← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§176.3-177.15

第二格中具有否定结论的原因三段论

菲洛波庞论证了为何具有否定结论的关于原因的三段论唯独在第二格中产生,并说明若不进行两次换位,第一格无法表达诸词项之间本质性的原因排斥关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.262

" Ὁ δὲ συλλογισμὸς γίνεται τῆς τοιαύτης αἰτίας ἐν τῷ μέσῳ σχήματι." Τουτέστιν ἐν ᾧ ὁ μέσος ὅρος ἔξω τίθεται καὶ γίνεται τὸ συμπέρασμα ἀποφατικόν. δῆλον γὰρ ὅτι, ἐὰν καταφατικὸν ᾖ, ἐν τῷ πρώτῳ δείκνυται σχήματι, ἐὰν δὲ ἀποφατικόν, ἐν τῷ δευτέρῳ, ὥσπερ ἐπὶ τῶν προκειμένων· οὐδεὶς τοῖχος ζῷον, πᾶν ἀναπνέον ζῷον, οὐδεὶς ἄρα τοῖχος ἀναπνεῖ· ἐν Σκύθαις ἄμπελοι οὐκ εἰσίν, ἔνθα εἰσὶν αὐλητρίδες, ἄμπελοι εἰσίν, ἐν Σκύθαις ἄρα οὐκ εἰσὶν αὐλητρίδες. καὶ δυνατὸν μὲν ἦν καὶ διὰ τοῦ πρώτου σχήματος ποιήσασθαι τὸν συλλογισμὸν τήν τε ἀποφατικὴν πρότασιν ἀντιστρέψαντα καὶ τὸ συμπέρασμα.1 εἰ γὰρ οὐδεὶς τοῖχος ζῷον, καὶ οὐδὲν ζῷον τοῖχος· ἀλλὰ καὶ πᾶν ἀναπνέον ζῷον· καὶ συνάγεται οὐχὶ ‘οὐδεὶς τοῖχος ἀναπνεῖ’, ἀλλ’ ‘οὐδὲν ἀναπνέον τοῖχος’· ἀντιστραφέντος οὖν καὶ τοῦ συμπεράσματος γίνεται ‘οὐδεὶς τοῖχος ἀναπνεῖ.’ ἀλλ’ ἐπειδὴ ἁπλούστερον διὰ τοῦ δευτέρου σχήματος συνήγετο, διὰ τοῦτο οὕτως εἶπε. ζητητέον δὲ τὴν αἰτίαν, διὰ τί μὴ γίνεται ἐπὶ τοῦ προκειμένου ἐν πρώτῳ σχήματι συλλογισμός. εἰ γὰρ δυνατὸν καὶ ἐπὶ τοῦ πρώτου σχήματος ἀποφατικὸν συναγαγεῖν συμπέρασμα, ὡς ὅταν εἴπω ‘πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον λίθος, οὐδεὶς ἄρα ἄνθρωπος λίθος’, διὰ τί μὴ καὶ ἐπὶ τοῦ προκειμένου; φημὶ ὅτι, ὅταν μὲν εἴπω ‘πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον λίθος, οὐδεὶς ἄρα ἄνθρωπος λίθος’, οὐκ αἴτιον ἔλαβον τὸν μέσον ὅρον τοῦ μὴ κατηγορεῖσθαι τοῦ ἐλάττονος τὸν μείζονα· οὐδὲ γάρ, ἐπειδὴ ὁ ἄνθρωπος ζῷόν ἐστι, διὰ τοῦτο οὐκ ἔστι λίθος. ἀλλ’ ἐπὶ τῶν αἰτίων δεῖ τὸν μέσον ὅρον τοῦ ἐλάττονος ἀποφάσκεσθαι καὶ αἴτιον γίνεσθαι τοῦ δι’ ἑαυτοῦ καὶ τὸν μείζονα ἀποφάσκεσθαι τοῦ ἐλάττονος. ὥσπερ γὰρ ἐπὶ τῶν καταφατικῶν συλλογισμῶν διὰ τοῦτο ὁ μείζων τοῦ ἐλάττονος κατηγορεῖται, ἐπειδὴ καὶ ὁ μέσος, καὶ διὰ τοῦ μέσου κατηγορεῖται καὶ αὐτὸς τοῦ ἐλάττονος, οὕτω δῆλον ὅτι καὶ ἐπὶ τῶν ἀποφατικῶν δεῖ γίνεσθαι, εἴ γε τῷ ὄντι αἴτιον δεῖ εἶναι τὸν μέσον τοῦ τὸν μείζονα τῷ ἐλάττονι μὴ ὑπάρχειν, καὶ ἀποφάσκεσθαι τὸν μέσον τοῦ ἐλάττονος καὶ δι’ ἑαυτοῦ τὸν μείζονα αὐτοῦ ἀποφάσκεσθαι.2 ἐπεὶ οὖν θέλει τοῦ ἐλάττονος ἀποφάσκεσθαι ὁ μέσος, ἐν δὲ τῷ πρώτῳ σχήματι οὐκ ἐνδέχεται τὴν ἐλάττονα πρότασιν ἀποφατικὴν εἶναι, διὰ τοῦτο οὐχ οἷόν τέ ἐστιν ἐν τῷ πρώτῳ σχήματι ἀποφατικὸν συλλογισμὸν τῆς αἰτίας γενέσθαι, εἰ μή, ὡς εἶπον, δύο ἀντιστροφὰς ποιησώμεθα, τῆς τε ἀποφατικῆς προτάσεως καὶ τοῦ συμπεράσματος. ὅπερ δὴ εἶπον, ὅταν εἴπω ‘πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον λίθος, οὐδεὶς ἄρα ἄνθρωπος λίθος’, οὐκ ἔστιν αἴτιος ὁ μέσος ὅρος τοῦ συμπεράσματος ἀλλ’ ἡ φύσις αὐτὴ τῶν ὅρων. τὸ μὲν γὰρ μηδὲν ζῷον λίθον εἶναι ὁμοίως ἐστίν, ὥσπερ ἂν εἰ μηδὲ ξύλον εἶναι εἴποι τις μηδὲ ἄλλο τι τῶν παρὰ τὸ ζῷον· τὸ δὲ λέγειν ‘πᾶς ἄνθρωπος ζῷον’ οὐκ αἴτιον τοῦ μὴ εἶναι τὸν ἄνθρωπον λίθον, ἐπεὶ καὶ μὴ ζῷον ὢν ἠδύνατο μὴ εἶναι λίθος.3 ὅταν μέντοι εἴπω ‘οὐδεὶς ἄνθρωπος ἄψυχον, πᾶς λίθος ἄψυχον, οὐδεὶς ἄρα ἄνθρωπος λίθος’, αἴτιόν ἐστι τοῦ μὴ εἶναι τὸν ἄνθρωπον λίθον τὸ μηδὲ ἄψυχον εἶναι· ἐπειδὴ γὰρ γένος ἐστὶ τοῦ λίθου τὸ ἄψυχον, οὐ μετέχει δὲ τοῦ γένους ὁ ἄνθρωπος, διὰ τοῦτο οὐδέ τινος τῶν ὑπὸ τὸ γένος εἰδῶν μεθέξει, ὧν ἐστι καὶ ὁ λίθος. μόνως ἄρα ἐν τῷ δευτέρῳ σχήματι ὁ τῆς τοιαύτης αἰτίας συλλογισμός.

“而此类原因的三段论产生于中间的格中。” 也就是说,在其中中项被置于外并且结论是否定性的[格中]。因为显而易见,如果是肯定性的,它就在第一格中被证明;如果是否定性的,就在第二格中,正如在所提出的事例中:“没有任何墙壁是动物;凡呼吸之物皆是动物;因此没有任何墙壁呼吸”;“在斯基泰人那里没有葡萄树;凡有笛女之处,皆有葡萄树;因此在斯基泰人那里没有笛女”。而且,通过对否定前提和结论两者都进行换位,本来也可能通过第一格构成该三段论。因为如果“没有任何墙壁是动物”,那么“没有任何动物是墙壁”;但是“凡呼吸之物皆是动物”;推导出的不是“没有任何墙壁呼吸”,而是“没有任何呼吸之物是墙壁”;因此在结论也被换位之后,就变成“没有任何墙壁呼吸”。但是,由于通过第二格推导更为单纯,正因如此他才这样说。然而应当探求其原因:为什么在所提出的事例中三段论不产生于第一格中?因为如果即使在第一格中也可能推导出否定性的结论,正如当我讲“凡人皆是动物;没有任何动物是石头;因此没有任何人是石头”时那样,为什么在所提出的事例中却不能呢?我说,当我讲“凡人皆是动物;没有任何动物是石头;因此没有任何人是石头”时,我并未将中项把握为大项不被陈述于小项的原因;因为并不是由于人是动物,正因如此才不是石头。相反,在原因的情形中,中项必须从小项中被否定,并成为大项通过中项自身也从小项中被否定的原因。因为正如在肯定三段论中,大项被陈述于小项是因为中项也被陈述,并且通过中项它自身也被陈述于小项,显而易见,在否定三段论中也必须如此发生——如果中项确实应当是大项不属于小项的真正原因,且中项必须从小项中被否定,并通过中项自身大项从小项中被否定。因此,既然中项需要从小项中被否定,而在第一格中小前提不可能是否定性的,正因如此,除非像我所说的那样我们进行两次换位(既换位否定前提又换位结论),否则在第一格中不可能产生关于原因的否定三段论。正像我所说的,当我讲“凡人皆是动物;没有任何动物是石头;因此没有任何人是石头”时,中项并不是结论的原因,而是各词项自身的本性才是原因。因为没有任何动物是石头,就如同有人说既不是木头也不是动物之外的任何其他东西一样;而说“凡人皆是动物”并不是人不是石头的原因,因为即使不是动物,人也可能不是石头。然而,当我讲“没有任何人是无生命的;凡石头皆是无生命的;因此没有任何人是石头”时,人不是石头的原因正是不属于无生命者;因为无生命者是石头的属,而人不分有这一属,正因如此人也不会分有该属之下的任何种,而石头正是这些种之一。因此,唯独在第二格中才会产生此类原因的三段论。

语法注3 条
  1. 1.262τήν τε ἀποφατικὴν πρότασιν ἀντιστρέψαντα καὶ τὸ συμπέρασμα

    阳性单数宾格分词 ἀντιστρέψαντα 与不定式 ποιήσασθαι 的逻辑主语(不定的施事者,“人们/推论者”)相一致。

  2. 1.262καὶ ἀποφάσκεσθαι τὸν μέσον τοῦ ἐλάττονος καὶ δι’ ἑαυτοῦ τὸν μείζονα αὐτοῦ ἀποφάσκεσθαι

    由 καί 引导的两个带不定式 ἀποφάσκεσθαι 的小句,在语法上充当解释性成分以详述前文 δεῖ γίνεσθαι 的内容,或直接受 δεῖ 支配。

  3. 1.262ἐπεὶ καὶ μὴ ζῷον ὢν ἠδύνατο μὴ εἶναι λίθος

    分词 μὴ ζῷον ὤν 起让步或条件作用(“即使不是动物”),而未完成过去式直陈语气 ἠδύνατο 在没有 ἄν 的情况下表达过去的与事实相反的可能性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:176.3-177.15