- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:161.1-163.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解亚里士多德《后分析篇》77b41–78a6,解释了凯纽斯关于火之生成在第二格中由两个肯定命题构成的无效论证及其通过换位大前提的补救可能,随后论述了几何学“分析”的本质,以及为何由于原因的确定性,科学证明中的分析要比辩证论证中的分析更为容易。
" Οἷον καὶ ὁ Καινεὺς ποιεῖ, ὅτι τὸ πῦρ ἐν τῇ πολλαπλασίονι ἀναλογίᾳ." Εἶπον ὅτι ὁ Καινεὺς οὗτος σοφιστὴς ἦν, ὃς ἔλεγε τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ γεννᾶσθαι ἢ αὔξεσθαι· τοῦτο δὲ κατεσκεύαζεν ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν.
“正如凯纽斯也做的那样,火是以倍数比例[生成的]。” 正如我说过的,这位凯纽斯是一个诡辩家,他声称火是以倍数比例生成或增加的;而他试图在第二格中由两个肯定命题来确立这一点。
"Καὶ γὰρ τὸ πῦρ ταχὺ γεννᾶται." Καὶ αὕτη ἡ ἐλάττων πρότασις.
“因为火也是迅速生成的。” 而这就是小前提。
"Καὶ αὕτη ἡ ἀναλογία." Αὕτη ἡ πολλαπλασίων, δηλονότι ταχὺ γεννᾶται.
“而这种比例也是。” 这倍数比例,显然也是迅速生成的[增加的]。
"Οὕτως δ’ οὐκ ἔσται συλλογισμός." Αἱ δύο γάρ εἰσι καταφατικαὶ ἐν δευτέρῳ σχήματι.
“但这样一来就不会有三段论了。” 因为这两个前提在第二格中都是肯定命题。
"Ἀλλ’ εἰ τῇ ταχίστῃ ἀναλογίᾳ ἕπεται ἡ πολυπλασίων." Τουτέστιν ἐὰν ἀντιστρέψωμεν τοὺς ὅρους τῆς μείζονος προτάσεως καὶ εἴπωμεν ὅτι τῇ ταχίστῃ αὐξήσει ἢ γεννήσει ἡ πολυπλασίων ἕπεται ἀναλογία· γίνονται γὰρ τότε ἐν πρώτῳ σχήματι δύο καταφατικαί. ὑποστικτέον οὖν εἰς τὸ ταχίστῃ.1
“但如果倍数比例跟随于最迅速的比例。” 也就是说,如果我们换位大前提的各项,并且说倍数比例跟随于最迅速的增加或生成;因为那时它们就在第一格中变成了两个肯定命题。因此应当在“最迅速的”处加逗号断句。
"Καὶ τῷ πυρὶ ἡ ταχίστη ἐν τῇ κινήσει ἀναλογία." Τουτέστιν ὅτι τὸ πῦρ τάχιστα κινεῖται, ὅπερ ἐστὶν ἡ ἐλάττων πρότασις· τὸ δὲ τάχιστα κινούμενον ἐν τῇ ταχίστῃ κινεῖται ἀναλογίᾳ· τὸ πῦρ ἄρα ἐν τῇ ταχίστῃ κινεῖται ἀναλογίᾳ. οὐδὲν δέ μοι διαφέρει εἴτε ἐπὶ τῆς γεννήσεως τοῦ πυρὸς ταῦτα λέγεται εἴτε ἐπὶ αὐξήσεως ἢ κινήσεως.
“并且运动中最迅速的比例[跟随]于火。” 也就是说,火最迅速地运动,而这就是小前提;而运动最迅速者是以最迅速的比例运动的;所以,火是以最迅速的比例运动的。无论这些话是就火的生成而言,还是就其增加或运动而言,对我来说都没有区别。
"Ἐνίοτε μὲν οὖν οὐκ ἐνδέχεται συλλογίσασθαι ἐκ τῶν εἰλημμένων· ὁτὲ δὲ ἐνδέχεται, ἀλλ’ οὐχ ὁρᾶται." Εἴπομεν ὅτι τὰς ἐν δευτέρῳ σχήματι δύο καταφατικὰς ἔστιν ὅτε δυνατὸν εἰς συλλογιστικὸν περιαγαγεῖν σχῆμα, ὅτε εἰσὶν ἐξισάζοντες οἱ ὅροι ὡς δύνασθαι ἀντιστρέψαι τὴν μείζονα, ἵνα ἀνάγωμεν αὐτὸ εἰς τὸ πρῶτον σχῆμα, ὅταν δὲ μὴ ἐξισάζωσιν, οὐκέτι. τὸ δὲ ἀλλ’ οὐχ ὁρᾶται, τοῦτ’ ἔστιν ὅτι, εἰ καὶ ἔστιν ἐπί τινων τοιούτων ἀναγκαίως διὰ τὰς προτάσεις τὸ συμπέρασμα συνάγειν, ὥσπερ εἶπον ἐπὶ τῶν ἐξισαζόντων τῇ ἀντιστροφῇ τῆς μείζονος, ἀλλ’ οὐχ ὁρᾶται τὸ ἀναγκαῖον διὰ τὸ ἀσυλλόγιστον τῆς συμπλοκῆς τῶν προτάσεων·2 οὐδὲ γὰρ ἡ συμπλοκὴ αἰτία, ἀλλὰ τὸ ἐξισάζειν τοὺς ὅρους ὡς δύνασθαι καὶ ὑγιῶς συμπλέκεσθαι.
“因此,有时不可能从所取的前提中推出三段论;有时虽然可能,却看不出来。” 我们说过,在第二格中的两个肯定命题,当词项相等而能够换位大前提以便我们将它归约至第一格时,有时是可能转化为有效三段论形式的;但当词项不相等时,就不再可能了。而“却看不出来”的意思是:即使在某些此类情况下,由于诸前提的缘故能够必然地推导出结论——正如我针对词项相等时通过大前提的换位所说的那样——然而由于前提结合本身的不可推论性,这种必然性却看不出来;因为结合本身并不是原因,而词项相等因而能够被健全地结合起来才是原因。
"Εἰ δ’ ἦν ἀδύνατον ἐκ ψευδῶν ἀληθὲς δεῖξαι, ῥᾴδιον ἂν ἦν τὸ ἀναλύειν.3" Ἐφ’ ἕτερόν τι μεταβέβηκε, καθ’ ὃ πάλιν διακρίνει τοὺς ἀποδεικτικοὺς συλλογισμοὺς τῶν διαλεκτικῶν, ὅτι ῥᾴων ἡ ἀνάλυσις ἐν ταῖς ἀποδείξεσιν ἢ ἐν τοῖς διαλεκτικοῖς. ἀνάλυσιν δὲ καλοῦσιν οἱ γεωμέτραι τὴν εὕρεσιν τῶν προτάσεων δι’ ὧν συνήχθη συμπέρασμά τι ἀληθές· οἷον εἰ προτεθείη ἡμῖν συμπέρασμά τι ἀληθές, ὅτι τόδε τρίγωνόν ἐστιν ἰσόπλευρον, τὴν μέθοδον, δι’ ἧς εὑρίσκομεν τὰς προτάσεις δι’ ὧν τοῦτο συνήχθη, ἀνάλυσίν φασι. νῦν μὲν γὰρ προτεθέντος, πῶς ἂν συσταίη τρίγωνον ἰσόπλευρον, διὰ τῶν προτάσεων εὑρήσομεν τὸ συμπέρασμα ἀπό τινων ὡμολογημένων ἀρξάμενοι καὶ λήξαντες εἰς τὸ ζητούμενον, καὶ καλεῖται τὸ τοιοῦτον σύνθεσις. ἡ ἀνάλυσιςδὲ ἔμπαλιν ἔχει τῇ συνθέσει· λαβόντες γὰρ τὸ πάλαι ζητούμενον ὡς ὁμολογούμενον, ὅτι τόδε τρίγωνόν ἐστιν ἰσόπλευρον, ζητοῦμεν τίνες ἂν εἶεν αἱ προτάσεις δι’ ὧν τοῦτο κατεσκευάσθη, ἵνα ἐξ αὐτοῦ ἀναλύοντες εὑρίσκωμεν αὐτάς, ἕως οὗ φθάσωμεν εἰς τινα ὁμολογούμενα καὶ τὰς ἀρχὰς τῆς γεωμετρίας. καὶ ἔστι τοῦτο ἕξεως ἀκροτάτης, τὸ δύνασθαι οὕτω συνορᾶν4 ἕκαστον συμπέρασμα ἐκ ποίων προτάσεων συνῆκται. φησὶν οὖν ὅτι, εἰ μὲν ἐξ ἀληθῶν μόνων προτάσεων τὰ ἀληθῆ συνήγετο συμπεράσματα, ῥᾳδία ἂν ἦν ἡ ἀνάλυσις, ὡρισμένων κατὰ τοῦτο οὐσῶν τῶν συνακτικῶν τοῦ συμπεράσματος προτάσεων· νῦν δ’ ἐπεὶ καὶ ἐκ ψευδῶν συνάγεται συμπέρασμα ἀληθές, ἀόριστοι δὲ αὗται, δυσχερὴς αὐτῶν ἡ εὕρεσις. καὶ ταύτῃ πάλιν διαφέρουσιν οἱ ἀποδεικτικοὶ συλλογισμοὶ τῶν διαλεκτικῶν. οἵ μὲν οὖν διαλεκτικοί, ἅτε δὴ καὶ ἐξ ἐνδόξων ὄντες καὶ ἐκ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων τῷ πράγματι, ἀορίστους ἔχουσι τὰς τοῦ αὐτοῦ συμπεράσματος αἰτίας προτάσεις. συναχθείη γὰρ ἂν ὅτι ὁ ἄνθρωπος ζῷον καὶ ἐκ τοῦ κινεῖσθαι καὶ ἐκ τοῦ βαδίζειν καὶ ἐκ τοῦ διαλέγεσθαι καὶ ἐξ ἄλλων μυρίων· ἀλλὰ καὶ ἐκ ψευδῶν, ὥσπερ εἶπον, προτάσεων συναχθείη ἂν ἀληθὲς συμπέρασμα. εἰ οὖν τις ἐπὶ τούτων θελήσειε πάσας τὰς συνακτικὰς τοῦ συμπεράσματος ἐξευρεῖν προτάσεις, οὐκ εὐχερῶς τούτου τεύξεται διὰ τὴν ἀοριστίαν αὐτῶν. ἐπὶ μέντοι τῶν ἐπιστημῶν οὐχ οὕτως· οὔτε γὰρ ἐκ ψευδῶν προτάσεων οὔτε ἐκ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων τοῖς πράγμασιν ἀλλ’ ἐκ τῶν πρώτως καὶ καθ’ αὑτὸ συνάγεται τὰ ἐπιστημονικὰ συμπεράσματα· ὡρισμένα δὲ ταῦτα· ῥᾳδία δὲ μᾶλλον ἡ ἐπὶ τὰ ὡρισμένα ἀνάλυσις ἢ ἡ ἐπὶ τὰ ἀόριστα. διὰ τοῦτο ῥᾳδία μᾶλλον ἐπὶ τῶν ἐπιστημῶν ἡ ἀνάλυσις ἤπερ ἐπὶ τῶν λόγων.
“如果不可能从假的前提证明真理,那么分析就会是容易的。” 他转向了另一个论点,依照这一点,他再次将证明性三段论与辩证三段论区分开来:在证明中分析比在辩证论辩中更容易。几何学家们把发现由此得出某个真结论的前提称为“分析”;例如,如果我们面前被提出了一个真结论,即这个三角形是等边的,他们把我们借以发现借以推导出这个结论的前提的方法称为分析。因为现在当提出如何构建一个等边三角形时,我们将通过诸前提,从某些公认的原则出发并终止于所寻求的目标,从而找出结论,而这被称为综合。分析则与综合相反:因为我们把原先所寻求的结论当作公认的事实——即这个三角形是等边的——并探求它是通过哪些前提确立起来的,以便从它出发往回分析而找出它们,直到我们达到某些公认的公理和几何学原理。能够这样看清每个结论是由哪些前提推导出来的,这属于最精湛的能力。因此他说,如果真结论仅由真前提推导出来,分析就会是容易的,因为在此情形下引出结论的前提是确定的;但现在既然真结论也能从假前提推导出来,而这些假前提是无限定的,它们的发现就是困难的。在这方面证明性三段论又区别于辩证三段论。辩证三段论由于出自通念且出自偶然属于事物本身的属性,对于同一结论具有无限定的作为原因的前提。因为人是动物这一结论,既可以从其运动推导出来,也可以从其行走、从其谈话以及从无数其他事情中推导出来;而且正如我所说,真结论也能从假前提中推导出来。因此,如果有人在这些情况下希望找出引出结论的所有前提,由于它们的无限定性,他将不容易达到这一目的。然而在诸科学中却不是这样;因为科学结论既不是从假前提推导出来的,也不是从偶然属于事物本身的属性推导出来的,而是从首要且自身固有的属性推导出来的;而这些是确定的。向着确定之物的分析比向着无限定之物的分析更为容易。正因如此,在诸科学中的分析比在辩证论辩中更容易。
- 1.237ὑποστικτέον οὖν εἰς τὸ ταχίστῃ
动词性形容词 ὑποστικτέον(应当加断句号/逗号)接前置词短语 εἰς τὸ ταχίστῃ,其中 τὸ ταχίστῃ 是用中性单数冠词将亚里士多德原文中的词予以名词化引用,表示关于句读断句位置的文本指示。
- 1.239ἀλλ’ οὐχ ὁρᾶται τὸ ἀναγκαῖον διὰ τὸ ἀσυλλόγιστον τῆς συμπλοκῆς τῶν προτάσεων
名词化的中性形容词 τὸ ἀναγκαῖον(必然性)充当 οὐχ ὁρᾶται 的主语。介词短语 διὰ τὸ ἀσυλλόγιστον τῆς συμπλοκῆς(由于前提结合本身的不可推论性)解释了为何看不到这种必然性:即便词项在质料上是等同可换位的,第二格两个肯定命题的形式结合本身是无效的。
- 1.240Εἰ δ’ ἦν ἀδύνατον ἐκ ψευδῶν ἀληθὲς δεῖξαι, ῥᾴδιον ἂν ἦν τὸ ἀναλύειν
引自亚里士多德原文的反事实条件句,条件从句用未完成过去直陈式 ἦν(接 εἰ),主句用 ἄν 加未完成过去直陈式 ἦν。由于事实上可以从假推导出真,因此分析并非易事。
- 1.240καὶ ἔστι τοῦτο ἕξεως ἀκροτάτης, τὸ δύνασθαι οὕτω συνορᾶν
不定词短语 τὸ δύνασθαι οὕτω συνορᾶν 充当实际主语,系动词 ἔστι 搭配属格 ἕξεως ἀκροτάτης 表归属(“属于最高等的素养/能力”)。τοῦτο 则是对后文不定词短语的先行前指。
