- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:174.31-176.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺驳斥了关于亚里士多德不当使用换质位法的疑难,指出这一推理并非针对单纯前提而是针对因果关系故而成立;并援引天文学与阿纳卡尔西斯的例证表明第二格同样能产生关于原因的三段论,以此证明“中项被置于外面”并非指第二格。
ἀλλ’ ὁ διὰ τοῦ μὴ ἔχειν τὸν τοῖχον πνεύμονα συλλογιζόμενος ὅτι οὐκ ἀναπνεῖ τοῦ διότι εἶπε συλλογισμόν· τὴν αἰτίαν γὰρ ἔχει τοῦ πράγματος ἐν τῷ μέσῳ ὅρῳ· ὁ δὲ διὰ τοῦ μὴ εἶναι ζῷον τοῦ ὅτι, διότι ἀφέστηκε τῆς αἰτίας ὁ μέσος ὅρος. ἐνταῦθα δὲ εἰκότως ἀπορήσειεν ἄν τις πρὸς τὰ παρὰ τοῦ Ἀριστοτέλους εἰρημένα, ἐν οἷς φησιν εἰ γὰρ τὸ μὴ εἶναι ζῷον τοῦ μὴ ἀναπνεῖν αἴτιον, ἔδει τὸ ζῷον εἶναι αἴτιον τοῦ ἀναπνεῖν· δοκεῖ γὰρ τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ κακῶς χρήσασθαι ἀπὸ τοῦ ἡγουμένου ποιησάμενος τὴν ἀντιστροφήν.1 εἰ γὰρ τὸ μὴ ζῷον, φησίν, αἴτιον τοῦ μὴ ἀναπνεῖν, τὸ ζῷον αἴτιον τοῦ ἀναπνεῖν· ἔστι γὰρ ἡγούμενον μὲν τὸ μὴ ζῷον, ἑπόμενον δὲ τὸ μὴ ἀναπνεῖν. τί οὖν φαμεν πρὸς ταῦτα; ὅτι εἰ μὲν ἐπὶ προτάσεων ἁπλῶς ἐποιεῖτο τὴν ἀντιστροφὴν λέγων ὅτι, εἰ τὸ μὴ ζῷον οὐκ ἀναπνεῖ, ἀνάγκη τὸ ζῷον πᾶν ἀναπνεῖν, τῷ ὄντι κακῶς ἐχρήσατο τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ. νῦν δὲ οὐχ οὕτως εἶπεν· οὐ γὰρ ὡς ἐπὶ προτάσεων ἁπλῶς ἐξέθετο τὸν λόγον ἀλλ’ ὡς ἐπὶ αἰτίου καὶ αἰτιατοῦ. διὸ οὐκ εἶπεν ‘εἰ γὰρ τῇ ἀποφάσει ἕπεται τὸ μὴ ὑπάρχειν, καὶ τῇ καταφάσει ἕψεται τὸ ὑπάρχειν’, τὸ ἀναπνεῖν δηλονότι, ἀλλ’ εἰ ἡ ἀπόφασις αἰτία τοῦ μὴ ὑπάρχειν, ἡ κατάφασις τοῦ ὑπάρχειν, ἵνα, ὡς εἶπον, λάβῃ τὸ αἴτιον καὶ τὸ αἰτιατόν· ἐπὶ τούτων δέ, ὡς εἶπον, ἀληθὲς ἐκ τοῦ ἡγουμένου ποιήσασθαι τὴν ἀντιστροφήν. οἷον εἰ τὸ πλησιάζειν ἀνδράσι γυναῖκας αἴτιον τοῦ τίκτειν αὐτάς, τὸ μὴ πλησιάζειν ἀνδράσιν αἴτιον γίνεται τοῦ μὴ τεκεῖν· καὶ εἰ τοῦ μὴ ναυαγεῖν τὸ μὴ πλεῖν αἴτιον, τοῦ ναυαγεῖν ἄρα τὸ πλεῖν αἴτιον ἔσται· καὶ εἰ τοῦ μὴ εἶναι καρποὺς αἴτιον τὸ μὴ ὗσαι, τοῦ εἶναι ἄρα αἴτιον ἂν εἴη τὸ ὗσαι· καὶ ἐπὶ πάντων ὡσαύτως. ὥστε οὐ κακῶς ἀπὸ τοῦ ἡγουμένου ἐποιήσατο τὴν ἀντιστροφὴν αἴτιον λαβὼν καὶ αἰτιατόν. Ἔτι ἐφ’ ὧν τὸ μέσον ἔξω τίθεται· καὶ γὰρ ἐν τούτοις τοῦ ὅτι καὶ οὐ τοῦ διότι ἡ ἀπόδειξις. ὅτι τὸ ἔξω τίθεσθαι οὐ λέγει ἐν τῷ δευτέρῳ εἶναι σχήματι, δῆλον καὶ ἐξ αὐτῶν τούτων.2 ἐπὶ τούτων γάρ, φησί, μόνως τοῦ ὅτι καὶ οὐ τοῦ διότι ἡ ἀπόδειξις· ὥστε λέγοι ἂν ὅτι οὐδέποτε ἐν δευτέρῳ σχήματι τοῦ διότι συλλογισμὸς γίνεται. τοῦτο δὲ ψεῦδος· ἰδοὺ γάρ φημι οὕτως· ἐν τῇ ὑπὸ τὴν ὀρθὴν σφαῖραν οἰκήσει ὁ κύκλος ὃν κινεῖται ὁ ἥλιος ἴσον ἔχει τὸ ὑπὲρ γῆν ἡμικύκλιον τῷ ὑπὸ γῆν· ἐν οἷς ἐστι μείζων ἡ ἡμέρα καὶ ἐλάττων, οὐκ ἔστιν ἴσον τὸ ὑπὲρ γῆν μέρος τοῦ ἡλιακοῦ κύκλου τῷ ὑπὸ γῆν· ἐν τῇ ὑπὸ τὴν ὀρθὴν σφαῖραν ἄρα οἰκήσει οὐκ ἔστι μείζων ἡμέρα καὶ ἐλάττων. καὶ ἔστιν οὗτος τοῦ διότι συλλογισμός· ἡ γὰρ προσεχὴς αἰτία ἐν τῷ μέσῳ ἐστὶν ὅρῳ. καὶ ὅπερ αὐτός φησι, τὸ τοῦ Ἀναχάρσιδος, ‘ἐν Σκύθαις ἄμπελοι οὐκ εἰσίν, ἔνθα μέθη ἐστίν, ἄμπελοι εἰσίν, ἐν Σκύθαις ἄρα μέθη οὐκ ἔστι’, καὶ οὗτος δῆλον ὅτι ὁ συλλογισμὸς τοῦ διότι ἐστί· προσεχὲς γὰρ αἴτιον τοῦ μὴ εἶναι μέθην τὸ μηδὲ ἀμπέλους εἶναι· καὶ ἔστι τὸ σχῆμα δεύτερον. καὶ ἐπὶ ἄλλων πλείστων τὸ αὐτό.
相反,由于墙壁没有肺而推论出它不呼吸的人,陈述了关于原因的三段论;因为他在中项中把握了事物的原因;而由于它不是动物[而如此推论]的人,则陈述了关于事实的[三段论],因为中项远离了原因。在此处,人们自然可能会对亚里士多德所说的话提出疑难,在那些话中他说,如果不是动物是不呼吸的原因,那么是动物就应当是呼吸的原因;因为他似乎不当地使用了换质位法,是从前件做出了换位。因为他说,如果不是动物是不呼吸的原因,那么是动物就是呼吸的原因;因为不是动物是前件,而不呼吸是后件。那么,我们对此应当如何回答呢?如果在关于单纯前提的层面上进行换位,说如果不是动物者不呼吸,则一切动物必然呼吸,那么他确实是不当地使用了换质位法。但实际上他并非如此说;因为他并不是在单纯前提的层面上展开论述,而是在原因与结果的层面上展开的。因此他并没有说“因为如果对于否定而言伴随着不存在,那么对于肯定而言也伴随着存在” ——显然是指呼吸——而是说“如果否定是不存在的原因,那么肯定就是存在的原因”,正如我所说的,以便把握原因和结果;而在这些情形中,正如我所说的,从前件做出换位是真实的。例如,如果女人接近男人是她们生育的原因,那么不接近男人就成为不生育的原因;如果不出海是不遭遇海难的原因,那么出海就将是遭遇海难的原因;如果不降雨是没有庄稼的原因,那么降雨就会是有庄稼的原因;在一切事物上皆是如此。因此,把握了原因与结果的他从前件做出换位并非是不当的。“此外,在中项被置于外面的情形中;因为在这些情形中,证明也是关于事实的而非关于原因的。”他说被置于外面并不是指处于第二格之中,这一点从这些话本身也是显而易见的。因为他说,在这些情形中,证明仅仅是关于事实的而非关于原因的;从而他等于是在说,在第二格中绝不会产生关于原因的三段论。但这却是假的;因为看哪,我如此论述:在正球之下的居所中,太阳所运行的圆周其位于地上部分的半圆与地下部分相等;在昼时长时短的地方,太阳圆周位于地上的部分与地下的部分不相等;因此在正球之下的居所中昼并无时长时短。而这是关于原因的三段论;因为直接原因就在中项之中。又如他自己所引用的阿纳卡尔西斯之言:“在斯基泰人那里没有葡萄树;凡是有酩酊之处,皆有葡萄树;所以在斯基泰人那里没有酩酊”,这一三段论显然也是关于原因的;因为没有酩酊的直接原因是没有葡萄树;而且其格是第二格。在极多其他事例上也是同样如此。
- 1.261δοκεῖ γὰρ τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ κακῶς χρήσασθαι ἀπὸ τοῦ ἡγουμένου ποιησάμενος τὴν ἀντιστροφήν
术语 σὺν ἀντιθέσει ἀντιστροφή 指逻辑学中的“换质位法”(对偶换位)。此处疑难指出亚里士多德似乎不当地运用了此法(κακῶς χρήσασθαι),因为他是“从前件做出了换位”(ἀπὸ τοῦ ἡγουμένου,即看似从 ¬p → ¬q 推导出 p → q),而标准的换质位法应是从后件的否定推导前件的否定(¬q → ¬p)。
- 1.261ὅτι τὸ ἔξω τίθεσθαι οὐ λέγει ἐν τῷ δευτέρῳ εἶναι σχήματι, δῆλον καὶ ἐξ αὐτῶν τούτων
这是一个倒装结构,引导主语从句的 ὅτι 句前置于主句谓语 δῆλον [ἐστί]。在 ὅτι 从句内部,结构为 λέγει(主语省略,指亚里士多德)加上不定式短语 τὸ ἔξω τίθεσθαι 作为宾语,表明“他所说的置于外面并非指处于第二格中”。通过将该从句前置,强调了反驳的核心论题。
