← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§173.21-174.31

中项置于外部与事实的证明

斐洛庞努斯解释了亚里士多德在“中项被置于外面”(78b13)中探讨通过有中介前提作出的关于事实的证明之缘由,指出该表述指远离直接原因(有中介性)而非格(第二格),并讨论了墙壁不呼吸的例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.261#1

" Ἔτι ἐφ’ ὧν τὸ μέσον ἔξω τίθεται· καὶ γὰρ ἐν τούτοις τοῦ ὅτι καὶ οὐ τοῦ διότι ἡ ἀπόδειξις." Εἰπὼν ὅτι ὁ τοῦ ὅτι καὶ ὁ τοῦ διότι συλλογισμὸς κατὰ τὴν αὐτὴν ἐπιστήμην κατὰ δύο τρόπους γίνεται, καθ’ ἕνα μέν, ὅτι ὁ μὲν τοῦ διότι δι’ ἀμέσων μόνως προτάσεων περαίνεται, ὁ δὲ τοῦ ὅτι καὶ δι’ ἐμμέσων, καθ’ ἕτερον δέ, ὅτι ὁ μὲν τοῦ ὅτι ἐκ τοῦ αἰτιατοῦ τὸ αἴτιον συλλογίζεται, ὁ δὲ τοῦ διότι ἐκ τοῦ αἰτίου τὸ αἰτιατόν, θεὶς τοῦ δευτέρου τρόπου παραδείγματα τό τε κατὰ τοὺς ἀστέρας καὶ τὸ κατὰ τὴν σελήνην τοῦ προτέρου παράδειγμα οὐδὲν ἔθηκε. διὰ τοῦτο οὖν νῦν ἐπαναλαμβάνει1 τὸν περὶ τοῦ πρώτου τρόπου λόγον, ἵνα καὶ αὐτὸν διὰ παραδείγματος πιστώσηται· οὐδὲ γὰρ ὡς ἕτερόν τινα τρόπον τοῦτον ἐκτιθέμενος τῆς ἐν τῇ αὐτῇ ἐπιστήμῃ διαφορᾶς τοῦ ὅτι καὶ τοῦ διότι οὕτως ἀνέλαβε ταῦτα (οὐδὲ γὰρ ἔστιν ἕτερόν τινα εὑρεῖν) ἀλλ’, ὡς εἶπον, ἵνα καὶ αὐτοῦ παράδειγμα θῆται. τί οὖν ἐστι τὸ ἐφ’ ὧν τὸ μέσον ἔξω τίθεται; τὴν ἀρχὴν μὲν ὁ Ἀλέξανδρός φησιν ὅτι διὰ τούτων τὸ δεύτερον σχῆμα σημαίνει· καὶ γὰρ τὰ παραδείγματα ἃ τίθησι τοῦ δευτέρου ἐστὶ σχήματος· διὸ καὶ ὑπονοήσειεν ἄν τις τὸ ἔξω τίθεσθαι τὸν μέσον ὅρον τοῦτο αὐτῷ σημαίνειν. οὐ τοῦτο δὲ αὐτῷ σημαίνει τὸ ἔξω τίθεσθαι τὸν μέσον ὅρον ἀλλ’, ὡς καὶ ὁ Ἀλέξανδρος προϊὼν φησιν, ἔξω τίθεσθαι τὸν μέσον λέγει ἀντὶ τοῦ πορρωτέρω τῆς προσεχοῦς αἰτίας·2 τοῦτο δέ, ἵνα μὴ τὴν κυριωτάτην καὶ προσεχῆ αἰτίαν ἔχῃ ὁ μέσος, ἀλλ’ ἔμμεσοι ὦσιν αἱ προτάσεις. τοιοῦτος γὰρ ἦν ὁ πρῶτος τῆς διαφορᾶς τρόπος τοῦ ὅτι πρὸς τὸ διότι· τὸν γὰρ τοῦ ὅτι συλλογισμὸν μὴ ἀμέσους ἔχειν τὰς προτάσεις ἔλεγεν ἀλλ’ ἐμμέσους. δῆλον δὲ τοῦτο καὶ ἐξ αὐτῶν ὧν ὁ Ἀριστοτέλης λέγει· οὓς μὲν γὰρ τίθησι συλλογισμοὺς τοῦ μέσου σχήματος, λέγω δὴ τοῦ δευτέρου, ἐφεξῆς τίθησιν ἐν οἷς φησιν “ὁ δὲ συλλογισμὸς γίνεται τῆς τοιαύτης αἰτίας ἐν τῷ μέσῳ σχήματι” ὡς δὴ μηδὲν εἰρηκὼς περὶ τούτου. ὅτι δὲ τὸ πόρρω τίθεσθαι τὸν μέσον ὅρον οὐδὲν ἄλλο αὐτῷ σημαίνει ἢ τὸ ἀφεστηκέναι τῆς προσεχοῦς αἰτίας, δηλοῖ ἐν οἷς πάλιν μετ’ ὀλίγα φησὶν “ἐοίκασι δὲ αἱ τοιαῦται τῶν αἰτιῶν τοῖς καθ’ ὑπερβολὴν εἰρημένοις· τοῦτο δέ ἐστι τὸ πλέον ἀποστήσαντα τὸν μέσον εἰπεῖν”, τουτέστι τῆς αἰτίας ἀποστήσαντα. Περὶ μὲν οὖν τούτου τοσοῦτον. τίθησι δὲ παράδειγμα τῶν ἐμμέσων προτάσεων τοιοῦτον· εἰ γὰρ θελήσομεν, φησί, δεῖξαι ὅτι οὐκ ἀναπνεῖ ὁ τοῖχος διὰ τὸ μὴ εἶναι αὐτὸν ζῷον, τοῦ ζῴου δηλονότι μέσου ὅρου ὄντος, τοῦ ὅτι ἔσται ὁ συλλογισμός· οὐ γὰρ τὴν προσεχῆ αἰτίαν τοῦ πράγματος ἔλαβεν. οὐ γὰρ διὰ τοῦτο οὐκ ἀναπνεῖ, ἐπεὶ μή ἐστι ζῷον· εἰ γὰρ τοῦτο ἦν, φησίν, αἴτιον τοῦ μὴ ἀναπνεῖν τὸν τοῖχον, τὸ μὴ εἶναι αὐτὸν ζῷον, ἔδει πᾶν ζῷον ἀναπνεῖν. νῦν δὲ πολλὰ τῶν ζῴων οὐκ ἀναπνεῖ, οἷον τὰ ἔντομα πάντα καὶ οἱ ἰχθύες. ἀληθὲς μὲν γὰρ ὃ μή ἐστι ζῷον, τοῦτο μηδὲ ἀναπνεῖν, καὶ ἕπεται τῷ ἡγουμένῳ τὸ ἑπόμενον· οὐ μὴν τοῦτο αἴτιον τοῦ μὴ ἀναπνεῖν.

“此外,在中项被置于外面的情形中;因为在这些情形中,证明也是关于事实的而非关于原因的。” 在说明了在同一门科学中关于事实的三段论与关于原因的三段论是通过两种方式产生的之后——按照一种方式,是因为关于原因的三段论仅通过无中介的前提完成,而关于事实的三段论也通过有中介的前提完成;按照另一种方式,是因为关于事实的三段论从结果推导出原因,而关于原因的三段论从原因推导出结果——他[亚里士多德]虽然给出了第二种方式的例证,即关于星体的那一个和关于月亮的那一个,却没有给出前一种方式的任何例证。因此,正是为了这个缘故,他现在重新拾起关于第一种方式的论述,以便也通过例证来确证它;因为他如此重新拾起这些,并非是要陈述在同一门科学中事实与原因之差异的某种别的方式(因为确实不可能找到某种别的方式),而是正如我说过的,为了也给出它的例证。那么,“在中项被置于外面的情形中”是什么意思呢?起初亚历山大说,通过这些话他指的是第二格;因为他所给出的例证确实属于第二格;因此有人可能会猜想,中项被置于外面对他来说意味着这一点。但中项被置于外面对他来说并非意味着这一点,而是正如亚历山大在后文中也指出的那样,他说中项被置于外面,是用来代替离直接原因更远;而这是为了让中项不具有最严格且直接的原因,从而使前提成为有中介的。因为事实与原因之差异的第一种方式正是如此;因为他说过,关于事实的三段论不是具有无中介的前提,而是具有有中介的前提。这一点从亚里士多德所说的话本身中也是显而易见的;因为他所给出的中格(即第二格)的三段论,是在紧接着说“而这种原因的三段论是在中格中产生的”的地方给出的,仿佛此前对此未曾提及一样。而把中项置于远处对他而言无非意味着远离直接原因,他在稍后再次说到“这种原因类似于言过其实的说法;而这就是把中项拉得更远来说”,也就是从原因拉开距离[来说]的地方表明了这一点。关于这一点,就谈这么多吧。他给出了有中介前提的这样一个例证:他说,如果我们想要证明墙壁不呼吸是因为它不是动物——动物显然是中项——那么三段论将是关于事实的;因为他没有把握事物的直接原因。因为并非因为这个缘故它才不呼吸,即因为它不是动物;因为他说,如果墙壁不呼吸的原因是由于它不是动物,那么一切动物都应当呼吸。但事实上许多动物并不呼吸,例如所有昆虫和鱼类。因为不是动物者也不呼吸这固然是真的,后件确实伴随着前件;但这绝非是不呼吸的原因。

语法注2 条
  1. 1.261Εἰπὼν ὅτι ὁ τοῦ ὅτι καὶ ὁ τοῦ διότι συλλογισμὸς... θεὶς τοῦ δευτέρου τρόπου παραδείγματα... τοῦ προτέρου παράδειγμα οὐδὲν ἔθηκε. διὰ τοῦτο οὖν νῦν ἐπαναλαμβάνει

    句首分词 Εἰπὼν 与随后的 θεὶς 共享同一主语(亚里士多德),描述背景前提:在说明了区分并给出了第二种方式的例证之后,亚里士多德却没有给出第一种方式的例证(τοῦ προτέρου παράδειγμα οὐδὲν ἔθηκε)。随后主句以 διὰ τοῦτο οὖν νῦν ἐπαναλαμβάνει 承接展开。

  2. 1.261ἀντὶ τοῦ πορρωτέρω τῆς προσεχοῦς αἰτίας

    介词 ἀντί 支配冠词属格 τοῦ,此处并未接不定词,而是将副词比较级短语 πορρωτέρω τῆς προσεχοῦς αἰτίας 实质名词化,构成解释性短语,表示“用来代指/意指‘离直接原因更远’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:173.21-174.31