- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:16.26-18.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了根据先前知识来认识与同时获得知识之间的区分(71a17–21),并将通过感觉认知个别三角形的过程(归纳)与通过中项和普遍前提推论出其内角和等于两直角的证明性认识加以对比。
" Ἔστι δὲ γνωρίζειν τὰ μὲν πρότερον γνωρίζοντα, τῶν δὲ καὶ ἅμα λαμβάνοντα τὴν γνῶσιν.1" Ταῦτα ἀμφότερα δυνατὸν καὶ τοῖς δύο τρόποις τῆς γνωρίσεως ἁρμόζειν, ἑκάτερον ἑκατέρῳ, καὶ ἄμφω τῷ δευτέρῳ οὕτως. ἔστι δὲ γνωρίζειν τὰ μὲν πρότερον γνωρίζοντα· τοῦτο ἁρμόζοι ἂν τῷ πρώτῳ τρόπῳ, καθ’ ὃν γνωρίζομέν τι καὶ πρότερον αὐτὸ τοῦτο ἐγνωκότες. τὸ δὲ τῶν δὲ καὶ ἅμα λαμβάνοντα τὴν γνῶσιν, τοῦτο πρὸς τὸν δεύτερον τρόπον ἁρμόζει, καθ’ ὃν ἅμα τῷ προσβάλλειν τινὶ γνωρίζομεν αὐτὸ μὴ πρότερον αὐτὸ ἐγνωκότες τῷ ἐφαρμόσαι αὐτὸ τῷ καθόλου. ἄμφω δὲ τῷ δευτέρῳ οὕτως· ἔστι δὲ γνωρίζειν τὰ μὲν πρότερον γνωρίζοντα, τουτέστι τὰ καθόλου, τῶν δὲ καὶ ἅμα λαμβάνοντα τὴν γνῶσιν, τουτέστι τὰ μερικά, οἷς πρώτως προσβάλλοντες λεγόμεθα αὐτὰ γνωρίζειν τῷ ἐφαρμόζειν αὐτὰ τοῖς καθόλου τοῖς προεγνωσμένοις ἡμῖν. τὰ δὲ παραδείγματα ὡς πρὸς τὸν δεύτερον ἐπηνέχθη τρόπον.
“然而,有可能一部分事物是通过预先认识来认识,而另一部分事物则是同时获得认识。” 既有可能将这两者分别配合于认识的两种方式,即各自配合于各自,也有可能像下面这样将两者都配合于第二种方式。也就是说,“一部分事物是通过预先认识来认识”:这可以配合于第一种方式,按照这种方式,我们在先前就已经认识了这同一事物的情况下认识某物。而“另一部分事物则是同时获得认识”:这配合于第二种方式,按照这种方式,我们在触及某物的同时,在先前并不认识它的情况下,通过将它应用于普遍者而认识它。而将两者都配合于第二种方式则是这样:“有可能一部分事物是通过预先认识来认识”,即普遍者,而“另一部分事物则是同时获得认识”,即个别事物,当我们初次触及它们时,通过将它们应用于我们预先知晓的普遍者,我们便被说成是认识了它们。而那些例证是针对第二种方式提出来的。
"Ὅτι δὲ τόδε τὸ ἐν τῷ ἡμικυκλίῳ τρίγωνόν ἐστιν, ἅμα ἐπαγόμενος ἐγνώρισε.2" Τὸ ἐπαγόμενος ἀντὶ τοῦ ‘προσβάλλων αὐτῷ κατὰ τὴν αἴσθησιν’, ἐπειδὴ ἡ διὰ τῶν κατὰ μέρος γνῶσις ἐπαγωγὴ λέγεται, γινώσκομεν δὲ τὰ μερικὰ δι’ αἰσθήσεως. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ἔν τινι χειρί’ εἶπεν ἐν τῷ ἡμικυκλίῳ. ὥστε τὸ λανθάνον τρίγωνον ὡς μὲν τρίγωνον διὰ τὸ καθόλου ἐγνώρισεν, ὡς δὲ τοιόνδε τρίγωνον δι’ ἐπαγωγῆς ἐγνώρισεν, οὐκ ἔκ τινων προϋποκειμένων· τοιαύτη γὰρ πᾶσα ἡ αἰσθητικὴ γνῶσις, ἣν οὐδὲ γνώρισίν φαμεν ἀλλὰ γνῶσιν ἁπλῶς. ὅτι μέντοι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, καὶ ἄνευ τῆς ἐπαγωγῆς ἐγνώρισε τῷ ἔχειν προϋπάρχοντα ἐν ἑαυτῷ τὸν τοῦ καθόλου λόγον, ὅτι πᾶν τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. ἅμα οὖν ἔγνω ὅτι τρίγωνον, καὶ εὐθὺς ἔγνω ὅτι καὶ δύο ὀρθαῖς ἴσας ἔχει.
“至于半圆中的这个东西是三角形,他是在被引导的同时认识到的。” “在被引导的同时(ἐπαγόμενος)”代替了“通过感觉触及它”,因为通过个别事物的认识被称为归纳(ἐπαγωγή),而我们是通过感觉来认识个别事物的。〔亚里士多德〕没有说“在某人手中”,而是说了“在半圆中”。因此,对于那个隐蔽的三角形,他作为三角形是通过普遍者认识的,但作为如此这般的三角形则是通过归纳认识的,而不是从某些预先设定的事项中认识的;因为一切感觉认识都是如此,我们甚至不称之为再认识,而只径直称之为知识。然而,它具有三内角等于两直角这一点,他即便没有归纳也认识到了,因为他自身中预先存在着关于普遍者的定义,即一切三角形都具有三内角等于两直角。因此,在他知晓它是三角形的同时,也立刻知晓了它具有等于两直角[的角]。
"Ἐνίων γὰρ τοῦτον τὸν τρόπον ἡ μάθησίς ἐστι, καὶ οὐ διὰ τοῦ μέσου τὸ ἔσχατον γνωρίζεται." Πρὸς τὸ προσεχὲς ἀπήντησεν, ὅτι τινὰ μανθάνομεν οὐκ ἐφαρμόζοντες αὐτὰ ἄλλοις ἀλλ’ ἅμα τῷ προσβάλλειν αὐτοῖς τὴν πρώτην γνῶσιν αὐτῶν αἱροῦντες, οἷον ὅτι τόδε τρίγωνον ἢ κύκλος ἢ ἄλλο ὁτιοῦν. ἅπερ οὐ γνωρίζειν λεγόμεθα ἀλλὰ πρώτως μανθάνειν· ταῦτα δὲ πάντα μερικὰ ἐστιν. ὃ καὶ αὐτὸς δηλῶν εἶπεν ὅσα ἤδη τῶν καθ’ ἕκαστα τυγχάνει ὄντα καὶ μὴ καθ’ ὑποκειμένου τινός. ὅταν μέντοι τὸ τρίγωνον θεασάμενοι συλλογισώμεθα ὅτι δύο ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας, γνωρίζειν τοῦτο λεγόμεθα διά τινος μέσου τῷ καθόλου αὐτὸ ἐφαρμόζοντες· οἷον ὅτι πᾶν τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, τοῦτο δὲ τρίγωνόν ἐστι, καὶ τοῦτο ἄρα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. σημειωτέον δὲ ὅτι τὴν διὰ τῆς αἰσθήσεως γνῶσιν μάθησιν εἶπε. πρὸς ὃ καὶ ἐν ἀρχαῖς εἰπὼν “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις” ἀντιδιαστελλόμενος εἶπε τὸ “διανοητική”, ὡς οὔσης καὶ αἰσθητικῆς τινος μαθήσεως· ἐν γὰρ ταῖς ἐπαγωγαῖς μόνα τὰ καθ’ ἕκαστα γινώσκομεν καὶ οὐ τὰ καθόλου.
“因为对于某些事物,学习是以这种方式进行的,而不是通过中项来认识极项的。” 针对紧接在前面的问题,他回应道:我们学习某些事物,并不是通过将它们应用于他物,而是在触及它们的同时便抓住了对它们的第一种认识,例如这是三角形、圆或任何其他东西。对于这些事物,我们不被说成是认识,而是初次学习;而这些全都是个别事物。〔亚里士多德〕自己阐明这一点时也说“凡是已经属于个别事物而不表述任何主词的事物”。然而,当我们看见三角形并推论出它具有三内角等于两直角时,我们被说成是通过某个中项并将它应用于普遍者来认识这一点的;例如,一切三角形都具有三内角等于两直角,而这是三角形,所以这也具有三内角等于两直角。需要注意的是,他把通过感觉而来的认识称为“学习”。针对这一点,他在开篇说“一切教学和一切学习”时,特意区分地加上了“理智的”一词,这是因为也存在着某种感觉的学习;因为在归纳中,我们仅仅认识个别事物,而不认识普遍者。
- 1.11τὰ μὲν πρότερον γνωρίζοντα, τῶν δὲ καὶ ἅμα λαμβάνοντα τὴν γνῶσιν
相对于宾语为宾格的分词短语 τὰ μὲν ... γνωρίζοντα,后一分句转为属格结构 τῶν δὲ ... λαμβάνοντα。此处的 τῶν δέ 既可视为依附于名词 τὴν γνῶσιν 的宾格性属格,也可视为与 λαμβάνοντα 搭配的部分属格,与前半部分的直接宾格 τὰ μέν 构成异格呼应(variatio)。
- 1.12ἅμα ἐπαγόμενος ἐγνώρισε
分词 ἐπαγόμενος 在语法上为中动或被动态(“被引导”或“导入”),但斐洛波诺斯将其直接意译为主动态的 προσβάλλων αὐτῷ κατὰ τὴν αἴσθησιν(“通过感觉触及它”),从而将归纳(ἐπαγωγή)直接与感官经验对个别事物的直观相联系。
