← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§158.14-159.17

第二格的形式谬误与通过换位的修正

菲洛波庞论述了在第二格中将两个极端均作为中项的后件(即设立两个肯定前提)所产生的无推论力形式谬误(以诡辩家凯纽斯为例),并解释了当词项外延相等时如何通过换位使其恢复为有效推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.232#1

" Συμβαίνει δ’ ἐνίους ἀσυλλογίστως λέγειν διὰ τὸ λαμβάνειν τὰ ἑπόμενα ἀμφοτέροις.1" Εἰπὼν ὅτι ἧττον ἐν ταῖς ἐπιστήμαις γίνεται ὁ παραλογισμὸς ἢ ἐν ταῖς διαλεκτικαῖς μεθόδοις, διὰ τὸ τὸν μέσον ὁμώνυμον ἐν ταῖς διαλεκτικαῖς μεθόδοις λαμβάνεσθαι, ἐν δὲ ταῖς ἐπιστήμαις μηκέτι, βούλεται νῦν καὶ περὶ τῶν παρὰ τὸ σχῆμα ἡμαρτημένων συλλογισμῶν εἰπεῖν. οἱ γὰρ κατὰ τὴν ὁμωνυμίαν τοῦ μέσου ὅρου γινόμενοι παραλογισμοὶ οὐκ ἂν εἶεν παρὰ τὸ σχῆμα ἡμαρτημένοι· κυρίως μὲν γὰρ καὶ κατ’ ἀλήθειαν ἐν τούτοις οὐδὲ συλλογισμὸς ἂν εἴη, ἀλλὰ δύο προτάσεις διεσπασμέναι ἀπ’ ἀλλήλων· διὰ δὲ τὴν ὁμωνυμίαν δοκεῖ ὁ μέσος συνῆφθαι τοῖς ἄκροις καὶ συνῆφθαι συλλογιστικῶς. εἰπὼν οὖν ὅτι παρὰ τὸν μέσον ὅρον ὁμώνυμον ὄντα πολλάκις ἐν ταῖς διαλέξεσι γίνονται πολλοὶ παραλογισμοί, ὅπερ ἐν ταῖς ἐπιστήμαις οὐ συμβαίνει, νῦν βούλεται δεῖξαι καὶ τοὺς παρὰ τὸ σχῆμα γινομένους ἐν ταῖς διαλέξεσι παραλογισμούς, καθ’ οὓς πάλιν διαφέρουσιν αἱ ἐπιστῆμαι τῶν διαλέξεων. γίνονται οὖν, φησί, καὶ παρὰ τὸ σχῆμα παραλογισμοὶ διὰ τὸ πολλάκις τὸν αὐτὸν μέσον τοῖς δύο ἄκροις ἕπεσθαι, τουτέστι διὰ τὸ λαμβάνειν ἐν δευτέρῳ σχήματι δύο καταφατικάς· οἴονται γὰρ ὅτι, εἰ τὸ αὐτὸ τοῖς δυσὶν ἕπεται, κἀκεῖνα ἀλλήλοις ἕπεται. τὸ δὲ οὐκ ἔστιν, εἰ μὴ συγγενῆ εἶεν ἐκεῖνα· ἕπεται γὰρ καὶ λίθῳ καὶ ἀνθρώπῳ ἡ οὐσία, καὶ οὐχ ἕπεται τὸ ἕτερον τῷ ἑτέρῳ, οὔτε ὁ ἄνθρωπος τῷ λίθῳ οὔτε ἔμπαλιν, διὰ τὸ μὴ εἶναι ὁμογενῆ. ὥσπερ, φησί, καὶ ὁ Καινεὺς ἐποίει σοφιστής· συνελογίζετο γὰρ ὅτι τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ αὔξεται τὸν τρόπον τοῦτον· τὸ πῦρ τάχιστα αὔξεται, τὰ ἐν πολλαπλασίονι ἀναλογίᾳ αὐξόμενα τάχιστα αὔξεται, τὸ πῦρ ἄρα ἐν πολλαπλασίονι ἀναλογίᾳ αὔξεται. καίτοι, φησίν, ἐνίοτε ἐν τοῖς τοιούτοις ἐνδέχεται ὑγιᾶ ποιῆσαι τὸν λόγον ἤτοι τὸν συλλογισμόν, ὅμως οὐ συνορῶντες ἀσυλλογίστως συμπλέκουσι τὰς προτάσεις· ὅτε γὰρ οἱ ὅροι ἐξισάζουσιν ὡς ἐνδέχεσθαι ἀντιστρέφειν τὸν κατηγορούμενον εἰς τὸν ὑποκείμενον,2 τότε δυνατὸν ὑγιὲς ποιῆσαι τὸ σχῆμα. οἷον τὸ ἐπιστήμης δεκτικὸν κατὰ παντὸς ἀνθρώπου καὶ γελαστικοῦ, ὁ ἄνθρωπος ἄρα κατὰ παντὸς γελαστικοῦ· ἐὰν οὖν ἀντιστρέψῃς τὸν ἄνθρωπον καὶ τὸ ἐπιστήμης δεκτικὸν λέγων ὅτι ὁ ἄνθρωπος κατὰ παντὸς νοῦ καὶ ἐπιστήμης δεκτικοῦ, ὑγιὲς ποιήσεις τὸ σχῆμα. ὥσπερ καὶ ἐπὶ τοῦ προκειμένου· ἐὰν γὰρ ἀντὶ τοῦ εἰπεῖν ‘τὸ ἐν πολλαπλασίονι ἀναλογίᾳ αὐξόμενον τάχιστα αὔξεται’ εἴπωμεν ὅτι τὸ τάχιστα αὐξόμενον ἐν πολλαπλασίονι ἀναλογίᾳ αὔξεται, ὑγιὲς ποιοῦμεν τὸ σχῆμα καὶ τὸ αὐτὸ συνάγομεν.

“但是由于选取了对两者都相随的项,便会发生有些人非三段论式地论辩的情况。” 在指出诸科学中产生谬误推理少于辩证方法中(因为在辩证方法中中项是同名异义地被选取的,但在诸科学中则不再如此)之后,他现在希望也谈论因形式而有误的三段论。因为依凭中项的同名异义而产生的谬误推理,并不会是因形式而有误的;因为严格而真实地讲,在这些情况中甚至不会有三段论,而只是彼此分离的两个前提;但由于同名异义,中项似乎与两个极端相联结,并且是三段论式地相联结。因此,在指出常常因中项是同名异义的而在辩论中产生许多谬误推理(这在诸科学中并不发生)之后,他现在希望也展示辩论中因形式而产生的谬误推理,在这些方面诸科学再次不同于辩论。因此他说,因形式而产生的谬误推理,也常常是由于同一个中项随顺着两个极端,也就是说,由于在第二格中选取了两个肯定命题;因为他们以为,如果同一个项随顺着两者,那些项彼此之间也相互随顺。但这并非如此,除非那些项是同类的;因为实体既随顺着石头又随顺着人,但其中一个并不随顺另一个,既非人随顺石头,亦非反之,这是因为它们并非同属。他说,正如诡辩家凯纽斯所做的那样;因为他以这种方式推论火以倍数比例增加:“火最迅速地增加,以倍数比例增加的事物最迅速地增加,所以火以倍数比例增加。”他说,尽管有时在这些情况中能够使论述即三段论成为健全的,然而他们由于没有看清,便非三段论式地将前提联结起来;因为当词项相等以至于可能将谓项换位为主项时,那时便能够使形式成为健全的。例如,“能接受科学知识属于每个人以及每个能笑者,所以人属于每个能笑者”;因此,如果你把‘人’与‘能接受科学知识’加以换位,说‘人属于每个能接受理智与科学知识者’,你就会使形式成为健全的。正如在眼前的例子中也是如此:因为如果我们不说“以倍数比例增加的事物最迅速地增加”,而是说最迅速地增加的事物是以倍数比例增加的,我们就能使形式成为健全的,并推导出同样的结论。

语法注2 条
  1. 1.232διὰ τὸ λαμβάνειν τὰ ἑπόμενα ἀμφοτέροις

    带冠词不定式 διὰ τὸ λαμβάνειν 带宾语 τὰ ἑπόμενα,ἀμφοτέροις 是依赖于 ἑπόμενα 的与格(指大项和小项这两个极端)。在亚里士多德术语中,A“随顺”(ἕπεσθαι)B 意指 A 被述谓于 B;因此该短语指的是在第二格中选取一个对两个极端均作为肯定谓项的中项,从而构成无效的肯定式。

  2. 1.232ὅτε γὰρ οἱ ὅροι ἐξισάζουσιν ὡς ἐνδέχεσθαι ἀντιστρέφειν τὸν κατηγορούμενον εἰς τὸν ὑποκείμενον

    在由 ὅτε 引导的时间从句中,接有表示结果或程度的 ὡς 搭配不定式(ὡς ἐνδέχεσθαι)结构。τὸν κατηγορούμενον 与 τὸν ὑποκείμενον 分别是指谓项和主项的宾格,作为不定式 ἀντιστρέφειν 的换位对象与目标(将谓项换为主项)。这表明了仅当词项外延相等(ἐξισάζουσιν)时,全称肯定命题方可简单换位,从而将第二格的无效形式转变为健全推论的逻辑条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:158.14-159.17