- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:159.17-160.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了凯纽斯论证中“以倍数比例”一句,批评亚历山大将超部分比混同于倍数比,并提出了普罗克洛基于等比数列的正当解释作为对照。
τὸ δὲ ἐν πολλαπλασίονι ἀναλογίᾳ αὔξεσθαι1 ὁ μὲν Ἀλέξανδρος οὐκ οἶδ’ ὅ τι παθών,2 οἷα δὴ μὴ πολλὴν ἕξιν μαθηματικὴν ἔχων, φησὶν αὐτὸν λέγειν τὰ ἐν πολλαπλασίονι λόγῳ αὐξόμενα τάχιστα αὔξεσθαι, ὡς ἂν εἴπωμεν ὡς δύο πρὸς τρία, οὕτω διακόσια πρὸς τριακόσια, ἀγνοήσας ὅτι οὐ πολλαπλασίων οὗτος ὁ λόγος ἀλλ’ ἐπιμόριος. πολλαπλασίων μὲν γὰρ λόγος καλεῖται ὁ τὸ αὐτὸ δὶς ἢ πολλάκις λαμβάνων, οἷον ὡς ὁ δύο πρὸς τὸν τέσσαρα, οὕτω τέσσαρα πρὸς ὀκτώ, καὶ ὡς διακόσια πρὸς τετρακόσια, οὕτω τετρακόσια πρὸς ὀκτακόσια· ὁμοίως ὡς δύο πρὸς ὀκτώ, οὕτω διακόσια πρὸς ὀκτακόσια. ἐπιμόριος δὲ ὁ ἔχων τὸ ὅλον καὶ μόριον αὐτοῦ· οἷον ὁ τρία τοῦ δύο ἐπιμόριος· ἔχει γὰρ αὐτὸν καὶ τὸ ἥμισυ αὐτοῦ· ὁμοίως τοῦ τρία ὁ πέντε ἐπιμόριος· ἔχει γὰρ αὐτὸν καὶ τὸ δίμοιρον αὐτοῦ. καὶ ὁ μὲν πολλαπλασίων ἢ διπλασίων ἐστὶν ἢ τριπλασίων καὶ ἐφεξῆς· ὁ δὲ ἐπιμόριος ἡμιόλιος, εἰ τύχοι, ἢ καὶ ἐπίτριτος ἢ ἐπιτέταρτος καὶ ὁπωσοῦν ἄλλως. τοιοῦτοι δὲ καὶ οἱ παρ’ Ἀλεξάνδρῳ λεχθέντες ἀριθμοί· ὁ γὰρ τρία τοῦ δύο ἡμιόλιός ἐστιν, ὥσπερ καὶ ὁ τριακόσια τοῦ διακόσια. ἄλλως τε οὐδὲ κατὰ συνέχειαν αὐξομένους ἔλαβε τοὺς ὅρους3 καὶ οὕτω τάχιστα γινομένην τὴν αὔξησιν· οὐ γὰρ δυνατὸν τοὺς ἐπιμορίους ἀριθμοὺς κατὰ συνέχειαν αὐξῆσαι τάχιστα. ἐνόμισεν οὖν ἴσως πολλαπλασίονα ἀναλογίαν λέγεσθαι τὴν τὸν αὐτὸν λόγον ἔχουσαν. ὁ μὲν οὖν Ἀλέξανδρος οὕτω. Πρόκλος δὲ τὸ χωρίον οὕτως ἐξηγεῖτο, ὡς ὁ φιλόσοφος ἔλεγεν. ἔλεγε δὲ ἐφεξῆς δεῖν ἐκκεῖσθαι πλείονας ἀριθμοὺς τῷ αὐτῷ διπλασίονι λόγῳ ὑπερέχοντας ἀλλήλων, οἷον τὸ αʹ, τὰ βʹ, δʹ, ηʹ, ιςʹ, λβʹ καὶ ἐφεξῆς ἀεὶ τοὺς διπλασίονας, καὶ λέγειν ὅτι ὡς ἓν πρὸς δύο, οὕτω καὶ δύο πρὸς τέσσαρα καὶ τέσσαρα πρὸς ὀκτὼ καὶ ὀκτὼ πρὸς δεκαὲξ καὶ δεκαὲξ πρὸς τριάκοντα δύο καὶ οὕτως ἐφεξῆς· τάχιστα γὰρ ἡ τοιαύτη αὔξεται ἀναλογία ἡ κατὰ τοὺς πολλαπλασίονας λόγους. ἐπὶ μέντοι τῶν ἐπιμορίων οὐχ οὕτως· οὐ γὰρ ὡς ὁ δύο πρὸς τρία ἔχει, οὕτως ἔστιν ἐφεξῆς εὑρεῖν ὅτι καὶ ὁ τρία πρός τινα ἔχει ἄλλον κἀκεῖνος πρὸς ἄλλον, ἀλλ’ ἐνταῦθα καὶ μεθόδου δεῖ, πῶς ἔστι μιᾷ μεθόδῳ εὑρεῖν, εἰ τύχοι, τοὺς ἐπιτρίτους ἀριθμοὺς ἢ ἡμιολίους, ἣν παραδίδωσιν ὁ Νικόμαχος.
关于“以倍数比例增加”,亚历山大不知是怎么了,正如完全没有深厚数学素养的人那样,说他所说的是以倍数比增加的事物最迅速地增加,就像我们说“如2比3,200比300亦然”一样,却没有意识到这个比并不是倍数比,而是超部分比。因为被称为倍数比的,是包含同一个数两次或多次的比,例如:如2比4,4比8亦然;又如200比400,400比800亦然;同样,如2比8,200比800亦然。而超部分比则是包含整体及其一部分的比;例如3对于2是超部分比,因为3包含2本身及其二分之一;同样,5对于3也是超部分比,因为5包含3本身及其三分之二。并且,倍数比要么是二倍比,要么是三倍比等等;超部分比则是,视情况而定,一又二分之一比、一又三分之一比、一又四分之一比或任何其他形式。亚历山大所提到的数也正是如此;因为3对于2是一又二分之一比,正如300对于200一样。此外,他也没有把各项当作是连续增加的、从而使增加成为最迅速的;因为要让超部分数连续地以最迅速的方式增加是不可能的。因此,他大概以为具有相同比的比例就被称为倍数比例。关于亚历山大便是如此。另一方面,普罗克洛则是按照那位哲学家[亚里士多德]所说的来解释这段文字的。他说,应当依次列出以相同的二倍比相互超越的若干数,例如αʹ、βʹ、δʹ、ηʹ、ιςʹ、λβʹ,并且依次总是列出二倍的数,并说如1比2,2比4、4比8、8比16、16比32亦然,以此类推;因为依循倍数比的这种比例增加得最迅速。然而在超部分比的情况下却不是这样;因为不可能依序发现,如2比3那样,3也对某个另外的数具有同样关系,而那个数又对另一个数具有同样关系;相反,在这里需要一种方法——即尼科马库斯所传授的方法——说明如何通过单一方法找出(视情况而定)一又三分之一或一又二分之一的数。
- 1.232τὸ δὲ ἐν πολλαπλασίονι ἀναλογίᾳ αὔξεσθαι
置于句首用于提示话题的宾格(即所谓的绝对宾格或关系/限制宾格用法)。句子的主语是 ὁ μὲν Ἀλέξανδρος,主动词为 φησίν;该宾格短语并非主动词的直接宾语,而是先行引出所要讨论的论题。
- 1.232οὐκ οἶδ’ ὅ τι παθών
源自古典时期的习语表达,意为“不知是怎么搞的”或“不知出于何种原由”。分词 παθών(源自 πάσχω)表达了说话者对对方令人费解的失误所感到的困惑、无奈或讽刺。
- 1.232ἄλλως τε οὐδὲ κατὰ συνέχειαν αὐξομένους ἔλαβε τοὺς ὅρους
由 ἄλλως τε(“此外”、“尤其”)引出,指出亚历山大解释中的第二个错误。κατὰ συνέχειαν αὐξομένους 是与 τοὺς ὅρους 一致的表语性分词(“他没有把各项取作是连续增加的”),后接的 καὶ οὕτω τάχιστα γινομένην τὴν αὔξησιν 亦构成并列的宾格名词与表语性分词结构。
