- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:179.13-181.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐释了从属科学之间的关系,如立体几何学与机械学、天文学与航海观察、数学和声学与听觉音乐学,指出较高层次的数学科学掌握“原因”,而较低层次的经验科学只知道“事实”;他还论述了理论家虽有普遍知识却因疏忽而不知个别事实的情形,并阐明数学科学将形式从质料实体中抽离出来的本性。
" Καὶ τὰ μηχανικὰ πρὸς στερεομετρίαν." Διαφέρει στερεομετρία γεωμετρίας, ὅτι ἡ μὲν περὶ τὰ ἐπίπεδα ἔχει, ἡ δὲ περὶ τὰ στερεά. ἔστιν οὖν ὑπὸ τὴν στερεομετρίαν ἡ μηχανικὴ τοῖς ἐκείνῃ δεδειγμένοις ὡς ἀρχαῖς καὶ αἰτίοις κεχρημένη.1
“以及机械学对立体几何学[的关系也是如此]。” 立体几何学与几何学不同,因为后者关涉平面,而前者关涉立体。因此,机械学隶属于立体几何学,利用在立体几何学中证明的东西作为原理和原因。
"Καὶ τὰ φαινόμενα πρὸς ἀστρολογικήν." Φαινόμενα λέγει τὴν παρατήρησιν τὴν τῶν φαινομένων ὑπὸ τῶν ναυτῶν γινομένην, οἷον ὅτι τῇδε τῇ ἡμέρᾳ τόδε τὸ ἄστρον ἐπιτέλλει, καὶ τῶν ἄλλων πάντων ὧν ἐκ παρατηρήσεως ἴσασιν. αὐτὴ μὲν οὖν τὸ ὅτι μόνον οἶδεν, ἡ τῶν ναυτῶν φημι παρατήρησις· ἡ δὲ ἀστρονομία καὶ τὰς αἰτίας τούτων ἀποδίδωσι.
“以及现象[之学]对天文学[的关系也是如此]。” 他所谓的“现象”,是指水手们对现象所作的观察,例如在这一天这颗星升起,以及他们从观察中所知道的所有其他事情。因此,水手们的观察只知道“事实”,而天文学则还给出这些事物的原因。
"Σχεδὸν δὲ συνώνυμοί εἰσιν ἔνιαι τούτων τῶν ἐπιστημῶν.2" Καλῶς εἶπε σχεδόν· οὔτε γὰρ πάντῃ συνώνυμοί εἰσιν, ἐπεὶ αἱ αὐταὶ ἂν ἦσαν, οὔτε πάντῃ ὁμώνυμοι· οὐδὲν γὰρ ἂν εἶχον κοινὸν πρὸς τὰ πράγματα· νῦν δὲ περὶ τὰ αὐτὰ καταγίνονται. εἰ δὲ καὶ ὁλοσχερέστερόν τις ἀποδώσει τούτων τοὺς λόγους, κοινοὺς ὄψεται τοὺς ὁρισμούς· οἷον εἴ τις εἴποι ἀστρολογίαν εἶναι γνῶσιν τῶν γινομένων κατ’ οὐρανόν, κοινὸν ἀποδώσει ὅρον τῆς τε ναυτικῆς ἀστρολογίας καὶ μαθηματικῆς.
“并且这些科学中的某些几乎是同名的。” 他恰当地说了“几乎”;因为它们既非完全同名[同义],否则它们就是同一门科学;也非完全同名异义,否则它们在事实方面就没有任何共同之处;但事实上它们关涉相同的对象。而且,如果有人对它们给出更粗略的说明,就会发现它们的定义是共通的;例如,如果有人说天文学是关于天界发生之事的知识,那么他就给出了航海天文学与数学天文学的共通定义。
"Καὶ ἁρμονικὴ ἥ τε μαθηματικὴ καὶ ἡ κατὰ τὴν ἀκοήν." Ἡ μὲν τῶν Πυθαγορείων μουσικὴ λόγῳ τὴν ἁρμονίαν διακρίνει, οὐκ αἰσθήσει· ἡ μέντοι δημώδης μουσικὴ αἰσθήσει μόνῃ τὸ ἀνάρμοστον καὶ τὸ ἡρμοσμένον κρίνει· διόπερ αὕτη μὲν μόνον τὸ ὅτι οἶδεν, οἷον ὅτι σύμφωνος ἡ ἁρμονία, ἡ δὲ μαθηματικὴ καὶ τὸν λόγον διὰ τί σύμφωνος. διὸ καὶ καλῶς τις αὐτοὺς ἐπισκώπτων φησὶν ὅτι ὦτα τοῦ νοῦ προηγήσαντο.
“以及和声学,包括数学的和声学与依据听觉的和声学。” 毕达哥拉斯派的音乐学凭理性而非感觉来辨别和声;然而通俗的音乐学仅凭感觉来判定不调和与调和。因此,后者仅知道“事实”,例如和声是协和的;而数学和声学还知道其协和的比例原因。因此也有人恰当地嘲讽他们说,“他们把耳朵置于理智之前”。
"Καὶ πολλάκις οὐκ ἴσασι τὸ ὅτι, ὥσπερ οἱ τὸ καθόλου θεωροῦντες πολλάκις ἔνια τῶν καθ’ ἕκαστον οὐκ ἴσασι δι’ ἀνεπισκεψίαν." Ὥσπερ γὰρ ὁ εἰδώς, ὅτι οὐδεμία ἡμίονος κύει, πολλάκις ἑωρακὼς ἡμίονον ὠγκωμένην ἔχουσαν τὴν γαστέρα ὑπολάβοι ἄν ὅτι κύει, μὴ ἐπιστήσας ἤτοι τῷ καθόλου λόγῳ, ὅτι οὐδεμία κύει ἡμίονος, ἢ ὅτι τὸ παρὸν ἡμίονος, οὕτω καὶ αἱ τοῦ διότι ἐπιστῆμαι πολλάκις τὸ κατὰ μέρος ἀγνοοῦσι δι’ ἀνεπιστασίαν, τὸν καθόλου λόγον εἰδυῖαι. οἷον πολλάκις ὁ μουσικὸς συμφώνου ἁρμονίας ἀκούσας οὐκ οἶδεν εἰ σύμφωνος, καίτοι καθόλου οἶδε τίνες οἱ σύμφωνοι λόγοι. ὁμοίως καὶ ὁ ἀστρονόμος εἰδώς, ὅτι τὰ βόρεια τῶν ἄστρων τὰ συνανατείλαντα τοῖς νοτίοις ὕστερα δύνουσι τῶν νοτίων, πολλάκις ἑωρακὼς τὸν Ταῦρον πρὸ τοῦ Ἡνιόχου δύντα οἰήσεται καὶ προανατεῖλαι τοῦ Ἡνιόχου καὶ διὰ τοῦτο καὶ πρὸ αὐτοῦ δῦναι δι’ ἀνεπιστασίαν τοῦ κατὰ μέρος καὶ διότι τὰ νοτιώτερα θᾶττον δύνουσιν.3
“并且他们常常不知道事实,正如考察普遍者的人由于疏忽而常常不知道某些个别事物一样。” 因为正如知道任何骡子都不受孕的人,在常常看到一只肚子鼓胀的骡子时,可能会由于没有注意到普遍的陈述即任何骡子都不受孕,或者没有注意到眼前的是一只骡子,而设想它受孕了;同样,知道普遍说明的关于“原因”的科学,由于疏忽也常常不认识个别事物。例如,音乐家常常听到了协和的和声却不知道它是否协和,尽管普遍而言他知道哪些是协和的比率。同样,天文学家知道与南方星辰一同升起的北方星辰比南方星辰更晚落下,但在常常看到金牛座在御夫座之前落下时,由于对个别情况以及对偏南者落下得更快这一事实的疏忽,会以为它也在御夫座之前升起,并因此在它之前落下。
"Ἔστι δὲ ταῦτα ὅσα ἕτερόν τι ὄντα τὴν οὐσίαν κέχρηται τοῖς εἴδεσι.4" Ἐπειδὴ εἶπε τὸ ὅτι τῶν αἰσθητικῶν εἶναι, τὸ δὲ διότι τῶν μαθηματικῶν, αἰσθητικὰς καλῶν ἁρμονικὴν τὴν κατὰ τὴν ἀκοὴν καὶ ἀστρολογίαν τὴν ναυτικήν, ἐνταῦθα βούλεται εἰπεῖν τίνες εἰσὶν αἱ μαθηματικαί, ὅτι ὅσαι τῶν ἐπιστημῶν ἄλλο μέν τί εἰσι κατ’ οὐσίαν, οὐ κέχρηνται μέντοι † ἐκείνῳ ἀλλὰ μόνον τὸ εἶδος ἀποσυλῶσι τῆς ὕλης αὐτῆς, μαθηματικαὶ λέγονται. ναυτικὴ μὲν γὰρ ἀστρολογία καὶ μουσικὴ ἡ κατὰ τὴν ἀκοὴν οὐ τοῖς εἴδεσι κέχρηνται ἀλλ’ αὐτῇ τῇ οὐσίᾳ τῶν πραγμάτων· αἱ μέντοι μαθηματικαὶ τοῖς εἴδεσι μόνοις, οὐδαμῶς τὴν οὐσίαν ἐπιλογιζόμεναι οὐδὲ αἰσθήσει προσκεχρημέναι.
“而这些就是那些在实体上虽为别物却利用形式的科学。” 由于他说“事实”属于感觉的科学,而“原因”属于数学的科学,并将依据听觉的和声学与航海天文学称为感觉的科学,在此他意图说明何为数学的科学,即在诸科学中,凡在实体上是别的事物,却不利用它,而只从质料本身剥离形式的,都被称为数学的科学。因为航海天文学与依据听觉的音乐学利用的不是形式,而是事物本身的实体;然而数学科学仅利用形式,绝不把实体计算在内,也不附带利用感觉。
- 1.265τοῖς ἐκείνῃ δεδειγμένοις ὡς ἀρχαῖς καὶ αἰτίοις κεχρημένη
与格短语 τοῖς ἐκείνῃ δεδειγμένοις 充当分词 κεχρημένη 的宾语。ἐκείνῃ 为阴性单数与格,以处所与格的方式指代前文的 στερεομετρίᾳ(“在立体几何学中”)。ὡς ἀρχαῖς καὶ αἰτίοις 作表语性同位语(“作为原理和原因”)。
- 1.267Σχεδὸν δὲ συνώνυμοί εἰσιν ἔνιαι τούτων τῶν ἐπιστημῶν
引用亚里士多德的原文(引理)。此处的 συνώνυμοι 比《范畴篇》中的严格定义(名称与本质定义皆相同者)使用得更为宽泛,指拥有相同名称(如“天文学”或“和声学”)。注解者在随后的论述中指出,如果完全同名同义,它们就是同一门科学,而 σχεδόν(“几乎”)说明它们在名称和对象上有重叠,但仍为不同的科学。
- 1.269δι’ ἀνεπιστασίαν τοῦ κατὰ μέρος καὶ διότι τὰ νοτιώτερα θᾶττον δύνουσιν
由 διά 引导的并列因果结构:第一个为名词短语 δι’ ἀνεπιστασίαν τοῦ κατὰ μέρος(“由于对个别情况的疏忽”),第二个为原因从句 καὶ διότι...(“以及由于……的事实”)。二者并列修饰动词 οἰήσεται,共同构成错误判断的原因(既出于对个别事实的疏忽,又因套用了偏南者下落更快的规则)。
- 1.270ἕτερόν τι ὄντα τὴν οὐσίαν κέχρηται τοῖς εἴδεσι
引用亚里士多德原文。主语为中性复数 ταῦτα,分词 ὄντα 为中性复数主格。τὴν οὐσίαν 是关系宾格/限定宾格(“在实体方面”)。主要动词 κέχρηται 为单数,符合中性复数主语搭配单数谓语动词的古典希腊语标准规则。
