← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§165.7-166.13

向外的无限增大与从属到种的横向展开

注疏亚里士多德《后分析篇》78a16–21,阐明科学论证中三段论的增大是如何向外无限进行的,并解释所谓“横向增大”即从属(数Α)向两个种(奇数Β与偶数Δ)分支并进一步下达具体确定的数(Γ与Ε)的双向展开结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.244

" Καὶ τοῦτο εἰς ἄπειρον." Ἀεὶ γὰρ τοῖς εὑρεθεῖσι θεωρήμασιν ἐν ταῖς ἐπιστήμαις ἔστιν ἐπισυνάπτειν ἔξωθεν ἕτερα ἀπὸ τῶν ἤδη εὑρημένων ἕτερα εὑρίσκοντα. τὸ δὲ καὶ τοῦτο εἰς ἄπειρον ὡς πρὸς ἡμᾶς δῆλον ὅτι, ὅτι οὐχ οὕτω περιειλήφαμεν τὰς ἐπιστήμας1 ὡς μὴ δύνασθαι ἕτερόν τι ἐφευρεθῆναι θεώρημα, ἀλλ’ ἀεὶ δυνατὸν διὰ τῶν προαποδεδειγμένων ἕτερα ἐφευρίσκειν.

“而这是无穷的。” 因为在诸科学中,总能够从已发现的定理中发现另一些定理,从而从外部将另一些定理连接于已被发现的定理上。而“而这是无穷的”显然是相对于我们而言的,意味着我们并未将诸科学完全穷尽,以致不能再发明出任何别的定理,而是始终能够通过先前已论证的定理来发现其他定理。

§1.245

"Καὶ εἰς τὸ πλάγιον, οἷον τὸ Α καὶ κατὰ τοῦ Γ καὶ κατὰ τοῦ Ε." Ὅτι κἂν ἐφ’ ἑκάτερα τὰ μέρη γίνηται ἡ αὔξησις τῶν συλλογισμῶν, ὅμως οὐδέποτε ἐπὶ τῶν ἐπιστημῶν μεταξὺ ἐπεντίθεται ὅρος. γίνεται δὲ ἐφ’ ἑκάτερα τοῦτον τὸν τρόπον, ὡς ἐφ’ ὧν αὐτὸς τίθησι παραδειγμάτων. λαμβάνει γὰρ τὸ μὲν Α ἀριθμόν, ἐφ’ ἑκάτερα δὲ τούτου τὸ Β καὶ τὸ Δ, καὶ καλεῖ τὸ μὲν Β περιττὸν ἀριθμόν, τὸ δὲ Δ ἄρτιον· ὁμοίως ὑπὸ μὲν τὸ Β τὸ Γ, περιττὸν ἀριθμὸν ὡρισμένον, τοῦ Β ἀορίστου ὄντος περιττοῦ· ὁμοίως καὶ ὑπὸ τὸ Δ τὸ Ε, ὃ καλεῖ ἄρτιον ἀριθμὸν ὡρισμένον, τοῦ Δ ἀρτίου ἀορίστου ὄντος. εἰ οὖν τὸ μὲν Α, ὁ ἀριθμός, λέγω δὴ ὁ ἁπλῶς, εἴτε ἄπειρος εἴη εἴτε πεπερασμένος (οὐδὲν γὰρ πρὸς τὰ νῦν διαφέρει), ὑπάρχει τῷ τε Β καὶ τῷ Δ, τουτέστι καὶ τῷ περιττῷ καὶ τῷ ἀρτίῳ, τὸ δὲ Β, ὁ περιττὸς ἀριθμός, ὑπάρχει τῷ Γ, ὡρισμένῳ τινὶ περιττῷ ἀριθμῷ, ὁμοίως δὲ καὶ ὁ Δ, ἄρτιος ἀόριστος, ὡρισμένῳ τινὶ ἀρτίῳ, τῷ Ε, ὑπάρχει, οὕτως οὖν ἐφ’ ἑκάτερα ἡ αὔξησις γέγονε. Καὶ εἰς τὸ πλάγιον, οἷον τὸ Α καὶ κατὰ τοῦ Γ καὶ κατὰ τοῦ Ε. δέον εἰπεῖν ‘κατὰ τοῦ Δ’ κατὰ τοῦ Ε εἶπεν·2 ἐφεξῆς γοῦν διαρθροῦν μέλλων τὸ μὲν Α τοῦ Δ κατηγορεῖ, τοῦτο δὲ τοῦ Ε καὶ οὕτω τὸ Α τοῦ Ε.

“以及横向的[增大],例如Α既述说Γ也述说Ε。” 这是说,即使三段论的增大是向着两侧进行的,但在诸科学中也绝不在中间插入词项。而向两侧的增大是按这种方式进行的,如他自己所设立的事例所示。因为他将Α设定为数,在此两边取Β与Δ,并将Β称为奇数,将Δ称为偶数;同样,在Β之下取Γ,即某个确定的奇数(Β是不确定的奇数);同样在Δ之下取Ε,他称之为确定的偶数(Δ是不确定的偶数)。因此,如果Α,即数——我指的是单纯的数,无论是无限的还是有限的(因为这对当前问题毫无差别)——既属于Β也属于Δ,即既属于奇数也属于偶数,而Β,即奇数,属于Γ这一某个确定的奇数,同样不确定的偶数Δ属于某个确定的偶数Ε,那么以这种方式增大就向两侧展开了。 “以及横向的[增大],例如Α既述说Γ也述说Ε”。他本应当说“述说Δ”,却说了“述说Ε”;无论如何,在紧接着要阐明其细节时,他是将Α述说Δ,将此[Δ]述说Ε,从而将Α述说Ε的。

§1.246

"Οἷον ἔστιν ἀριθμὸς ποσὸς ἢ καὶ ἄπειρος τοῦτο ἐφ’ ᾧ Α." Τὸν ἀριθμὸν ἁπλῶς ἀόριστον λαμβάνει, εἴτε ἄπειρος εἴη ὁ ἀριθμὸς εἴτε πεπερασμένος.

“例如有量上的数,或者甚至无限的数,此为Α所在者。” 他设定了单纯而不确定的数,无论数是无限的还是有限的。

§1.247

"Περιττὸς ἀριθμὸς ποσὸς ἐφ’ οὗ Β." Ἀόριστος.

“量上的奇数,为Β所在者。” 不确定的[奇数]。

§1.248

"Περιττὸς ἀριθμὸς ἐφ’ οὗ Γ." Ὡρισμένος περιττός, οἷον ὁ τρία, ὁ πέντε καὶ οἱ ὅμοιοι.

“奇数,为Γ所在者。” 确定的奇数,例如三、五以及诸如此类的数。

§1.249

"Καὶ ἔστιν ἄρτιος ποσὸς ἀριθμὸς ἐφ’ οὗ Δ." Πάλιν τὸ Δ ἀόριστος ἄρτιος.

“又有量上的偶数,为Δ所在者。” 同样,Δ是不确定的偶数。

§1.250

"Ὁ ἄρτιος ἀριθμὸς ἐφ’ οὗ τὸ Ε." Ὡρισμένος ἄρτιος, οἷον ὁ ἓξ ἢ ὁ ὀκτὼ καὶ οἱ λοιποί.

“偶数,为Ε所在者。” 确定的偶数,例如六或八以及其余的数。

语法注2 条
  1. 1.244τὸ δὲ καὶ τοῦτο εἰς ἄπειρον ὡς πρὸς ἡμᾶς δῆλον ὅτι, ὅτι οὐχ οὕτω περιειλήφαμεν τὰς ἐπιστήμας

    引文短语“而这是无穷的”用作主语,省略了谓语动词(ἐστί或εἴρηται)。在插入性的δῆλον ὅτι(“显然”)之后,连词ὅτι叠出以引导解释性的从句。

  2. 1.245δέον εἰπεῖν ‘κατὰ τοῦ Δ’ κατὰ τοῦ Ε εἶπεν

    δέον εἰπεῖν是由无人称动词δεῖ派生而来的绝对宾格分词结构,意为“本应当说……”。注疏者借此指出亚里士多德在此处直接提到了最终项Ε,而跳过了本该首先提及的直接中间项Δ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:165.7-166.13