← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§15.14-16.25

倍方问题的证明与知与不知的并存

斐洛庞努斯总结了《美诺篇》中使正方形倍增的几何证明,阐明基于前提的预先知晓如何化解美诺与诡辩家的不可知论难题。他进而解释由于普遍与个别层面的区分以及证明方式的不同,对同一事物知晓与不知晓完全可以并存。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#3

ὥστε τὸ Γ Ε Η Ι τετράγωνον διπλάσιόν ἐστι τοῦ Α Δ Ζ Θ τετραγώνου· περιέχει γὰρ ἄλλα τέσσαρα τρίγωνα. τὸ δὲ Γ Ε Η Ι τετράγωνον τετραπλάσιόν ἐστι τοῦ Α Β Γ Δ τετραγώνου. τὸ ἄρα Α Δ Ζ Θ τετράγωνον, ὅπερ ἀνεγράφη ἀπὸ τῆς Α Δ διαμέτρου, διπλάσιόν ἐστι τοῦ Α Β Γ Δ τετραγώνου, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν ὁ Σωκράτης διὰ τῶν ἐρωτήσεων ἐποίησε τὸν οἰκέτην τοῦ Μένωνος ὅπερ μὴ ᾔδει πρότερον εὑρεῖν θεώρημα, ἀπό τινων προωμολογημένων ἀνάγων αὐτὸν εἰς τὸ ζητούμενον. ὥστε τὰ διὰ ζητήσεως καὶ εὑρέσεως εἰς γνῶσιν ἡμῖν ἐρχόμενα ἔκ τινων προεγνωσμένων ἡμῖν παραγίνονται, καὶ οὐ τὰ αὐτὰ ἀνάγκη εἰδέναι τε καὶ μανθάνειν τόν τε ζητοῦντα καὶ τὸν εὑρίσκοντα, ἀλλ’ ἄλλα μὲν ζητεῖν ἐξ ἄλλων δὲ προωμολογημένων τὴν εὕρεσιν τῶν ζητουμένων ποιεῖσθαι. καὶ οὐχ ἕξει χώραν οὐδὲ ἡ τοῦ Μένωνος ἀπορία ἀναιροῦσα τὴν εὕρεσιν, οὐδὲ ἡ τῶν σοφιστῶν τὸ εἰδέναι τι καθόλου ἀναιροῦσα τῷ τοιούτῳ τρόπῳ. κρύψαντες γὰρ ὑπὸ τὴν χεῖρα, εἰ τύχοι, τρίγωνον ἐρωτῶσι λέγοντες οὕτως· οἴδατε ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσί; φάντων δὲ ἡμῶν ὅτι ‘ναί’ προτείνουσι τὸ τρίγωνον λέγοντες ‘καὶ μὴν τοῦτο οὐκ ᾔδειτε ὅτι τρίγωνόν ἐστιν· εἰ δὲ μὴ ᾔδειτε ὅτι τρίγωνον, οὐδὲ ὅτι τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους ἔχει ᾔδειτε· τὸ αὐτὸ ἄρα καὶ οἴδατε καὶ οὐκ οἴδατε, ὅπερ ἄτοπον’. ταύτας οὖν τὰς ἀπορίας τινὲς κακῶς ἐπιλυόμενοί φασιν ὅτι πᾶν ὃ ἂν οἶδα τρίγωνον, τοῦτο τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους ἔχειν οἶδα· καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως. οἷς καὶ ἐπισκήπτει ὁ Ἀριστοτέλης ὡς κακῶς ἐπιχειροῦσι λύειν1 τὰς ἐκείνων ἀπορίας· οὐδαμοῦ γὰρ ἐν τοῖς θεωρήμασι τὴν προσθήκην ταύτην παρειλήφαμεν, ὅτι ὃ σὺ οἶδας τρίγωνον ἢ ὃ σὺ οἶδας τετράγωνον, ἀλλὰ καθόλου παντὸς τριγώνου ἢ παντὸς τετραγώνου. καὶ τούτοις ἐπιπλήξας αὐτὸς τὴν ἀληθῆ τίθησι λύσιν ἐκ τῶν ἤδη προειρημένων, ὅτι οὐδὲν θαυμαστὸν τὸ αὐτὸ κατ’ ἄλλο μὲν εἰδέναι κατ’ ἄλλο δὲ μὴ εἰδέναι· τὸ γὰρ ἐν τῇ χειρὶ κρυπτόμενον τρίγωνον κατὰ μὲν τὸ καθόλου, ὅτι τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους ἔχει, οἶδα, αὐτὸ μέντοι ἐκεῖνο τὸ μερικὸν οὐκέτι οἶδα. οὕτω δὲ καὶ πάντας ἀνθρώπους τῷ καθόλου ἴσμεν, τοὺς δὲ κατὰ μέρος ἀγνοοῦμεν. καὶ πάλιν καθόλου εἰδότες, ὅτι οὐδεμία ἡμίονος κύει, ἐξαίφνης ἡμίονον ἰδόντες τὴν γαστέρα ἐξογκωθεῖσαν2 ἀπατώμεθα καὶ νομίζομεν κύειν μὴ ἐφαρμόζοντες τὸ μερικὸν τῷ καθόλου. καὶ ἔμπαλιν δυνατὸν κατὰ μὲν τὸ μερικὸν εἰδέναι τι, κατὰ δὲ τὸ καθόλου ἀγνοεῖν, οἷον ὅτι τοῦ ἰσοσκελοῦς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσί (καὶ γὰρ καὶ ὁ ἰδιώτης οὐκ ἀγνοεῖ), οὐκέτι μέντοι ὅτι καὶ παντὸς τριγώνου· ὥστε τὸ μὲν μερικὸν οἶδε, τὸ δὲ καθόλου οὔ. οὐ μόνον δὲ κατὰ τοῦτο δυνατὸν εἰδέναι τι καὶ μὴ εἰδέναι ἀλλὰ καὶ κατὰ τὸν τρόπον τῆς γνώσεως· δυνατὸν γάρ τι ἐπ’ εὐθείας εἰδότα μὴ εἰδέναι αὐτὸ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ, καὶ ἔμπαλιν. οἷον ὅτι ἡ διάμετρος ἀσύμμετρός ἐστι τῇ πλευρᾷ, δέδεικται μὲν δι’ ἀδυνάτου τῷ γεωμέτρῃ· ἐπεχείρησαν δέ τινες τῶν φιλοσόφων καὶ ἐπ’ εὐθείας αὐτὸ δεῖξαι. ὥστε δυνατὸν τῇ δι’ ἀδυνάτου δείξει εἰδότα τὸ θεώρημα ἀγνοεῖν τῇ ἐπ’ εὐθείας.

因此,正方形 Γ Ε Η Ι 是正方形 Α Δ Ζ Θ 的两倍;因为它还包含另外四个三角形。而正方形 Γ Ε Η Ι 是正方形 Α Β Γ Δ 的四倍。所以,在对角线 Α Δ 上所作的正方形 Α Δ Ζ Θ 是正方形 Α Β Γ Δ 的两倍,这正是所要证明的。因此,苏格拉底就是这样通过提问,从某些预先公认的事项将美诺的仆人引向所寻求的事项,从而使他发现了先前并不知晓的定理。所以,那些通过探究和发现进入我们认知的事项,是从某些预先知晓的事项在我们之中产生的,探究者与发现者没有必要既知道又学习相同的事物,而是去探究某些事物,并在其他预先公认的事项的基础上实现对所寻求事物的发现。这样一来,取消发现的美诺难题便没有立足之地,而诡辩家们以下述方式取消对任何普遍事项的认知的难题也同样无法成立。因为他们比如说在手底下藏了一个三角形,便开口发问说:“你们知道一切三角形的两边都大于其余一边吗?”当我们说“知道”时,他们便拿出那个三角形说:“可是你们并不知道这是一个三角形;而如果你们不知道它是三角形,你们也不知道它的两边大于其余一边;所以你们对于同一事物既知道又不知道,这是荒谬的。” 于是,某些不恰当地解决这些难题的人声称:凡是我知道是三角形的,我都知晓它的两边大于其余一边;在类似情况下亦是如此。亚里士多德也斥责这些人,理由是他们试图不恰当地解决那些人的难题;因为我们在各定理中绝没有接受过这样一种附加条件,即“凡你知晓为三角形的”或“凡你知晓为正方形的”,而是普遍地表述为“一切三角形的”或“一切正方形的”。在斥责了他们之后,他自己根据前面已经说明的道理给出了真正的解决方案,即:在一种意义上知晓而在另一种意义上不知晓同一事物,这丝毫不足为奇;因为关于藏在手里的三角形,就普遍者而言,我知道它的两边大于其余一边,然而对于那个个别事物本身,我却并不知道。同样,我们在普遍层面上认识所有的人,但对个别的人却并不认识。再者,我们普遍地知道母骡概不受孕,但突然看到一只肚子胀大的骡子时,我们便受到蒙骗并认为它受孕了,这是由于未将个别事物应用于普遍者。反之,也可能在个别层面上知晓某事,但在普遍层面上并不知晓:例如,知晓等腰三角形的两边大于其余一边(因为就连外行也不是不知道这一点),但并不知晓对一切三角形也是如此;以至于他知晓个别者,却不知晓普遍者。并且,不仅在这方面可能知晓又不知晓某事,而且根据认识的方式也是可能的;因为有可能直接知晓某事的人,通过归谬法却并不知道它,反之亦然。例如,对角线与边不可通约,这是由几何学家用归谬法证明的;但有些哲学家也曾尝试直接证明它。因此,通过归谬证明知晓该定理的人,可能通过直接证明却不知晓它。

语法注2 条
  1. 1.10οἷς καὶ ἐπισκήπτει ὁ Ἀριστοτέλης ὡς κακῶς ἐπιχειροῦσι λύειν

    与格关系代词 οἷς 作动词 ἐπισκήπτει 的宾语(“斥责他们”)。连词 ὡς 连同直陈式现在时 ἐπιχειροῦσι 引导表示斥责理由的主观原因从句(“理由是他们试图……”)。

  2. 1.10τὴν γαστέρα ἐξογκωθεῖσαν

    宾格短语 τὴν γαστέρα 与阴性宾格单数分词 ἐξογκωθεῖσαν 构成整体与部分结构,作为关系宾格(或指定宾格)修饰前面的 ἡμίονον(“腹部胀大的骡子”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:15.14-16.25