- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:172.1-173.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了如何通过换位诸项将原因置于中项,从而将关于事实的推论转化为关于原因的推论(如行星的邻近与不闪烁、月亮的球形与位相),随后注解了原因与结果不可换位时的不对称性,并通过潜能与现实的区别调和了因果作为关系项的理论问题。
" Ἐγχωρεῖ δὲ καὶ διὰ θατέρου θάτερον δειχθῆναι, καὶ ἔσται τοῦ διότι ἡ ἀπόδειξις." Πρὸ τούτου μὲν γὰρ διὰ τοῦ μὴ στίλβειν τὸ ἐγγὺς εἶναι αὐτοὺς ἐδείκνυτο, μέσου μὲν ὄντος ὅρου τοῦ μὴ στίλβειν, μείζονος δὲ τοῦ ἐγγὺς εἶναι. ἐὰν δὲ ἀντιστρέψωμεν τούτων τὴν τάξιν καὶ τὸν μὲν μείζονα μέσον θῶμεν, τὸ ἐγγὺς εἶναι, τὸν δὲ μέσον, τὸ μὴ στίλβειν, μείζονα, ποιοῦμεν τοῦ διότι συλλογισμόν· κυρίως γὰρ ἡ αἰτία ἐν τῷ μέσῳ γίνεται. οἷον οἱ πλάνητες ἐγγύς εἰσι· τὸ δὲ ἐγγὺς ὂν οὐ στίλβει· οἱ πλάνητες ἄρα οὐ στίλβουσιν. οὗτος οὖν τοῦ διότι, διότι ἐκ τοῦ αἰτίου τὸ αἰτιατὸν ἔδειξε, λέγω δὴ ἐκ τοῦ ἐγγὺς εἶναι τὸ μὴ στίλβειν.
“但也有可能通过一方来证明另一方,此时证明将是关于原因的。” 因为在此之前,是通过不闪烁来证明它们是邻近的,中项是不闪烁,大项是邻近。但如果我们换位它们的次序,将大项即邻近设为中项,而将中项即不闪烁设为大项,我们便作出了关于原因的三段论;因为严格来说,原因是在中项中产生的。例如:“行星是邻近的;邻近之物不闪烁;所以行星不闪烁。”因此这是关于原因的[三段论],因为它从原因证明了结果,我是说从邻近证明了不闪烁。
"Πάλιν ὡς τὴν σελήνην δεικνύουσιν, ὅτι σφαιροειδής." Ἕτερον τῶν αὐτῶν παράδειγμα. εἴπομεν δὲ ἱκανῶς ὅτι, εἰ μὲν ἐκ τοῦ σχήματος τοὺς φωτισμοὺς τῆς σελήνης συλλογισόμεθα, τοῦ διότι ἔσται ὁ συλλογισμὸς ἐκ τοῦ αἰτίου τὸ αἰτιατὸν συνάγων, εἰ δὲ ἔμπαλιν, τοῦ ὅτι.
“再次,正如他们证明月亮是球形的。” 这是关于同样事物的另一个例证。但我们已经充分说明过,如果我们从月亮的形状推论其照明位相,三段论将是关于原因的,即从原因推导出结果;但若相反,则是关于事实的。
"Ἐφ’ ὧν δὲ τὰ μέσα μὴ ἀντιστρέφει καὶ ἔστι γνωριμώτερον τὸ ἀναίτιον." Εἰπὼν περὶ τῶν ἀντιστρεφόντων αἰτίων καὶ αἰτιατῶν λέγει καὶ περὶ τῶν μὴ ἀντιστρεφόντων. ὅταν οὖν, φησί, μὴ ἀντιστρέφῃ ὁ μέσος ὅρος πρὸς τὸν μείζονα,1 τουτέστι τὸ αἴτιον πρὸς τὸ αἰτιατόν, ὅταν μὲν τὸ αἰτιατὸν γνωριμώτερον ᾖ, (ἀναίτιον δέ φησι τὸ αἰτιατόν· γνωριμώτερον δὲ τοῦτ’ ἔστιν, ὅτι τοῦ αἰτιατοῦ ὄντος πάντως ἀνάγκη εἶναι τὸ αἴτιον, ὥσπερ ἐν τῷ λέγοντι συλλογισμῷ ‘ἡ γυνὴ τέτοκεν, ἡ τετοκυῖα πεπλησίακεν ἀνδρί’· γνωριμώτερον γὰρ τὸ τετοκέναι· τούτῳ μὲν γὰρ ἕπεται τὸ πεπλησιακέναι, τῷ δὲ πεπλησιακέναι οὐ τοῦτο· οὗτος οὖν τοῦ ὅτι ὁ συλλογισμός, οὐ τοῦ διότι, διότι ἐκ τοῦ αἰτιατοῦ, τοῦ τετοκέναι, τὸ αἴτιον, τὸ πλησιάσαι ἀνδρί, συνήγαγεν ὡς πάντως ἑπομένου τῷ αἰτιατῷ τοῦ αἰτίου· εἰ γάρ τοι τέτοκε, πάντως καὶ πεπλησίακεν ἀνδρί), ἐπὶ τῶν οὕτως οὖν ἐχόντων οὐκ ἔστι τὸ διότι συλλογίσασθαι διὰ τὸ μὴ πάντως ἕπεσθαι τῇ αἰτίᾳ τὸ ἀποτέλεσμα. τοῦ δὲ ἑτέρου τρόπου οὐκ ἐμνήσθη, λέγω δὴ τοῦ ὅτι τοῦ μὲν αἰτίου ὄντος καὶ τὸ αἰτιατόν ἐστι, τοῦ δὲ αἰτιατοῦ οὐ πάντως τὸ αἴτιον, διότι μηδὲ κυρίως ἁπλῶς ὠχριάσεως αἴτιον τὸ τετοκέναι ἀλλὰ κατὰ συμβεβηκός, εἴ γε μὴ πᾶσα ὠχρίασις ὑπὸ τοῦ τετοκέναι. ἐὰν δὲ λάβωμέν τινα ὠχρίασιν μὴ ὑπὸ τοῦ τεκεῖν γενομένην ἀλλ’ ὑπ’ ἄλλου τινός, οὐ καλῶς φαμεν ἐπὶ ταύτης ὅτι τοῦ αἰτιατοῦ ὄντος τὸ αἴτιον οὐκ ἔστιν· οὐδὲ γάρ ἐστιν ἡ τοιαύτη ὠχρίασις αἰτιατὸν τοῦ τετοκέναι ἀλλ’ ἄλλου τινός. καθόλου γὰρ ἀδύνατον αἰτιατόν τι εἶναι μὴ ὄντος τοῦ αἰτίου· εἰ γὰρ πᾶν τὸ γινόμενον ἐξ αἰτίου γίνεται, πάντως ἀνάγκη τοῦ αἰτιατοῦ ὄντος καὶ τὸ αἴτιον εἶναι. τὸ δὲ αἴτιον τῆς πλάνης ἡ ὁμωνυμία καὶ τὸ τὸ αὐτὸ εἶδος ἢ πάθος ὑπὸ πλειόνων δύνασθαι αἰτίων γίνεσθαι. διὰ τοῦτο μόνως ἔλαβε τὸ δύνασθαι τοῦ αἰτίου ὄντος μὴ πάντως εἶναι τὸ αἰτιατόν, οὐ μὴν τοὐναντίον τοῦ αἰτιατοῦ ὄντος μὴ εἶναι τὸ αἴτιον. ἀλλ’ εἰ τῶν πρός τι τὸ αἴτιον καὶ τὸ αἰτιατόν, πῶς φαμεν αὐτὰ μὴ ἀντιστρέφειν καὶ ἐνδέχεσθαι τοῦ αἰτίου ὄντος τὸ αἰτιατὸν μὴ εἶναι; δυνάμει δῆλον ὅτι τὸ αἴτιον λέγοντες2 καὶ οὐκ ἐνεργείᾳ καὶ οὐχ ὡς αἴτιον ἀλλ’ ὡς πρᾶγμα, οἷον ὁ οἰκοδόμος ἐστὶν οἰκίας μὴ οὔσης ὡς τοιάνδε ἕξιν ἔχων· εἰ μέντοι ὡς αἴτιος ληφθῇ, ἀνάγκη πάντως καὶ τὸ αἰτιατὸν εἶναι· τῶν πρός τι γὰρ ταῦτα, καὶ ὡς ἔστι θάτερον, καὶ θάτερον, εἰ δυνάμει τὸ αἴτιον, καὶ τὸ αἰτιατὸν δυνάμει, εἰ δὲ ἐνεργείᾳ τὸ αἴτιον, καὶ τὸ αἰτιατὸν πάντως ἐνεργείᾳ.
“但在中项不换位且非原因者更为可知的情形中。” 在谈论了可换位的原因与结果之后,他也谈论了不可换位者。他说,因此每当中项与大项不换位时,也就是原因与结果不换位时,一方面当结果更为可知时(他把结果称为“非原因者”;而它更为可知在于,当结果存在时必定必然有原因存在,正如在表述为‘该妇人生育了;生育者曾与男子交合’的三段论中;因为生育了是更为可知的;因为交合伴随着这一项,但这一项并不伴随着交合;因此这个三段论是关于事实的而非关于原因的,因为它从结果即生育了推导出了原因即与男子交合,理由是原因必定伴随着结果;因为如果确实生育了,必定也曾与男子交合),因此在具有这种情形的事物中,不可能推论出原因,因为结果并不必定伴随着原因。但他没有提及另一种方式——我是指当原因存在时结果也存在,但当结果存在时原因并不必定存在——这是因为生育了并非严格和单纯地是苍白的原因,而只是偶性原因,既然并非一切苍白都是由生育引起的。但如果我们取某种并非由生育而是由其他某种事物引起的苍白,在它的情形下我们若说“结果存在而原因不存在”就说得不恰当了;因为这种苍白并非生育了的结果,而是其他某种事物的结果。因为一般而言,如果原因不存在,就不可能有某种结果存在;因为如果一切生成之物都是从原因生成的,那么结果存在时必定必然也有原因存在。而谬误的原因在于同名异义,以及同一种或受动可以由多种原因引起这一事实。因此他仅采用了当原因存在时结果未必存在是可能的,而绝非相反即当结果存在时原因不存在。但如果原因与结果是关系项,我们怎么能说它们不换位,并且在原因存在时结果可能不存在呢?显然是因为我们在潜能上而非现实上谈论原因,且不是作为原因而是作为事物来谈论的;例如建筑师在房屋不存在时作为具有这种品质者依然存在;然而如果他是作为原因被看待,那么结果必定也必然存在;因为这些是关系项,一方如何存在,另一方也如何存在:如果原因在潜能中,结果也在潜能中;如果原因在现实中,结果也必定在现实中。
- 1.260ὅταν οὖν, φησί, μὴ ἀντιστρέφῃ ὁ μέσος ὅρος πρὸς τὸν μείζονα
从 ὅταν οὖν, φησί 开始的句子在中间插入了较长的括号性说明(ἀναίτιον δέ φησι ... πεπλησίακεν ἀνδρί),主句随后在 ἐπὶ τῶν οὕτως οὖν ἐχόντων οὐκ ἔστι τὸ διότι συλλογίσασθαι 处得以恢复。该主句承接并回应了前半部分带有 ὅταν μὲν τὸ αἰτιατὸν γνωριμώτερον ᾖ 的条件从句。
- 1.260δυνάμει δῆλον ὅτι τὸ αἴτιον λέγοντες
对前文疑问句的紧略回答结构。δῆλον ὅτι 在此副词性地作“显然”解,分词 λέγοντες 则与省略的第一人称复数主动词(如 φαμέν)的主语一致,表示“[我们因]谈论……[而这样说]”的方式或原因。
