνοντα περὶ τὴν ἶριν, ὅτι τρίχρωμος, ὅτι οὐ πλείονες δυοῖν, ὅτι οὐδέποτε μείζων ἡμικυκλίου γίνεται καὶ τὰ ὅμοια ἃ φυσικοῦ εἰδέναι·1 διὰ τί μέντοι τοιαῦτα γίνεται, ὀπτικοῦ. ὁ δὴ κατοπτρικὸς οὕτως ἔχει πρὸς τὸν ὀπτικόν, ὡς ὁ ὀπτικὸς πρὸς τὸν γεωμέτρην. ὅτι δὲ τὸν κατοπτρικὸν δηλοῖ ἐν τούτοις ὁ Ἀριστοτέλης, ἐπιστοῦτο ὁ Πρόκλος ἐξ ὧν ἐπιφέρει ὁ Ἀριστοτέλης· τὸ μὲν γὰρ ὅτι, φησί, φυσικοῦ εἰδέναι, τὸ δὲ διότι ὀπτικοῦ, ἢ ἁπλῶς ἢ τοῦ κατὰ τὸ μάθημα. διὰ γὰρ τούτων αἰνίττοιτο ἂν τὸν κατοπτρικόν· ὁ γὰρ κατοπτρικὸς οὐχ ἁπλῶς ὀπτικὸς ἀλλὰ κατὰ τὸ τῆς ἴριδος μάθημα. τὸ δὲ τῆς ἴριδος μάθημα περὶ τῆς τῶν ὄψεων ἀνακλάσεως διαλέγεται ὡς ἐκ κατόπτρων τινῶν τῶν ψεκάδων ἀνακλωμένων· τοιοῦτος δὲ ὁ κατοπτρικὸς περὶ τῶν ἐν τοῖς κατόπτροις ἐπὶ τῆς τῶν ὄψεων ἀνακλάσεως συμβαινόντων διαλεγόμενος.
“而另一门科学对光学之关系,亦如光学对几何学。” 他说,光学对几何学具有何种比率,某种别的科学对光学也具有这种比率。亚历山大一方面说,考察关于虹之定理的科学对光学的关系,正如光学对几何学的关系。因为正如几何学仅利用形式而脱离其载体,而光学家则连带采用了空中的直线,该直线以视觉光线为载体,是自然物体,并且光学仅掌握“事实”,几何学则还证明“原因”,同样,审视虹之定理的科学对光学本身也是如此关系的。然而这门科学是什么,属于何种科学之下,他不再言说。普罗克洛斯另一方面则说他指的是反射光学;因为关于虹的定理属于反射光学。反射光学对反射作出说明,而光学家则陈述视觉光线所遭遇的情形是怎样的。反射光学家利用光学家的成果;因为前者仅仅把握关于虹所发生的事情,即它是三色的、不多于两道、绝不大过半圆,以及属于自然哲学家当知晓的类似事情;然而为何成其为这样,则属于光学家的领域。因此反射光学家对光学家的关系,正如光学家对几何学家的关系。至于亚里士多德在这些话中所指的是反射光学家,普罗克洛斯从亚里士多德随后附加的话中得到了证实;因为他说,知晓“事实”属于自然哲学家,而知晓“原因”则属于光学家,无论是纯粹的光学家还是依据数学学科的光学家。因为通过这些话他当在暗示反射光学家;因为反射光学家并非纯粹的光学家,而是依据虹之数学学科的光学家。而虹之数学学科所讨论的是视觉光线的反射,即雨滴犹如某种镜子,光线从其上反射;而反射光学家正是这样的人,讨论在镜中视觉光线反射时所发生的事情。
"Πολλαὶ δὲ καὶ τῶν μὴ ὑπ’ ἀλλήλας ἐπιστημῶν ἔχουσιν οὕτως, οἷον ἰατρικὴ πρὸς γεωμετρίαν." Εἶπε διαφέρειν τὸν τοῦ ὅτι συλλογισμὸν τοῦ διότι καὶ καθ’ ἑτέραν καὶ ἑτέραν ἐπιστήμην, καὶ ἔδειξε πῶς ἐπὶ τῶν ὑπαλλήλων ἐπιστημῶν. νῦν οὖν δείκνυσιν ὅτι ἡ διαφορὰ αὕτη καὶ ἐπί τινων μὴ ὑπαλλήλων οὐσῶν φαίνεται. οἷον, φησίν, ὁ μὲν ἰατρὸς λέγει ὅτι τὰ περιφερῆ τῶν τραυμάτων δυσαπουλωτότερα τῶν ἐπιμήκων εἰσίν· τούτου δὲ τὴν αἰτίαν ὁ γεωμέτρης λέγει, ὅτι ὁ κύκλος τῶν ἰσοπεριμέτρων σχημάτων πολυχωρητότερός ἐστι. καὶ γὰρ ἀεὶ τῶν ἰσοπεριμέτρων τὰ πολυγωνιώτερα πολυχωρητότερα· καὶ ἐπεὶ ὁ κύκλος τέλος ἐστὶ τῶν πολυγωνίων, διὰ τοῦτο πάντων ἐστὶ πολυχωρητότατος τῶν σχημάτων. δοκεῖ μὲν οὖν αὕτη ἡ αἰτία μὴ ὑγιῶς εἰρῆσθαι· καὶ γὰρ ἐὰν δύο τραύματα λάβωμεν μὴ ἰσοπερίμετρα ἀλλὰ τὸ μὲν μεῖζον εὐθύγραμμον τὸ δὲ ἔλαττον κυκλοτερὲς καὶ τὴν περίμετρον ἔχον ἐλάττονα καὶ τὸ ἐμβαδόν, οὐδὲν ἧττον δυσαπουλωτότερον ἔσται τὸ περιφερές. αἴτιον δὲ τούτου τὸ μὴ παρακεῖσθαι πλησίον τὰ ὑγιαίνοντα τῶν μορίων2 ἀλλὰ πόρρω καὶ διὰ τοῦτο δυσχεραίνειν τὴν φύσιν συνάγειν αὐτά. διὸ καὶ τέμνουσιν οἱ ἰατροὶ τὰ τοιαῦτα τῶν τραυμάτων καὶ γωνίας ποιοῦσιν, ἵνα τὸ σχῆμα ἀφανίσωσιν· ἔνθα μὲν γάρ εἰσι γωνίαι, ὀλίγου ὄντος τοῦ μεταξὺ διαστήματος τῶν ὑγιαινόντων μορίων δύναται διὰ τὸ μὴ πόρρω εἶναι τὰ ὑγιαίνοντα συνάγειν αὐτὰ ἡ φύσις καὶ ἀπουλοῦν. ἔστι δὲ ἑτέρῳ παραδείγματι χρήσασθαι εἰς τὰ προκείμενα, εἰ λάβωμεν ἰατρικὴν καὶ ἀστρολογικήν· ὁ μὲν γὰρ ἰατρὸς λέγει ὅτι αἱ ἕβδομοι κρίσιμοι, διὰ τί μέντοι κρίσιμοι, οὐκ οἶδεν· ὁ μέντοι ἀστρολόγος αἰτίας λέγει, λέγω δὴ τὰ τετράγωνα τῆς σελήνης σχήματα καὶ τὰ τοιαῦτα ἄττα.
“并且许多甚至不相互隶属的科学也是这样关联的,例如医学对几何学。” 他说,关于“事实”的三段论与关于“原因”的三段论在不同的科学之间也是有区别的,并展示了在相互隶属的科学中情形如何。现在,他证明这种区别在某些并不相互隶属的科学中也表现出来。他说,例如医生说圆形的伤口比长形的伤口更难愈合;而几何学家则陈述其原因,即在等周长的图形中圆的容积最大。因为在等周长图形中,角越多的容积总是越大;既然圆是多边形的极限,因此在一切图形中它是容积最大的。然而,这个原因似乎说得并不妥当;因为即使我们取两个非等周长的伤口,一个是较大的直线形,另一个是较小的圆形且具有更小的周长和面积,圆形的伤口也依然会更难愈合。而此事的原因在于健全的部分并不相互紧挨而是相隔甚远,因此自然难以将它们合拢。所以医生们也切开这类的伤口并做出角来,以便消除这种形状;因为在有角的地方,由于健全部分之间的间隔狭小,且由于健全部分并非相隔甚远,自然便能够将它们合拢并使其结痂。不过对于当前论题也可以使用另一个例子,如果我们取医学和天文学:因为医生说第七日是转折日,然而为何是转折日他并不知道;天文学家却陈述其原因,我指的是月亮的正方形相位以及诸如此类的事物。
- 1.271ἃ φυσικοῦ εἰδέναι
属格 φυσικοῦ 作为表语并带不定式 εἰδέναι,系词 ἐστί 被省略,以关系代词 ἃ 为主语:表示所属或职责的特征属格构式,“这些属于自然哲学家应当知晓的事情”。
- 1.272αἴτιον δὲ τούτου τὸ μὴ παρακεῖσθαι πλησίον τὰ ὑγιαίνοντα τῶν μορίων
省略系词的名词句:αἴτιον 为表语,带冠词的不定式短语 τὸ μὴ παρακεῖσθαι... 作主语,其宾格短语 τὰ ὑγιαίνοντα τῶν μορίων 充当不定式 παρακεῖσθαι 的逻辑主语(主格宾格)。
