- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:170.1-171.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《后分析篇》78a22–34,详述了在同一门科学中关于事实与关于原因之证明的区别(当前提非无中介时,以及在可换位项中通过更为可知之结果进行推论时)。他剖析了根据行星不闪烁推论其邻近性的三段论例证,并借助视线推进中减弱的视觉理论解释了为何邻近物体不会闪烁。
" Πρῶτον μὲν ἐν τῇ αὐτῇ ἐπιστήμῃ, καὶ ἐν ταύτῃ διχῶς." Εἰπὼν ὅτι πρῶτον μὲν ἐν τῇ αὐτῇ ἐπιστήμῃ, οὐκ ἐπήγαγεν ὅτι καὶ ἐν ἄλλῃ δὲ καὶ ἄλλῃ, ἀλλὰ πρῶτον εἰπὼν πῶς ἐν τῇ αὐτῇ ἐπιστήμῃ, ὅτι διχῶς, καὶ ἐπεξελθὼν τοῖς δύο τρόποις τότε μετὰ πολλὰ λέγει πῶς καὶ κατὰ ἄλλην καὶ ἄλλην διαφέρουσιν.
“第一是在同一门科学中,而且在其中有两种方式。” 在说了第一是在同一门科学中之后,他并没有紧接着加上说在不同的科学中也是如此,而是先说了在同一门科学中是如何的——即有两种方式——并在详述了这两种方式之后,才在许多内容之后说明它们在不同的科学中也是如何不同的。
"Ἕνα μὲν τρόπον, ἐὰν μὴ δι’ ἀμέσων γίνηται ὁ συλλογισμός." Τουτέστιν ἐὰν μὴ ἄμεσοι ὦσιν αἱ προτάσεις· τοῦ γὰρ ὅτι ἔσται τότε ὁ συλλογισμός. ὁ δὲ τοῦ διότι συλλογισμὸς τὸ πρῶτον θέλει ἔχειν αἴτιον ἐν τῷ μέσῳ ὅρῳ.
“一种方式是,如果三段论不是通过无中介的前提产生的。” 也就是说,如果前提不是无中介的;因为那时三段论将是关于事实的。而关于原因的三段论则要求在中项中具有第一原因。
"Ἄλλον δὲ δι’ ἀμέσων μέν, ἀλλὰ μὴ διὰ τοῦ αἰτίου ἀλλὰ τῶν ἀντιστρεφόντων διὰ τοῦ γνωριμωτέρου." Ὁ δεύτερος τρόπος, καθ’ ὃν διαφέρει τὸ ὅτι τοῦ διότι, ὅτι ἐπ’ ἀμφοτέρων μὲν ἄμεσοι αἱ προτάσεις, ἀντιστρεφόντων δὲ τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ,1 ὅταν γνωριμώτερον ᾖ τοῦ αἰτίου τὸ αἰτιατὸν καὶ ἐκ τοῦ γνωριμωτέρου τις συλλογίζηται, τότε τοῦ ὅτι ποιεῖται συλλογισμόν, ὥσπερ ὅταν ἐκ τοῦ αἰτίου τὸ αἰτιατόν, τοῦ διότι. ὅτι δὲ ἐπὶ τούτων καὶ τοῦ ὅτι εἰσὶν αἱ προτάσεις ἄμεσοι, σαφὲς ἐκ τῶν παραδειγμάτων· τὸ γὰρ τέφρας οὔσης εἶναι πάντως καὶ πῦρ ἄμεσον· οὐδενὸς γὰρ ἄλλου δεόμεθα μέσου ὅρου εἰς πίστιν.
“另一种方式是通过无中介的前提,但不是通过原因,而是通过可换位之物中更为可知者。” 事实与原因相区别的第二种方式是:在两种情形下前提都是无中介的,但在原因与结果可换位时,只要结果比原因更为可知,并且有人从更为可知者出发进行推论,那时他所作出的就是关于事实的三段论,正如当从原因推论出结果时,是关于原因的三段论一样。而在这些情形中关于事实的前提也是无中介的,这从诸例证中是清楚的;因为有灰烬时必定也有火,这是无中介的;为了确信,我们不需要任何其他中项。
"Οἷον ὅτι ἐγγὺς οἱ πλάνητες διὰ τοῦ μὴ στίλβειν." Πρότερον τοῦ δευτέρου τρόπου τῶν ἐν τῇ αὐτῇ ἐπιστήμῃ τοῦ ὅτι καὶ τοῦ διότι συλλογισμῶν ποιεῖται τὰ παραδείγματα. ἐὰν μὲν γὰρ εἴπωμεν οὕτως, ὅτι οἱ πλάνητες οὐ στίλβουσι, τὰ μὴ στίλβοντα ἐγγύς εἰσιν, οἱ πλάνητες ἄρα ἐγγύς εἰσιν, οὗτος τοῦ ὅτι ὁ συλλογισμός· ὁ γὰρ μέσος ὅρος οὐκ ἔστιν αἰτία τοῦ πράγματος· οὐ γὰρ τοῦτο αἴτιον τοῦ ἐγγὺς εἶναι, τὸ μὴ στίλβειν,2 αἰτιατὸν δὲ μᾶλλον· διὰ γὰρ τὸ ἐγγὺς εἶναι οὐ στίλβουσι. τεκμηριώδης οὖν ἡ δεῖξις, καὶ ὁ συλλογισμὸς τοῦ ὅτι. τὸ δὲ σχῆμα τοῦ συλλογισμοῦ πρῶτον ἐκ δύο καταφατικῶν. ὁ δὲ μέσος ὅρος ἀόριστος, λέγω τὸ μὴ στίλβειν, καὶ ἔστιν ἐλάττων μὲν πρότασις ἡ ΓΒ, μείζων δὲ ἡ ΒΑ.
“例如,行星由于不闪烁而是邻近的。” 他首先给出了同一门科学中关于事实和关于原因的三段论的第二种方式的例证。因为如果我们这样说:“行星不闪烁;不闪烁之物是邻近的;所以行星是邻近的”,这就是关于事实的三段论;因为中项并不是事情的原因;因为不闪烁并不是邻近的原因,反而更是其结果;因为由于邻近,它们才不闪烁。因此,这一论证是凭确据的,而三段论是关于事实的。三段论的格是由两个肯定[前提]组成的第一格。中项是不定的,我是说“不闪烁”,小前提是ΓΒ,而大前提是ΒΑ。
"〈Ἀλλὰ καὶ τὸ Α κατὰ τοῦ Β〉." Πρότερον ἐκ τοῦ ἐλάττονος ὅρου, τουτέστι τοῦ Γ, τὴν καταρίθμησιν τῶν ὅρων ποιησάμενος, ὕστερον ἐκ τοῦ μείζονος, τοῦ Α, πάλιν ἤρξατο, ἴσως τὸ ἐν ὅλῳ καὶ κατὰ παντὸς ἐμφαίνων ὡς ταὐτόν ἐστιν, ἐπεὶ ταὐτόν ἐστι· τῇ σχέσει μόνῃ διαφέρον.3
“〈而且A也述说B〉。” 他先前从小项即Γ开始对诸项进行列举,后来又从大项A重新开始,这或许是在表明[在整体中]与[述说一切]是同一的,因为它们确实是同一的,仅仅在关系上有所不同。
"Τοῦτο δ’ εἰλήφθω δι’ ἐπαγωγῆς ἢ δι’ αἰσθήσεως." Τὸ τὰ ἐγγὺς ὄντα μὴ στίλβειν ἐκ τῆς ἐπαγωγῆς, φησί, καὶ τῆς αἰσθήσεως εἰλήφθω· ὁ γὰρ ‘ἤ’ ἐνταῦθα οὐ διαζευκτικὸς ἀλλ’ ἀντὶ τοῦ ‘καὶ’ εἴληπται. οἷον εἰ ἀργύριον ἐγγὺς παραθείης, οὐκ ὄψει στίλβοντα· πόρρω δὲ θεὶς στίλβοντα ὄψῃ· ὁμοίως τὸ λυχνιαῖον φῶς πόρρωθεν μὲν ὁρώμενον στίλβειν δοκεῖ καὶ σχεδὸν ἀποσπινθηρίζειν, ἐγγὺς δὲ ὑπάρχον οὐδὲν τοιοῦτον ἐμφαίνει. διὰ τοῦτο καὶ οἱ μὲν ἀπλανεῖς τῶν ἀστέρων στίλβειν δοκοῦσιν, οἱ δὲ πλανώμενοι οὐκέτι. καὶ αὐτῶν δὲ τῶν πλανωμένων οἱ πορρωτέρω μᾶλλον στίλβουσιν· ὁ γοῦν τῆς Ἀφροδίτης καίτοι μέγιστος ἡμῖν φαινόμενος ὅμως οὐ στίλβει διὰ τὸ ἐγγύτατα εἶναι. τούτου δὲ αἴτιον, ὅτι προϊοῦσαι αἱ ὄψεις ἀσθενέστεραι γίνονται, καὶ διὰ τοῦτο μᾶλλον πάσχουσαι ὑπὸ τοῦ φωτὸς τῆς στιλπνότητος4 ἴσχουσι τὴν φαντασίαν· ἐγγυτέρων δὲ ὄντων τῶν λαμπρῶν σωμάτων ἐρρωμενέστεραι αὐτοῖς προσβάλλουσαι αἱ ὄψεις ἧττον πάσχουσιν ὑπ’ αὐτῶν. διὰ τοῦτο γοῦν οἱ ἀσθενεστέρας ἔχοντες τὰς ὄψεις καὶ ἐκ τοῦ σύνεγγυς στίλβειν τὰ λαμπρὰ τῶν σωμάτων νομίζουσιν, οἷον τὸ λυχνιαῖον φῶς ἤ τι τοιοῦτον· ἂν δ’ ἐπὶ πολὺ ἀσθενεῖς ὦσιν αἱ ὄψεις, οὐδὲ προσβλέψαι τὸ λυχνιαῖον φῶς δύνανται πολλῆς προσβαλλούσης τῆς στιλπνότητος. ὥστε τὰ ἐγγὺς ὄντα οὐ στίλβουσιν.
“而这一点应当通过归纳或通过感觉来获取。” 他说,邻近之物不闪烁这一点应当从归纳以及感觉中获取;因为这里的“ἤ”并非析取的,而是被用来代替“καί”。例如,如果你把一枚银币放在近处,你不会看见它闪烁;但放在远处,你就会看见它闪烁;同样,油灯的光从远处看时似乎在闪烁,几乎在迸发火星,但在近处时却丝毫不显现出这种情形。因此,恒星似乎在闪烁,而行星则不再如此。即使在行星本身之中,那些更遥远的也闪烁得更厉害;至少金星尽管在我们看来是最大的,却由于极其邻近而不闪烁。其原因在于,视线在向前推进时会变得更加微弱,由此由于更多地受到光的影响,它们产生了闪烁的表象;而当发光体更为邻近时,视线更强有力地投射在其上,受到它们的影响也就较少。至少由于这个缘故,那些视线较弱的人甚至在近距离也认为发光体(例如油灯的光或诸如此类的东西)在闪烁;如果视线极度微弱,他们甚至由于大量辉煌投射过来而无法正视油灯的光。因此,邻近之物并不闪烁。
- 1.254ἀντιστρεφόντων δὲ τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ
独立属格结构,复数属格分词 ἀντιστρεφόντων 与并列的两个单数名词 τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ 一致。它为随后的 ὅταν 从句所表达的条件提供了背景前提。
- 1.255ὁ δὲ μέσος ὅρος ἀόριστος, λέγω τὸ μὴ στίλβειν
形容词 ἀόριστος 用作表语(意为“不定的/含否定的”),后由 λέγω(“我是说”)引出带有定冠词的不定式短语 τὸ μὴ στίλβειν 作为同位语说明。
- 1.256ἐπεὶ ταὐτόν ἐστι · τῇ σχέσει μόνῃ διαφέρον
中性单数分词 διαφέρον 在概念上与所论及的事物(“在整体中”与“述说一切”的配对)相一致,表示附带情况或原因。与格 τῇ σχέσει 是表方面或视角的与格(“仅在关系上”)。
- 1.257μᾶλλον πάσχουσαι ὑπὸ τοῦ φωτὸς τῆς στιλπνότητος
ὑπὸ τοῦ φωτός 是修饰分词 πάσχουσαι 的介词短语(“受到光的影响”),而紧随其后的 τῆς στιλπνότητος 并不从属于该短语,而是前置的客观属格,修饰随后的 τὴν φαντασίαν(“产生闪烁的表象”)。
