← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§168.12-169.27

由果推因与关于事实的三段论

菲洛波庞论明了同一科学中关于事实与关于原因的三段论的第二种区别,将原因与结果划分为可换位与不可换位两类,并指出由结果推论原因的凭确据的证明仅属于关于事实的推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.251#2

ὥστε μόνως τὸ ὅτι συνελογισάμεθα ἐκ τούτου, ὅτι τοῦδε ὄντος τόδε ἕπεται, οὐ μὴν ὅτι τόδε τοῦδέ ἐστιν αἴτιον. κἂν αὐτόπιστοι δὲ εἶεν αἱ προτάσεις καὶ μηδενὸς ὅρου μέσου εἰς πίστιν δεόμεναι, μὴ περιέχοιεν δὲ τὴν αἰτίαν, οὐδὲν ἧττον τοῦ ὅτι ἐστὶν ὁ ἐκ τούτων συλλογισμός, ὥσπερ ὁ ἐκ τοῦ πανσέληνον εἶναι καὶ μὴ ποιεῖν σκιὰν τὴν ἔκλειψιν τῆς σελήνης κατασκευάσας. ὥστε οἱ μὲν τοῦ διότι1 συλλογισμοὶ πάντως δι’ ἀμέσων· οὐ μὴν οἱ δι’ ἀμέσων τοῦ διότι πάντως. εἷς μὲν οὖν τρόπος τῆς διαφορᾶς τοῦ ὅτι καὶ τοῦ διότι ἐν ταῖς αὐταῖς ἐπιστήμαις οὗτος. ἕτερος δέ, ὅταν ἀμφότεροι μὲν δι’ ἀμέσων περαίνωνται προτάσεων, καὶ ὁ τοῦ ὅτι συλλογισμὸς καὶ ὁ τοῦ διότι, ἀλλ’ ὁ μὲν τοῦ διότι ἐκ τῆς αἰτίας συλλογίζεται τὸ αἰτιατόν, ὁ δὲ τοῦ ὅτι ἐκ τοῦ αἰτιατοῦ τὸ αἴτιον· οἷαί εἰσιν αἱ τεκμηριώδεις καλούμεναι δείξεις. δεῖ δὲ ἄνωθεν ἀναλαμβάνοντας εἰπεῖν οὕτως. τῶν αἰτίων καὶ αἰτιατῶν τὰ μὲν ἀντιστρέφουσι, τὰ δὲ οὐκ ἀντιστρέφουσιν.2 οἷον εἰ μὲν γὰρ πῦρ, πάντως καὶ τέφρα, καὶ εἰ τέφρα, πάντως καὶ πῦρ· καὶ ἐπὶ τῶν φωτισμῶν τῆς σελήνης· εἴτε γὰρ τοιῶσδε φωτίζεται ὥσπερ ἐμφανίζεται, πάντως καὶ σφαιροειδής ἐστιν, εἴτε σφαιροειδής ἐστι, πάντως καὶ τοιῶσδε φωτίζεται. ἐφ’ ὧν οὖν ἀντιστρέφουσι πρὸς ἄλληλα τὸ αἴτιον καὶ τὸ αἰτιατόν, πολλάκις διὰ τὸ γνωριμώτερον εἶναι τοῦ αἰτίου τὸ αἰτιατὸν ἐκ τοῦ αἰτιατοῦ κατασκευάζομεν τὸ αἴτιον, οἷον τὴν σελήνην σφαιροειδῆ δεικνύντες ἐκ τῶν φωτισμῶν· καίτοι οὐχ οἱ φωτισμοὶ τοῦ σφαιροειδῆ εἶναι αἴτιοι, ἀλλ’ ἐκεῖνο τούτων. λέγεται οὖν οὗτος τοῦ ὅτι συλλογισμός· τὸ γὰρ σφαιροειδὲς τῆς σελήνης ἐκ τῶν φωτισμάτων συλλογίζεται. ὁμοίως ‘τέφρα ἐνταῦθά ἐστιν· ὅπου δὲ τέφρα, ἐκεῖ πῦρ ἦν· ἐνταῦθα ἄρα πῦρ ἦν’. εἰ δὲ εἴποιμεν ‘πῦρ ἐνταῦθα· ὅπου δὲ πῦρ, ἐκεῖ πάντως καὶ τέφρα· ἐνταῦθα ἄρα τέφρα ἐστί’, τοῦ διότι ὁ συλλογισμός· ἐκ τοῦ αἰτίου γὰρ τὸ αἰτιατὸν συλλογίζεται. ἐκεῖνος δὲ τοῦ ὅτι· ἐκ τοῦ αἰτιατοῦ γὰρ τὸ αἴτιον συνελογίσατο. καὶ ἐπεὶ ἄλυτά ἐστι τὰ τοιαῦτα, σημεῖα λέγεται, καὶ τοῦτο κατὰ τὰ δεύτερα ἀπόδειξις ἢ τὸ ὅλον τοῦτο τεκμηριώδης ἀπόδειξις. ἐπὶ μὲν οὖν τῶν ἀντιστρεφόντων οὕτως. πολλάκις δὲ τοῦ μὲν αἰτίου ὄντος ἀνάγκη καὶ τὸ αἰτιατὸν εἶναι, οὐ πάντως δὲ τοῦ αἰτιατοῦ ὄντος καὶ τὸ αἴτιον· καὶ ἔμπαλιν τοῦ μὲν αἰτιατοῦ ὄντος πάντως καὶ τὸ αἴτιον, οὐ πάντως δὲ τοῦ αἰτίου καὶ τὸ αἰτιατόν. οἷον τοῦ μὲν προτέρου· εἰ μὲν γὰρ τέτοκεν ἡ γυνή, πάντως καὶ ὠχρά ἐστιν· οὐ πάντως δὲ τῷ ὠχρὰν εἶναι ἀκολουθεῖ τὸ τετοκέναι· ἐνδέχεται γὰρ τοῦ αὐτοῦ πλείονα αἴτια εἶναι, καὶ φόβον καὶ νόσον καὶ ἕτερα. ὁμοίως, εἰ πολλὰ βεβάδικε, κέκμηκεν· οὐ μήν, εἰ κέκμηκεν, ἤδη καὶ πολλὰ βεβάδικε· δυνατὸν γὰρ καὶ ἐκ πλείονος ἐργασίας κεκμηκέναι. καὶ δῆλον ὅτι ἐπὶ τούτων τοῦ μὲν διότι συλλογισμὸς ἔσται, τοῦ δὲ ὅτι οὐκέτι· ἀεὶ μὲν γὰρ διὰ τῆς αἰτίας πρόεισιν ἐπὶ τούτων ὁ συλλογισμὸς κατασκευάζων τὸ αἰτιατόν· οὐ δύναται δὲ ἐκ τοῦ αἰτιατοῦ δεῖξαι τὸ αἴτιον διὰ τὸ μὴ ἀντιστρέφειν. ὥστε ἐπὶ τούτων τοῦ μὲν ὅτι ἔσται συλλογισμός, οὐ μὴν τοῦ διότι. τοῦ δὲ δευτέρου παράδειγμα, λέγω δὴ τοῦ τῷ μὲν αἰτιατῷ τὸ αἴτιον ἕπεσθαι, μὴ πάντως δὲ καὶ τῷ αἰτίῳ τὸ αἰτιατόν· οἷον εἰ τέτοκεν ἡ γυνή, πεπλησίακεν ἀνδρί· οὐκέτι δὲ καὶ ἀντιστρέψαι δυνατόν, ὅτι εἰ πεπλησίακεν ἡ γυνὴ ἀνδρί, καὶ τέτοκε. καὶ καρπῶν μὲν ὄντων πάντως ὑετὸς γέγονεν· ὑετοῦ δὲ γενομένου οὐ πάντως καὶ καρποὶ ἔσονται. καὶ ἐπὶ τῶν τοιούτων μόνου τοῦ ὅτι γίνεται συλλογισμός, οὐδαμῶς δὲ τοῦ διότι.

因此,我们由此仅仅推论出了事实,即在此物存在时彼物随之而来,却绝未推论出此物是彼物的原因。即使前提是自明可信的,为了获得确信不需要任何中项,但只要不包含原因,由它们得出的三段论就同样只是关于事实的,正如根据月亮处于满月且不产生阴影而确立月食的三段论一样。因此,关于原因的三段论完全是通过无中介的前提进行的,然而通过无中介前提的三段论却不完全是关于原因的。那么,在同一门科学中事实与原因的区别的一种方式就是这一个。 另一种方式则是,当二者——关于事实的三段论和关于原因的三段论——都是通过无中介的前提得出结论时,关于原因的[三段论]是从原因推论出结果,而关于事实的[三段论]则是从结果推论出原因,正如所谓的凭确据的证明。但必须从头重新阐述如下。在原因与结果中,有些是可换位的,有些则是不可换位的。例如,若有火,则必定也有灰烬;若有灰烬,则必定也有火;在月亮的受光照情形中也是如此:因为无论它是以显现出的这种方式受光照,它必定也是球形的;无论它是球形的,它必定也以这种方式受光照。因此,在原因与结果相互换位的情形中,由于结果比原因更为可知,我们常常从结果来确立原因,比如根据光照情况来表明月亮是球形的;然而光照并不是球形的原因,相反,球形是光照的原因。于是,这被称为关于事实的三段论;因为月亮的球形是从光照推论出来的。同样,“这里有灰烬;凡有灰烬的地方,那里曾有火;所以这里曾有火”。但如果我们说:“这里有火;凡有火的地方,那里必定也有灰烬;所以这里有灰烬”,这个三段论就是关于原因的;因为它是从原因推论出结果。而前一个是关于事实的;因为它是从结果推论出原因。并且由于此类[推论]是不可反驳的,它们被称为符号,而这在第二层意义上是论证,或者这整体被称为凭确据的论证。在可换位的情形中便是如此。 但在许多情形中,原因存在时结果必然存在,而结果存在时原因却不必然存在;反之,结果存在时原因必定存在,而原因存在时结果却不必然存在。例如关于前一种情况:如果一个妇女生育了,她必定也是苍白的;但生育了并不必然随伴苍白;因为同一件事可能有多种原因,包括恐惧、疾病以及其他原因。同样,如果某人走了许多路,他便疲倦了;然而并不是说如果他疲倦了,他就已经走了许多路;因为也可能是由于繁重的劳作而疲倦的。显然在这些情形中,会有关于原因的三段论,却不再有关于事实的三段论;因为在这些情形中三段论总是通过原因确立结果而推进;但由于不能换位,它无法从结果表明原因。因此在这些情形中,会有关于事实的三段论,却绝非关于原因的。第二种情况的例子——我是说原因随伴结果,但结果却不必然随伴原因的情形:例如如果一个妇女生育了,她便与男子亲近过了;但却再不可能换位说如果一个妇女与男子亲近过了,她就也生育了。又如有了庄稼时,必定下过了雨;但下了雨时,却不必然会有庄稼。在此类情形中,只产生关于事实的三段论,绝不产生关于原因的三段论。

语法注2 条
  1. 1.251ὥστε ἐπὶ τούτων τοῦ μὲν ὅτι ἔσται συλλογισμός, οὐ μὴν τοῦ διότι

    该分句与紧接的前文(“在这些情形中,会有关于原因的三段论,却不再有关于事实的三段论……无法从结果表明原因”)在文意上形成了直接抵触。在原因决定结果而不可换位的语境下,逻辑上应为“有关于原因的三段论,而无关于事实的”,此处极可能是抄传中将 ὅτι 与 διότι 发生颠倒的讹误,但各语言译文仍恪守所传抄本字面保留原貌。

  2. 1.251τῶν αἰτίων καὶ αἰτιατῶν τὰ μὲν ἀντιστρέφουσι, τὰ δὲ οὐκ ἀντιστρέφουσιν

    属格短语 τῶν αἰτίων καὶ αἰτιατῶν 是置于句首表示整体的部分属格。主语为中性复数代词 τὰ μέν ... τὰ δέ,谓语动词采用了复数形式 ἀντιστρέφουσι,这是晚期希腊语散文中中性复数主语搭配复数动词的常见现象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:168.12-169.27