← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§177.16-179.12

过度陈述的原因与从属科学中的证明

斐洛庞诺斯探讨了亚里士多德所谓“出于过度”而陈述的远程原因的含义(采纳狄米斯提乌斯的解释)并引阿纳哈尔西斯的轶事,随后通过几何定理说明隶属关系的各门科学(光学与几何学)如何分担对“事实”(hoti)与“原因”(dioti)的认识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.263

" Ἐοίκασι δὲ αἱ τοιαῦται τῶν αἰτιῶν τοῖς καθ’ ὑπερβολὴν εἰρημένοις· τοῦτο δέ ἐστι τὸ πλέον ἀποστήσαντα τὸ μέσον εἰπεῖν.1" Ὁ μὲν φιλόσοφος τὸ τοῖς καθ’ ὑπερβολὴν εἰρημένοις φησὶν εἰρῆσθαι τῷ Ἀριστοτέλει ἀντὶ τοῦ ‘τοῖς πολὺ διεστηκόσι’ καὶ ἐξηγητικὸν τούτου τὸ ἐπιφερόμενον εἶναι· τοῦτο γάρ, φησί, λέγω τὸ καθ’ ὑπερβολὴν τὸ ἀποστήσαντα τὸν μέσον ὅρον τῆς προσεχοῦς αἰτίας οὕτως εἰπεῖν, τουτέστι μὴ προσεχῆ αἴτιον εἶναι τὸν μέσον ὅρον ἀλλὰ πορρωτέρω. οὐ τοῦτο δ’ ἐμοὶ δοκεῖ ἡ λέξις σημαίνειν· αὐτὸ γὰρ τοῦτο τοῦ περὶ τούτου λόγου ἀρχόμενος εἴρηκε, τὸ “ἐφ’ ὧν δὲ τὸ μέσον ἔξω τίθεται”, τουτέστι πόρρω τῆς προσεχοῦς αἰτίας τὴν θέσιν ἔχει. ἐν οὖν τῷ λέγειν ‘ἔοικε τὰ πόρρω αἴτια τοῖς πόρρωθεν αἰτίοις’ πολὺ τὸ ἀνακόλουθον φαίνεται. ἀλλ’ ὅπερ καὶ ὁ Θεμίστιός φησι, τοῦτ’ ἔστιν ἴσον ‘τοῖς ἐκ τοῦ περιόντος καὶ ἐκ περιουσίας λαμβανομένοις’. ἤρκει γὰρ πρὸς τὸ δεῖξαι μὴ ἀναπνεῖν τὸν τοῖχον τὸ εἰπεῖν ὅτι πνεύμονα οὐκ ἔχει· τὸ δὲ διὰ τὸ μὴ εἶναι ζῷον πρὸς ὑπερβολὴν καὶ ἐκ περιουσίας εἴληπται. ὁμοίως τὸ μὲν τὰ νότια θᾶττον δύνειν διὰ τὸ ἐλάττονα ἔχειν τὴν ὑπὲρ γῆς περιφέρειαν ἱκανὸν εἰς ἀπόδειξιν· τὸ δὲ ἐκ τοῦ πορρωτέρω εἶναι τοῦ βορείου πόλου ἐκ τοῦ μᾶλλον ἐστιν. εἶτα καὶ ἐξηγούμενος, τί ἐστι τὸ καθ’ ὑπερβολήν, ἐπήγαγεν ὅτι τὸ πλεῖον ἀποστήσαντα τὸν μέσον ὅρον, τουτέστι πορρωτέρω τῆς κυρίως αἰτίας, οὕτως εἰπεῖν τὸν λόγον, τουτέστιν οὕτως ἐστὶν ἡ ὑπερβολή. εἰ γὰρ διὰ τὸν μέσον ὅρον ὁ συλλογισμὸς καὶ οὗτός ἐστιν αἴτιος τοῦ συμπεράσματος, ὁ ἐκ τοιούτων ὅρων δεικνὺς ἐκ τοῦ περιόντος δείκνυσιν· εἰ γὰρ συνῆκται τὸ συμπέρασμα διὰ μέσου πόρρω ἀφεστηκότος τῆς αἰτίας, πολλῷ μᾶλλον δι’ αὐτῆς τῆς αἰτίας δειχθείη ἄν. τὴν τοιαύτην, φησίν, αἰτίαν καὶ Ἀνάχαρσις ὁ Σκύθης ἀποδέδωκε τοῦ μὴ εἶναι ἐν Σκύθαις αὐλητρίδας· ἐρωτηθεὶς γὰρ εἰ μὴ εἰσὶν ἐν Σκύθαις αὐλητρίδες, ἀπεκρίθη ‘οὐδαμῶς, ἐπειδὴ οὐδὲ ἄμπελοι’. πόρρω γὰρ καὶ οὗτος ἀποδέδωκε· προσεχὲς μὲν γὰρ αἴτιον τοῦ μὴ εἶναι αὐλητρίδας τὸ μὴ μεθύσκεσθαι, τοῦ δὲ μὴ μεθύσκεσθαι τὸ μὴ εἶναι ἀμπέλους. φέρεται δὲ τοῦτο ἐν τοῖς ἀρχαίοις ἀπομνημονεύμασιν.

“但此类原因类似于出于过度而被陈述者;而这就是将中项拉开更远距离而言说。” 那位哲学家说,“出于过度而被陈述者”是亚里士多德用来代替“相隔甚远者”的说法,并且接下来的文句是对这一点的解释;因为他说:“我所谓‘出于过度’就是指:将中项从直接原因拉开距离而这样言说,也就是中项不是直接的原因,而是较远的原因。”但这文句在我看来并不意味着这一点;因为他在开始关于此事的讨论时就正是这样说的,即“中项被置于外者”,也就是在远离直接原因处具有其位置。因此,在说“较远的原因类似于来自远处的原因”中,显出了很大的不连贯。相反,正如狄米斯提乌斯也所说的那样,这等于“从余剩和从过剩中所取之物”。因为为了证明墙壁不呼吸,说它没有肺就足够了;但说由于它不是动物,则是出于过度和从过剩中取得的。同样,南方的事物落下得更快是由于它们在地面上的圆周较小,这对于论证已足够;但说由于距北极更远,则是出于过度的。接着,在解释什么是“出于过度”时,他补充说,将中项拉开更远距离——即远离本来的原因——而如此陈述该论据,也就是说这就是过度所在。因为如果三段论是通过中项进行的,并且中项是结论的原因,那么从这样的词项进行证明的人就是从余剩中证明;因为如果结论是通过远离原因的中项推导出的,那么通过该原因自身则更能被证明。他说,斯基泰人阿纳哈尔西斯也提出了这样的原因,用以解释为什么在斯基泰人那里没有笛女;因为当被问及斯基泰人那里是否没有笛女时,他回答说:“绝没有,因为甚至连葡萄树都没有。”因为他也从远处给出了原因;因为没有笛女的直接原因是不醉酒,而不醉酒的原因则是没有葡萄树。而此事记载在古代的备忘录中。

§1.264

"Ἄλλον δὲ τρόπον διαφέρει τὸ διότι τοῦ ὅτι τὸ δι’ ἄλλης ἐπιστήμης ἑκάτερον θεωρεῖν." Εἰπών, ὅτι τὸ ὅτι διαφέρει καὶ τὸ διότι ἐπίστασθαι πρῶτον μὲν ἐν τῇ αὐτῇ ἐπιστήμῃ, ἐνταῦθα τὴν ἀπόδοσιν ἐποιήσατο εἰπὼν ἄλλον δὲ τρόπον τὸ δι’ ἄλλης ἐπιστήμης ἑκάτερον θεωρεῖν. ὅσαι οὖν, φησί, τῶν ἐπιστημῶν ὑπάλληλοί εἰσιν, οὕτως ἔχουσιν, καὶ οἱ μὲν τῆς κατωτέρω ἐπιστήμης συλλογισμοὶ τοῦ ὅτι εἰσίν, οἱ δὲ τῆς ἀνωτέρω τοῦ διότι. οἷον λέγει ὁ ὀπτικὸς διὰ τί τὰ μὲν πόρρωθεν ὁρώμενα ἐλάττονα φαίνεται, τὰ δὲ ἐγγύθεν μείζονα· καὶ ἀποδίδωσι τούτου τὴν αἰτίαν λέγων ὅτι τὰ ὑπὸ μείζονος γωνίας ὁρώμενα μείζονα φαίνεται, τὰ δὲ ἐγγυτέρω ὁρώμενα τὰ αὐτὰ ὄντα ὑπὸ μείζονος γωνίας ὁρᾶται ἢ ὅτε πόρρωθεν ἦν. οἷον ἔστω τὸ ὁρώμενον μέγεθος τὸ ΓΔ, τὸ δὲ ὄμμα πρὸς τῷ Α σημείῳ, ὄψεις δὲ αἱ ἐξιοῦσαι ἐκ τοῦ ὄμματος καὶ προσβάλλουσαι τῷ ὁρατῷ, καθ’ ἃς καὶ γίνεται ἡ ἀντίληψις, αἱ ΑΓ, ΑΔ. ἀποτελεῖται δὴ τρίγωνον βάσιν μὲν ἔχον τὸ ὁρώμενον μέγεθος τὸ ΓΔ, πλευρὰς δὲ τὰς ΑΔ, ΑΓ ἀκτῖνας τὰς ἐκ τοῦ ὄμματος, κορυφὴν δὲ αὐτὸ τὸ ὄμμα, οἷον τὸ Α. ἐὰν οὖν κινηθῇ τὸ ὄμμα καὶ γένηται ἐγγυτέρω τοῦ ὁρατοῦ, οἷον κατὰ τὸ Β σημεῖον, ἕτεραι εὐθεῖαι προσβάλλουσιν [ἐν] τῷ ὁρατῷ, αἱ ΒΔ, ΒΓ, ἀποτελοῦσαι ἕτερον τρίγωνον, τὸ ΒΓΔ, οὗ κορυφὴ μὲν πάλιν τὸ Β, βάσις δὲ τὸ ὁρώμενον μέγεθος τὸ ΓΔ, πλευραὶ δὲ αἱ ΒΓ, ΒΔ ἀκτῖνες αἱ ἐκ τοῦ ὄμματος προσβάλλουσαι τῷ ὁρατῷ. ἔστιν οὖν δύο τρίγωνα βάσιν μὲν ἔχοντα τὴν αὐτὴν κορυφὰς δὲ καὶ πλευρὰς διαφόρους. ὅτι μὲν οὖν τὰ ἐγγυτέρω ὁρώμενα ὑπὸ μείζονος γωνίας ὁρᾶται, λέγει ὁ ὀπτικός. διὰ τί μέντοι ἡ ὑπὸ ΓΒΔ γωνία2 μείζων ἐστὶ τῆς ὑπὸ ΓΑΔ, οὐκέτι ὁ ὀπτικὸς δείκνυσιν ἀλλ’ ὁ γεωμέτρης, ὅτι ἐὰν τριγώνου ἐπὶ μιᾶς τῶν πλευρῶν ἀπὸ τῶν περάτων δύο εὐθεῖαι ἐντὸς συσταθῶσιν, αἱ συσταθεῖσαι τῶν λοιπῶν τοῦ τριγώνου πλευρῶν ἐλάττους μὲν ἔσονται, μείζονα δὲ γωνίαν περιέξουσιν. ἃ δὲ ἡμῖν εἰς τὸ προκείμενον θεώρημα ἠπόρηται, τὸ ὀπτικόν φημι, ἐν μὲν τοῖς συμμίκτοις ἀπογέγραπται θεωρήμασιν, ὧν νῦν περιττὸν μνησθῆναι διὰ τὸ μὴ τοῦ προκειμένου ἔξω ποιεῖσθαι τὸν λόγον.

“在另一种方式下,‘原因’与‘事实’之所以不同,在于各自通过不同的科学来考察。” 在首先说明了在同一门科学中知道“事实”与知道“原因”有所不同之后,在此他通过说“在另一种方式下,在于各自通过不同的科学来考察”作出了对应陈述。他说,凡相互具有隶属关系的科学都具有这种状态,较低科学的三段论是关于“事实”的,而较高科学的三段论则是关于“原因”的。例如,光学家说明为什么从远处看的事物显得较小,而从近处看的事物显得较大;并且他给出其原因说,在较大角下被看见的事物显得较大,而相同的事物在较近处被看见时,比在远处时是在较大角下被看见的。例如,设被看见的量为ΓΔ,眼睛在点Α处,从眼睛射出并投射到可见物上、知觉也据之产生的视线为ΑΓ、ΑΔ。于是便形成了一个三角形,以被看见的量ΓΔ为底,以来自眼睛的射线ΑΔ、ΑΓ为两边,以眼睛自身即Α为顶点。因此,如果眼睛移动并来到更靠近可见物之处,例如在点Β处,另一些直线即ΒΔ、ΒΓ便投射到可见物上,形成另一个三角形ΒΓΔ,其顶点再次为Β,底为被看见的量ΓΔ,两边为来自眼睛投射到可见物上的射线ΒΓ、ΒΔ。于是存在两个底相同而顶点和两边不同的三角形。因此,从较近处被看见的事物在较大角下被看见这一“事实”,是由光学家陈述的;然而,为什么由ΓΒΔ所夹的角大于由ΓΑΔ所夹的角这一“原因”,光学家不再证明,而是由几何学家证明:若在一个三角形的一条边上,从两端在内部构成两条直线,则构成的直线虽小于该三角形其余两边,却夹更大的角。至于我们就所提出的定理——我是指光学定理——所探讨的难题,已记录在《杂题集》中,为了不使论述逸出当前的主题,现在提及它们是多余的。

语法注2 条
  1. 1.263τὸ πλέον ἀποστήσαντα τὸ μέσον εἰπεῖν

    在以不定式 εἰπεῖν 为核心的结构中,分词 ἀποστήσαντα 取阳性单数宾格,充当不定式的泛指逻辑主语(“人……”),表示“(人)将中项拉开更远距离而言说”。

  2. 1.264ἡ ὑπὸ ΓΒΔ γωνία

    古希腊几何学中表示角的固定句式。介词 ὑπό 后接表示边界线段的属格字母(中间为顶点Β),表示“由直线 ΓΒ 与 ΒΔ 所夹的角”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:177.16-179.12