- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:156.6-158.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了亚里士多德关于“史诗是圆”这一例子的含义,探讨了可循环阅读的铭文、百科之学以及史诗环等可能解释,随后讨论了针对归纳性前提的异议(ἔνστασις)的性质及其在三段论中的位置,对哲学家阿摩尼奥斯的解释提出质疑并推迟作出定论。
" Ἆρα πᾶς κύκλος σχῆμα; ἂν δὲ γράψῃ, δῆλον." Εἴ τις ἐρωτήσειε τὸν γεωμέτρην εἰ πᾶς κύκλος σχῆμα, δῆλον ὅτι ἀποκρίνεται ὅτι ναί, καταγράφων τὸν κύκλον, καταγράφων δὲ ἤτοι ἐν τῇ φαντασίᾳ ἢ ἐν τῷ ἀβακίῳ. ἐὰν δέ τις ἐπανέρηται αὐτόν ‘τί δέ; τὰ ἔπη κύκλος;’, ἵνα συναγάγῃ ‘τὰ ἔπη ἄρα σχῆμα’, οὐκέτι συγχωρήσει τὸ τὰ ἔπη κύκλον εἶναι· οὐ γὰρ ἐφαρμόζουσι ταῦτα τῷ τοῦ κύκλου ὁρισμῷ ᾧ ἔχουσιν ἐν τῇ ψυχῇ. κύκλον δέ φησι τὰ ἔπη ἤτοι τὰ ἐπιγράμματα τὰ οὕτω πεποιημένα ὡς μὴ πάντως εἶναι ἀκολουθίαν τοῦ δευτέρου στίχου πρὸς τὸν πρῶτον καὶ τοῦ τρίτου πρὸς τὸν δεύτερον καὶ ἐφεξῆς, ἀλλὰ δύνασθαι τὸν αὐτὸν στίχον καὶ ἀρχὴν καὶ τέλος ποιεῖσθαι. οἷόν ἐστι καὶ τοῦτο· Χαλκῆ παρθένος εἰμί, Μίδου δ’ ἐπὶ σήματι κεῖμαι, ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ ἠέλιός τ’ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐνὶ τύμβῳ ἀγγελέω παριοῦσι, Μίδης ὅτι τῇδε τέθαπται. Ὅρα γὰρ ὅτι ὥσπερ ἐν κύκλῳ ἔξεστι σχεδὸν ἀφ’ οἵου δἄν τις στίχου βούληται1 ἄρξασθαι· “αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐνὶ τύμβῳ”, εἶτα “χαλκῆ παρθένος εἰμί” καὶ τὰ ἑξῆς· ἢ οὕτω· “χαλκῆ παρθένος εἰμί”, εἶτα “αὐτοῦ τῇδε μένουσα”, εἶτα “ἔστ’ ἄν ὕδωρ τε νάῃ” καὶ τὰ ἑξῆς. λέγει δὲ Ἡρόδοτος ἐν τῷ βίῳ τοῦ Ὁμήρου Ὁμήρου εἶναι τὸ ἐπίγραμμα εἰς Μίδαν τῶν Φρυγῶν βασιλέα. ἢ τοίνυν τὰ τοιαῦτα ἐπιγράμματα κύκλον φησίν, ἢ κύκλον λέγει τὰ ἐγκύκλια λεγόμενα μαθήματα, οὕτω καλούμενα ἢ ὡς πᾶσαν ἱστορίαν περιέχοντά πως ἢ ὡς πάντων περὶ αὐτὰ εἰλουμένων (περὶ μὲν γὰρ τὰ ἄλλα τῶν μαθημάτων οὐ πάντες στρέφονται, οἷον περὶ ἰατρικὴν ἢ ῥητορικὴν ἢ ἄλλην τινά· περὶ ταῦτα μέντοι σχεδὸν πάντες καὶ οἱ περὶ τὰς ἄλλας λογικὰς ἐπιστήμας ἔχοντες) ἤ, ὡς ἐμοὶ δοκεῖ, διὰ τὸ πάντας τοὺς ποιητὰς περὶ τὰς αὐτὰς ἱστορίας εἱλεῖσθαι.2 ταύτῃ δὲ δόξουσι μὲν τὰ κωμικὰ τῶν ἐγκυκλίων ἀποκρίνεσθαι· φημὶ δὲ ὅτι μάλιστα μὲν ἡ ἀρχαία κωμῳδία οὐδὲ τούτων ἀπήλλακται, ἀλλὰ παρεμπλέκονται πολλαχοῦ ἱστορίαι. ἄλλως τε κυρίως μὲν τὰ ἄλλα εἶεν ἂν ἐγκύκλια, κατὰ συνεκδοχὴν δὲ καὶ ταῦτα. γεγράφασι γοῦν τινες περὶ τοῦ κύκλου ἀναγράφοντες πόσοι τε ποιηταὶ γεγόνασι καὶ τί ἕκαστος ἔγραψε καὶ πόσοι στίχοι ἑκάστου ποιήματος καὶ τὴν τούτων τάξιν, τίνα τε πρῶτα δεῖ μανθάνειν καὶ δεύτερα καὶ ἐφεξῆς. Πεισάνδρου δὲ τὴν αὐτὴν πραγματείαν ποιησαμένου, λέγω δὴ πλείστην ἱστορίαν κατὰ τάξιν συναγ〈αγ〉όντος, ἀντιποιησαμένου δὲ καὶ εὐεπείας καταφρονηθῆναί φασι τὰ τῶν πρὸ αὐτοῦ ποιητῶν συγγράμματα· διὸ μηδὲ εὑρίσκεσθαι τὰ ποιήματα τὰ ἐν τοῖς κύκλοις ἀναγεγραμμένα.
“每一个圆都是图形吗?但如果把它画出来,[这一点]就很明显。” 如果有人问几何学家每一个圆是否都是图形,显然他会一边画出这个圆,一边回答“是”,他要么在想象中画出,要么在算板上画出。但如果有人进一步追问他:“那么怎样?史诗是圆吗?”,以便推导出“史诗因此是图形”,他将不再赞同史诗是圆;因为这些并不契合他们灵魂中拥有的圆的定义。他称之为圆的史诗,要么是指这样作出的铭文,以至于第二行绝非必然紧随第一行,第三行紧随第二行等等,而是能够把同一行既作开头又作结尾。例如这也是这类铭文:“我是一个青铜少女,卧于米达斯的墓上;只要流水尚存、高树常荣,升起的太阳照耀、明月吐辉,我留在这里的悲泣之冢上,向过路之人宣告:米达斯葬于此处。”瞧,宛如在一个圆环中,人们几乎可以从任何希望的行开始:“留在这里的悲泣之冢上”,接着是“我是一个青铜少女”等等;或者这样:“我是一个青铜少女”,接着是“留在此地”,接着是“只要流水尚存”等等。希罗多德在《荷马传》中说,这首为弗里吉亚国王米达斯所作的铭文是荷马所作。因此,要么他是将这类铭文称为圆,要么他是把所谓的百科之学称为圆,之所以如此称呼,要么是因为它们在某种程度上包罗了全部传闻,要么是因为所有人都围绕着它们打转(因为人们并不是全都从事于其他学问,例如医学、修辞学或任何其他学问,然而几乎所有人,包括从事其他理性科学的人,都致力于这些);或者,在我看来,是因为所有的诗人都围绕着同样的传闻打转。在这一点上,喜剧作品似乎会与百科性的作品区分开来;但我说,尤其是古喜剧也绝非脱离这些,而是在许多地方交织着传闻。而且换言之,严格而言其他作品固然是百科性的,但通过提喻法,这些作品也是如此。无论如何,有些人曾就“环诗”撰述,记载了总共有多少诗人出现,每人写了什么,每首诗有多少行,以及它们的顺序,应当先学什么,其次学什么,依此类推。但据说当珀珊德尔从事同样的著述时——我是指,他按顺序汇集了极多的传闻,并力求词藻华美——在他之前的诗人们的著作便受到轻视;正因如此,那些被记载在诗环中的诗篇甚至都找不到了。
"Οὐ δεῖ δ’ ἔνστασιν εἰς αὐτὸ φέρειν,3 ἂν ᾖ ἡ πρότασις ἐπακτική καὶ τὰ ἑξῆς." Ὃ λέγει διὰ τούτων, τοῦτό ἐστιν, ὅτι πρὸς τοὺς τοιούτους παραλογισμοὺς (οἷός ἐστι καὶ ὁ νῦν προκείμενος ὁ λέγων ‘τὰ ἔπη κύκλος, ὁ κύκλος σχῆμα, τὰ ἔπη ἄρα σχῆμα’), δεῖ οὖν, φησίν, ἐνισταμένους τὰς ἐνστάσεις μὴ δι’ ἐπαγωγῆς φέρειν, οἷον, εἰ τύχοι, τάδε καὶ τάδε τὰ ἔπη προφέροντας, ὡς οὐκ εἶεν κύκλοι, ἀλλὰ καθολικῶς ἐνίστασθαι ὅτι οὐδὲν ἔπος κύκλος. ὥσπερ γὰρ οὐδὲ πρότασίς ἐστιν ἀποδεικτικὴ ἣ μή ἐστι καθόλου, διότι ἐκ τῶν καθόλου ὁ συλλογισμός, οὕτως οὐδὲ ἔνστασίς ἐστιν ἐπιστημονικὴ ἣ μή ἐστι καθόλου· ἡ γὰρ ἔνστασις, φησίν, αὐτὴ καὶ τοῦ συλλογισμοῦ μέρος γίνεται. εἰ μὲν γὰρ πρὸς τὸ συμπέρασμα ἐνστῇ τις, ἡ ἔνστασις ἀρχὴ γίνεται συλλογισμοῦ· εἰ δὲ πρὸς τὴν πρότασιν, συμπέρασμα γίνεται ἡ ἔνστασις. οἷον εἰ μὲν ἐνστῇ τις πρὸς τὴν πρότασιν τὴν λέγουσαν ‘τὰ ἔπη κύκλος’ λέγων ‘οὐδὲν ἔπος κύκλος’, συμπέρασμα γίνεται τοῦ συλλογισμοῦ ἡ ἔνστασις λεγόντων οὕτως ‘οὐδὲν ἔπος σχῆμά ἐστι, πᾶς δὲ κύκλος σχῆμά ἐστιν, οὐδὲν ἄρα ἔπος κύκλος ἐστίν’· εἰ δὲ πρὸς τὸ συμπέρασμα φέρεται ἡ ἔνστασις τὸ λέγον ὅτι τὰ ἔπη σχῆμα, λέγουσα μηδὲν ἔπος σχῆμα, πρότασις γίνεται ἡ ἔνστασις λεγόντων ‘οὐδὲν ἔπος σχῆμα, πᾶς κύκλος σχῆμα, οὐδὲν ἔπος κύκλος’. καὶ ὁ μὲν φιλόσοφος οὕτως ἐξηγήσατο τὸ χωρίον. ἐμοὶ δὲ οὔτε καλῶς εἰρῆσθαι δοκεῖ (ἀεὶ γὰρ δεῖ τὴν ἔνστασιν συμπέρασμα εἶναι τοῦ συλλογισμοῦ· ταύτην γὰρ δεῖ δῆλον ὅτι ἀποδεῖξαι, ἵνα τὴν ἀντικειμένην αὐτῇ δείξωμεν μὴ καλῶς οὖσαν) οὔτε ταῖς Ἀριστοτελικαῖς συμφωνεῖν λέξεσιν· ἣν γὰρ φέρει, φησίν, ἔνστασιν, αὕτη γένοιτ’ ἂν πρότασις4 ἢ ἀποδεικτικὴ ἢ διαλεκτική· διόπερ τὴν ἀκριβῆ τοῦ χωρίου ἐξήγησιν ὑπερτίθεμαι, ἕως καὶ τῷ ἐξηγητῇ ἐντύχω.
“但是,如果前提是归纳性的,就不应当对它提出异议,等等。” 他通过这些话所说的乃是:对于此类谬误推理(正如眼前提出的这个,即说‘史诗是圆,圆是图形,所以史诗是图形’),他说,提出异议的人不应当通过归纳来提出异议——例如碰巧拿出这首和那首史诗说它们不是圆——而应当全称地提出异议,即没有任何史诗是圆。因为正如不存在非全称的证明性前提一样(因为三段论是由全称前提构成的),同样也不存在非全称的科学异议;因为他说,异议本身也成为三段论的一部分。因为如果有人针对结论提出异议,异议便成为三段论的本原[前提];但如果是针对前提,异议就成为结论。例如,如果有人针对‘史诗是圆’这一前提提出异议说‘没有任何史诗是圆’,那么对于这样论证的人来说,异议就成为三段论的结论:‘没有任何史诗是图形,每个圆都是图形,所以没有任何史诗是圆’;但如果异议是针对说史诗是图形的结论提出,表明没有任何史诗是图形,那么对于论证者来说,异议就成为前提:‘没有任何史诗是图形,每个圆都是图形,没有任何史诗是圆’。哲学家[阿摩尼奥斯]便是这样解释这一段落的。但在我看来,这既说得不好(因为异议必须始终是三段论的结论;因为显然必须证明这一异议,以便我们表明与它对立的命题是不正确的),也与亚里士多德的原话不合;因为他说,一个人提出的异议可以成为前提,要么是证明性的,要么是辩证的。因此,在我读到注解家[亚历山大]的著作之前,我暂且推迟对该段落给出精确的解释。
- 1.230ἀφ’ οἵου δἄν τις στίχου βούληται
关系节中的 δἄν 是语气词 δή 与 ἄν 的缩合(crasis),与关系代词 οἵου 连用表示泛指和任选:“几乎可以从任何人希望的无论哪一行开始”。
- 1.230ἤ, ὡς ἐμοὶ δοκεῖ, διὰ τὸ πάντας τοὺς ποιητὰς περὶ τὰς αὐτὰς ἱστορίας εἱλεῖσθαι
前两个并列肢(ἢ τοίνυν τὰ τοιαῦτα ἐπιγράμματα κύκλον φησίν, ἢ κύκλον λέγει τὰ ἐγκύκλια λεγόμενα μαθήματα)均为主谓宾结构(以 φησίν/λέγει 带直接宾语),而第三肢则在句法上转向了由 διὰ τὸ 带冠词不定词构成的表示原因的介词短语(破格构文)。
- 1.231δεῖ οὖν, φησίν, ἐνισταμένους τὰς ἐνστάσεις μὴ δι’ ἐπαγωγῆς φέρειν
宾格分词 ἐνισταμένους 作无人称动词 δεῖ 所支配的不定词 φέρειν 的逻辑主语,φέρειν 的宾语为 τὰς ἐνστάσεις,整个结构意为“提出异议的人不应当通过归纳来提出异议”。
- 1.231ἣν γὰρ φέρει, φησίν, ἔνστασιν, αὕτη γένοιτ’ ἂν πρότασις
先行词 ἔνστασιν 被吸引并纳入由关系代词 ἣν 引导的关系节中(先行词的并入/倒装),而主句中的指示代词 αὕτη 则指代它作为主语:“因为他说,一个人提出的异议可以成为前提”。
