← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§163.14-165.6

科学三段论的换位与增广方式

斐洛波诺斯注解了78a8–14,阐明科学(尤其是数学)三段论由于基于本质定义而非偶性,因而前提与结论彼此换位,使分析变得容易。此外,他指出证明性三段论只能通过外部附加新词项而增大,从不在中间插入中介项,而辩证三段论则既可以通过插入中项也可以通过外部附加词项来增大。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.241

" Ἀντέστρεφε γὰρ ἂν ἐξ ἀνάγκης." Εἰ μόνως ἐξ ἀληθῶν τὰ ἀληθῆ συνήγετο, ῥᾳδία ἦν ἡ ἀνάλυσις διὰ τὸ ἀντιστρέφειν πρὸς τὸ συμπέρασμα τὰς προτάσεις. εἰ γὰρ εἴη τὸ μὲν συμπέρασμα τὸ Α, αἱ δὲ τοῦτο συνάγουσαι προτάσεις ἀληθεῖς οὖσαι ἦ καὶ καθ’ αὑτὸ τὸ Β (ἀντὶ γὰρ τῶν δύο προτάσεων λαμβάνει τὸ Β),1 τοῦ τε Β ὄντος ἐξ ἀνάγκης ἦν τὸ Α, καὶ τοῦ Α πάλιν ὄντος τὸ Β ἦν ἐξ ἀνάγκης. ὥστε ῥᾳδία ἦν ἡ τῶν προτάσεων εὕρεσις διὰ τὸ ἐξ ἀνάγκης ἕπεσθαι τῷ συμπεράσματι.

“因为那样它必然会换位。” 如果真结论仅由真前提推导出来,由于诸前提与结论相换位,分析就会是容易的。因为如果结论是Α,而引出该结论的前提——它们是真实的,并且是就自身而言真实的——是Β(因为他用Β代替了两个前提),那么当Β存在时,Α必然存在;反之,当Α存在时,Β也必然存在。因此,由于诸前提必然伴随结论,诸前提的发现就会是容易的。

§1.242

"Ἀντιστρέφει δὲ μᾶλλον τὰ ἐν τοῖς μαθήμασιν, ὅτι οὐδὲν συμβεβηκὸς λαμβάνουσιν (ἀλλὰ καὶ τούτῳ διαφέρουσι τῶν ἐν τοῖς διαλόγοις) ἀλλ’ ὁρισμούς." Ἀντιστρέφουσι δέ, φησί, μᾶλλον ἐν τοῖς μαθηματικοῖς συλλογισμοῖς τά τε συμπεράσματα πρὸς τὰς προτάσεις καὶ αἱ προτάσεις πρὸς τὰ συμπεράσματα· διὸ καὶ εὐχερής ἐστιν ἡ τῶν μαθηματικῶν προτάσεων εὕρεσις καὶ τοῦ μέσου ὅρου, δι’ οὗ προσεχῶς συνάγεται τὸ συμπέρασμα. τὸ δὲ ἀλλ’ ὁρισμοὺς πρὸς τὸ λαμβάνουσι συντακτέον,2 ἵν’ ᾖ οὕτω συνημμένον· ἀντιστρέφει δὲ μᾶλλον τὰ ἐν τοῖς μαθήμασιν, ὅτι οὐδὲν συμβεβηκὸς λαμβάνουσιν ἀλλ’ ὁρισμούς· εἶτα διὰ μέσου ἀλλὰ καὶ τούτῳ διαφέρουσι τῶν ἐν τοῖς διαλόγοις, αἱ ἐπιστῆμαι δηλονότι, ὅτι αἱ μὲν διαλεκτικαὶ πολλὰ καὶ τῶν κατὰ συμβεβηκὸς λαμβάνουσιν, αἱ δὲ ἐπιστῆμαι τοὺς ὁρισμοὺς καὶ τὰ καθ’ αὑτὸ τοῖς πράγμασιν ὑπάρχοντα· ταῦτα δὲ ὥρισται.

“而数学中的事物更多地换位,因为它们不采用任何偶性(然而在这点上它们也区别于对话中的论辩),而是采用定义。” 他说,在数学三段论中,结论与诸前提更多地换位,且诸前提与结论更多地换位;因此,数学前提的发现以及借以直接推导出结论的中项的发现是容易的。而“而是定义”这一短语应当与动词“采用”相连接,以便这样结合起来:“而数学中的事物更多地换位,因为它们不采用任何偶性,而是采用定义”;然后中间插入了“然而在这点上它们也区别于对话中的论辩”,显然是指诸科学,因为辩证论辩采用了许多偶性,而诸科学则采用定义和就事物自身而言属于事物的属性;而这些是确定的。

§1.243

"Αὔξεται δ’ οὐ διὰ τῶν μέσων ἀλλὰ τῷ προσλαμβάνειν." Ἐφ’ ἕτερον μεταβαίνει, ᾧ δείκνυσι πάλιν διαφερούσας τὰς ἐπιστήμας τῶν λόγων. ἀκόλουθον δὲ καὶ τοῦτο τοῖς πρὸ αὐτοῦ· διὰ τοῦτο γὰρ ῥᾳδία ἡ ἀνάλυσις ἐπὶ τῶν ἐπιστημῶν, ἐπειδὴ καὶ ἡ σύνθεσις ἁπλουστέρα καὶ ἡ τῶν λόγων αὔξησις. ἐν μὲν γὰρ ταῖς ἐπιστήμαις αὐξομένων τῶν συλλογισμῶν καὶ ἀεὶ βουλομένων ἡμῶν συμπεράσματα συμπεράσμασιν ἐπισυνάπτειν ἀεὶ τοὺς ὅρους ἔξωθεν προστίθεμεν καὶ οὐδέποτε μεταξύ. οἷον εἰ διὰ τοῦ ΑΒ δέδεικται τὸ Γ, ἀεὶ ἡ πρόσθεσις τῶν ὅρων ἔξωθεν γίνεται· μετὰ τὸ Γ γὰρ τίθεται τὸ Δ, οὐδέποτε δὲ ἢ μεταξὺ τοῦ ΑΒ ἢ μεταξὺ τοῦ ΒΓ· τὸ μὲν γὰρ πρῶτον θεώρημα διὰ τῶν ὅρων δέδεικται καὶ τῶν ἀξιωμάτων, τὸ δὲ δεύτερον διὰ τοῦ πρώτου καὶ διὰ τοῦ δευτέρου τὸ τρίτον, καὶ οὕτως ἐφεξῆς ἡ αὔξησις γίνεται, μηδέποτε μέσου ὅρου ἐπεντιθεμένου ἀλλ’ ἀεὶ ἐπισυναπτομένου τοῖς πρώτοις. τούτου δὲ αἴτιον, ὅτι ἐκ τῶν καθ’ αὑτὸ καὶ πρώτως ὑπαρχόντων αἱ ἀποδείξεις καὶ οὐκ ἐνδέχεται δι’ ἐμμέσου προτάσεως ἀποδειχθῆναί τι· ἢ γὰρ ἐκ τῶν ἀξιωμάτων δείκνυνται τὰ θεωρήματα ἐν ταῖς ἐπιστήμαις ἢ ἐκ τῶν προαποδεδειγμένων, ἅπερ ἐκ τῶν ἀξιωμάτων δέδεικται. ἐπὶ δὲ τῶν διαλόγων οὐχ οὕτως, ἀλλὰ διχῶς ἡ τῶν συλλογισμῶν αὔξησις· αὔξονται γὰρ οἱ διαλεκτικοὶ συλλογισμοὶ τῶν ὅρων ἔστι μὲν ὅτε μέσων ἐπεντιθεμένων, ἔστι δ’ ὅτε ἔξωθεν προσλαμβανομένων·3 τοῦτο δέ, διότι οὐκ ἄμεσοι αἱ διαλεκτικαὶ προτάσεις ἀλλ’ ἔνδοξοι ἢ ἐκ συμβεβηκότων. οἷον, εἰ τύχοι, ἐὰν εἴπω οὕτως ‘ὁ ἄνθρωπος νοῦ καὶ ἐπιστήμης δεκτικός, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’, τοῦτον τὸν συλλογισμὸν οὐκ ἔστιν αὐξῆσαι μεταξὺ ὅρους ἐπεντιθέντα. ἐὰν δὲ εἴπω οὕτως ‘ὁ ἄνθρωπος λαλεῖ, τὸ λαλοῦν ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’, αὐξῆσαι δύναμαι τοῦτον τὸν συλλογισμὸν διὰ πλειόνων μέσων ὅρων, ὅτι οὐκ ἄμεσοι αἱ προτάσεις· οἷον ὁ ἄνθρωπος λαλεῖ, τὸ λαλοῦν κινεῖται, τὸ κινούμενον ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον. πάλιν πόθεν ὅτι τὸ κινούμενον ζῷον; ὅτι τὸ κινούμενον μὴ ὑφ’ ἑτέρου ἑαυτὸ κινεῖ, τὸ ἑαυτὸ κινοῦν ζῷον, τὸ κινούμενον ἄρα ζῷον. καὶ οὕτως ἀεὶ ἔστι μεταξὺ ἐπεντιθέντα ὅρους αὔξειν τοὺς συλλογισμούς. ὅτι δὲ καὶ ἔξωθεν, προφανές. ὥστε καὶ ταύτῃ διαφέρουσιν οἱ ἀποδεικτικοὶ συλλογισμοὶ τῶν διαλεκτικῶν, ὅτι οἱ μὲν οὐδένα μεταξὺ ἐπεντιθέασιν ὅρον ἀλλὰ μόνον ἔξωθεν, οἱ δὲ διαλεκτικοὶ καὶ μεταξὺ καὶ ἔξωθεν.

“而它不是通过中项,而是通过附加[词项]来增大的。” 他转向了另一个论点,以此再次表明诸科学与辩证论辩的区别。这一点也顺承于前面的论述;因为正由于在诸科学中综合更为单纯,论辩的增大也更为单纯,所以在诸科学中分析才更容易。因为在诸科学中,当三段论增大且我们总希望把结论与结论相连接时,我们总是从外部附加词项,而绝不在中间插入。例如,如果通过ΑΒ证明了Γ,诸项的附加总是从外部进行的;因为Δ被置于Γ之后,而绝不置于ΑΒ之间或ΒΓ之间;因为第一个定理是通过定义和公理证明的,第二个定理是通过第一个定理证明的,第三个定理是通过第二个定理证明的,如此依次进行增大,绝不把中项插入其间,而是始终连接于最初的各项。其原因在于,证明出自自身固有且首要属性,不可能通过有中介的命题来证明任何事物;因为在诸科学中,定理要么从公理得到证明,要么从先前已证明的、即从公理证明出来的定理得到证明。但在对话中却不是这样,三段论的增大有两种方式;因为辩证三段论在增大时,有时将词项插入中间,有时从外部附加;其原因在于,辩证前提不是直接的,而是出于通念或出于偶性。例如,假如我这样说:“人能够接受理智与科学,能接受理智与科学者是动物,所以人是动物”,那么不可能通过在中间插入词项来增大这个三段论。但如果我这样说:“人会说话,会说话者是动物,所以人是动物”,我就可以通过更多中项来增大这个三段论,因为诸前提不是直接的;例如:“人会说话,会说话者运动,运动者是动物,所以人是动物”。又从何得知运动者是动物呢?因为非由他者运动者自行运动,自行运动者是动物,所以运动者是动物。如此一来,总能够通过在中间插入词项来增大三段论。至于它也能从外部增大,这是显而易见的。因此在这方面证明性三段论也区别于辩证三段论:证明性三段论不在中间插入任何词项,而仅从外部附加;辩证三段论则既在中间插入,也从外部附加。

语法注3 条
  1. 1.241ἀντὶ γὰρ τῶν δύο προτάσεων λαμβάνει τὸ Β

    注疏者的解释性说明,指出亚里士多德在这里不是用字母Β代表单个词项,而是代表导出结论Α的“两个前提”;ἀντί支配属格表示代用。

  2. 1.242τὸ δὲ ἀλλ’ ὁρισμοὺς πρὸς τὸ λαμβάνουσι συντακτέον

    针对引文词序的句法说明。由于其间插入了括号句ἀλλὰ καὶ τούτῳ διαφέρουσι τῶν ἐν τοῖς διαλόγοις,注疏者明确指出,与否定句οὐδὲν συμβεβηκός相呼应的ἀλλ’ ὁρισμούς应当在句法上与主动词λαμβάνουσι结合理解。

  3. 1.243τῶν ὅρων ἔστι μὲν ὅτε μέσων ἐπεντιθεμένων, ἔστι δ’ ὅτε ἔξωθεν προσλαμβανομένων

    嵌入了副词性短语ἔστιν ὅτε(有时)的独立属格结构(genitive absolute)。由并列对照的ἔστι μὲν ὅτε ... ἔστι δ’ ὅτε所引导的分词μέσων ἐπεντιθεμένων与ἔξωθεν προσλαμβανομένων,一同与该独立分词短语的主语τῶν ὅρων保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:163.14-165.6