- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:166.14-168.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯根据亚里士多德《后分析篇》第一卷第13章(78a22),阐明了事实之知与原因之知的区分,并结合天文学现象与月食的事例,说明在同一门科学内部,只有在中项中采纳直接原因(无中介前提)的论证才是在严格意义上说明原因的三段论。
" Τὸ δὲ ὅτι διαφέρει καὶ τὸ διότι ἐπίστασθαι." Τὸ προκείμενόν ἐστι διὰ τούτων δεῖξαι, τί διαφέρουσιν οἱ τὸ ὅτι κατασκευάζοντες συλλογισμοὶ τῶν τὸ διότι κατασκευαζόντων. φησὶν οὖν ὅτι καθ’ ἕνα μὲν τρόπον διαφέρουσι τῷ τοὶς μὲν τὸ ὅτι κατασκευάζοντας ἑτέρας εἶναι ἐπιστήμης,1 τοὶς δὲ τὸ διότι, τουτέστι τὴν αἰτίαν τοῦ πράγματος, ἑτέρας· ταῦτα δὲ πῶς ἔχει, ἐφεξῆς λέγει· καθ’ ἕτερον δὲ τῷ ὅτι καὶ ἐπὶ τῆς αὐτῆς μὲν ἐπιστήμης ἔστιν εὑρεῖν καὶ τὸν τὸ ὅτι καὶ τὸν τὸ διότι κατασκευάζοντα, διαφέρουσι δὲ οὗτοι, οἱ ἐπὶ τῆς αὐτῆς λέγω ἐπιστήμης, κατὰ δύο τρόπους. καθ’ ἕνα μέν, ὅτι ὁ μὲν τὸ διότι κατασκευάζων δι’ ἀμέσων προτάσεων συμπεραίνεται· ἡ γὰρ αἰτία τοῦ πράγματος καθ’ αὑτὸ ὀφείλει ὑπάρχειν καὶ προσεχῶς· οἱ δὲ δι’ ἐμμέσων προτάσεων συλλογισμοὶ τοῦ ὅτι εἰσίν, οὐ τοῦ διότι. οἷον ὅτι τὰ νότια ἄστρα θᾶττον δύνουσι τῶν βορείων· εἰ μὲν οὖν οὕτως εἴπωμεν ‘τὰ νότια ἄστρα πορρωτέρω εἰσὶ τοῦ βορείου πόλου, τὰ πορρωτέρω τοῦ βορείου πόλου θᾶττον δύνουσι τῶν βορείων, τὰ νότια ἄρα ἄστρα θᾶττον δύνουσι τῶν βορείων’, οὗτος ὁ συλλογισμὸς ἐξ ἀληθῶν μὲν ἀληθὲς κατεσκεύασεν· ὅσον γὰρ ἀφεστήκασι τοῦ βορείου πόλου τὰ ἄστρα, τοσοῦτον θᾶττον δύνουσι· διὸ καὶ Ἄρατός φησιν Ἀλλ’ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο Εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίη περ ἀνελθών· οὐ μὴν αὕτη ἡ αἰτία τοῦ ταχέως αὐτὰ δύνειν, τὸ πόρρω εἶναι τοῦ βορείου πόλου. διὰ τοῦτο οὖν τοῦ ὅτι ἐστὶν οὗτος ὁ συλλογισμός, οὐ τοῦ διότι. ἐὰν μέντοι οὕτως εἴπω, ὅτι τὰ νότια ἐλάττονα ἔχει τὴν ὑπὲρ γῆς περιφέρειαν τῆς ὑπὸ γῆν, τὰ δ’ ἐλάττονα ἔχοντα τὴν ὑπὲρ γῆς περιφέρειαν θᾶττον δύνουσι, τὰ νότια ἄρα θᾶττον δύνουσιν, αὕτη ἂν εἴη κυριωτάτη αἰτία τοῦ θᾶττον δύνειν, καὶ διὰ τοῦτο τοῦ διότι ὁ συλλογισμός. πάλιν ὁ μὲν διὰ τοῦ αὐτοκίνητον εἶναι τὴν ψυχὴν ἀποδείξας ὅτι καὶ ἀθάνατος οὐ δι’ ἀμέσων ἀπέδειξεν· ὁ μέντοι ἐκ τοῦ ἀρχὴν εἶναι ζωῆς, οὗτος δι’ ἀμέσων. πῶς δὲ ἐν τοῖς ἔμπροσθεν ἐλέγομεν, ὅτι καὶ τὸ ὅτι ἔστι καὶ δι’ ἀμέσων δεῖξαι καὶ δι’ ἐμμέσων ὁμοίως καὶ τὸ διότι; ἐκεῖ οὖν τοῦ διότι ἐλέγομεν εἶναι συλλογισμοὺς ἁπλῶς τοὺς διὰ τί τόδε γίνεται κατασκευάζοντας, κἂν μὴ προσεχὴς ᾖ ἡ ἀποδιδομένη αἰτία ἀλλ’ ἔμμεσος. καὶ γὰρ τὸ ἐκλιμπάνειν τὴν σελήνην διὰ τὸ κατὰ διάμετρον εἶναι τῷ ἡλίῳ τοῦ διότι ἐλέγομεν εἶναι συλλογισμόν, διότι φησὶ τῆς ἐκλείψεως αἰτίαν εἶναι τὴν κατὰ διάμετρον τῶν φωστήρων ἀπόστασιν· καίτοι οὐ προσεχὴς αἰτία αὕτη ἀλλ’ ἔμμεσος· προσεχὴς δὲ ἡ ἐπιπρόσθησις τῆς γῆς. τοῦ δὲ ὅτι τὸν λέγοντα οὐ διὰ τί ἐκλείπει2 ἡ σελήνη, ἀλλ’ ὅτι ἁπλῶς ἐκλείπει, κἂν αὐτόπιστοι εἶεν αἱ προτάσεις· οἷον ἡ σελήνη πανσέληνος οὖσα σκιὰν οὐ ποιεῖ· σκιὰν δὲ μὴ ποιοῦσα ἐν πανσελήνῳ ἐκλείπει· ἡ σελήνη ἄρα ἐκλείπει. ἰδοὺ γὰρ ἐν τούτοις ἄμεσοι μὲν αἱ προτάσεις· οὐδενὸς γὰρ δέονται μέσου εἰς τὸ δεῖξαι ὅτι ἐκλείπει· οὐ μὴν τοῦ διότι ὁ συλλογισμός· οὐ γὰρ ἔχει τὴν αἰτίαν τῆς ἐκλείψεως. ἐνταῦθα τοίνυν πάντα συλλογισμὸν τὸν μὴ τὴν προσεχῆ αἰτίαν τοῦ πράγματος λαμβάνοντα τοῦ ὅτι εἶναί λέγει· ὥστε καὶ τὸν διὰ τοῦ κατὰ διάμετρον εἶναι τῷ ἡλίῳ τὴν σελήνην κατασκευάζοντα ὅτι ἐκλείπει τοῦ ὅτι λέγει. καὶ τοῦτο εἰκότως· ἀεὶ γὰρ ἡ αἰτία ἐν τῷ μέσῳ τίθεται ὅρῳ, καὶ ὁ μέσος ἐστὶν ὁ τοῦ συμπεράσματος αἴτιος· ὅταν οὖν μὴ τὴν προσεχεστάτην αἰτίαν ἔχῃ ὁ μέσος ὅρος, οὐκ ἂν κυρίως εἴποι τις τὸν τοιοῦτον τοῦ διότι συλλογισμόν· οὐ γὰρ ἔχει τὴν αἰτίαν. ἐὰν γὰρ εἴπω ὅτι τὰ νότια ἄστρα πλείονα διάστασιν τῶν βορείων ἀφέστηκε τοῦ βορείου πόλου, τὰ δὲ πλείονα διάστασιν ἀφεστηκότα τοῦ βορείου πόλου θᾶττον δύνει, τὰ νότια ἄρα θᾶττον δύνει, οὐκ ἂν εἴη τῆς αἰτίας οὗτος ὁ συλλογισμός· οὐδὲ γὰρ τοῦτο αἴτιον τοῦ θᾶττον δύνειν, ἀλλ’ ἕπεται μὲν αὐτῷ, οὐκ ἔστι δὲ τοῦ θᾶττον δύνειν αἴτιον.
“知道事实与知道原因是有区别的。” 当前的课题是通过这些[论述]来表明,确立事实的三段论与确立原因的三段论有何不同。于是他说,在一种方式下,它们的不同在于确立事实的三段论属于一门科学,而确立理由即事物之原因的三段论属于另一门科学;关于这些情况究竟如何,他紧接着便会说明。在另一种方式下,它们的不同在于,即使在同一门科学中,也能够同时发现确立事实的三段论和确立原因的三段论,而这些——我指的是在同一门科学中的三段论——在两种方式上有所不同。在一种方式上,是因为确立原因者是通过无中介的前提得出结论的;因为事物的原因应当自身且直接地属于[主体];而通过有中介的前提的三段论是关于事实的,不是关于原因的。例如南方的星辰比北方的星辰下落得更快。如果我们这样说:“南方的星辰距离北极更远;距离北极更远的星辰比北方的星辰下落得更快;所以南方的星辰比北方的星辰下落得更快”,这个三段论确实从真前提确立了真结论;因为星辰距离北极有多远,它们就以多快的速度下落;因此阿拉托斯也说:“但金牛座总是在降入另一[地平线]时比御夫座先行,尽管它们结伴升起。” 然而,远离北极并不是它们迅速下落的原因。因此,这个三段论是关于事实的,而不是关于原因的。但是,如果我这样说:南方的星辰在地面上的弧段小于在地面下的弧段,而在地面上的弧段较小者下落得更快,所以南方的星辰下落得更快;这将是它们下落得更快的首要原因,因此这个三段论是关于原因的。同样,通过灵魂是自动的而证明其不朽的人,并不是通过无中介的前提来证明的;而根据它是生命之源这一前提来进行证明的人,则是通过无中介的前提来证明的。 那么,我们在前文中怎么会说,事实既可以通过无中介的前提也可以通过有中介的前提来表明,原因同样如此呢?在那里我们所说的关于原因的三段论,是指那些单纯确立此事为何发生的三段论,即使所给出的原因不是直接的而是有中介的。因为我们也曾说,由于月亮与太阳处于直径相对的位置而发生月食,这是关于原因的三段论,因为它声称发光体在直径上的距离是月食的原因;然而这并不是直接的原因,而是有中介的原因;直接的原因是地球的遮蔽。而关于事实的三段论,则是指不说出月亮为何发生亏食、而只是单纯说出它发生亏食的三段论,即使其前提本身是自明可信的;例如:“处于满月时的月亮不产生阴影;在满月中不产生阴影者亏食;所以月亮亏食”。看啊,在这些之中,前提确实是无中介的——因为它们为了表明月亮亏食不需要任何中项——然而这个三段论并不是关于原因的;因为它不包含月食的原因。因此在当下这里,他说凡是不采取事物的直接原因的三段论都是关于事实的;以至于即便通过月亮与太阳处于直径相对的位置来确立其亏食的三段论,他也称之为关于事实的。这也是理所当然的;因为原因始终置于中项之中,中项乃是结论的致因者。因此,当中项不具有最直接的原因时,人们就不能严格称这样的三段论为关于原因的三段论;因为它并不包含原因。因为如果我说南方的星辰比北方的星辰与北极相隔更大的距离,而与北极相隔更大距离者下落得更快,所以南方的星辰下落得更快,这个三段论将不是关于原因的;因为这也并非下落得更快的原因,而只是伴随于它,却不是下落得更快的原因。
- 1.251τῷ τοὶς μὲν τὸ ὅτι κατασκευάζοντας ἑτέρας εἶναι ἐπιστήμης
这里的 τοὶς 是 τοὺς 的写误或异文,与分词 κατασκευάζοντας 一同充当不定式 εἶναι 的对格主语(即逻辑主语)。整体由带冠词的与格 τῷ 引导,用于具体说明前文 καθ’ ἕνα μὲν τρόπον διαφέρουσι(“在一种方式下有所不同”)的具体内容或原因。
- 1.251τοῦ δὲ ὅτι τὸν λέγοντα οὐ διὰ τί ἐκλείπει ἡ σελήνη, ἀλλ’ ὅτι ἁπλῶς ἐκλείπει
句首的属格 τοῦ δὲ ὅτι(“关于事实的[三段论]”)充当对格分词短语 τὸν λέγοντα…… 的谓语,句中省略了如 εἶναι 之类的不定式(承接前文的 ἐλέγομεν)。整句结构与前文 τοῦ διότι ἐλέγομεν εἶναι συλλογισμούς 形成严格对照。
- 1.251δέον εἰπεῖν ‘κατὰ τοῦ Δ’ κατὰ τοῦ Ε εἶπεν
分词 δέον 用作非人称的独立对格(“本应当说……”),与主句动词 εἶπεν(亚里士多德所说的内容)构成让步或转折对照。
未在正文中定位
