- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:154.11-156.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注视了解释了为什么在数学诸学科中不会像在辩证学中那样产生基于中项多义性(同名异义)的谬误推理——因为数学词项有确定定义并由思维直接领会——并阐明了限定词“每一个”仅修饰主项而不修饰谓项,以及辩证言论中名称多义性如何导致欺瞒。
" Ἐν δὲ τοῖς μαθήμασιν οὐκ ἔστιν ὁμοίως ὁ παραλογισμός, ὅτι τὸ μέσον ἐστὶ διττὸν ἀεί." Εἰπὼν τίνα ἐστὶ τὰ ἀγεωμέτρητα ἐρωτήματα, ὁμοίως δὲ καὶ τὰ καθ’ ἑκάστην ἐπιστήμην οὐκ οἰκεῖα τῇ ἐπιστήμῃ, ὅτι τὰ κατὰ τὴν ἄγνοιαν ἢ τὴν κατ’ ἀπόφασιν ἢ τὴν κατὰ διάθεσιν, βούλεται ἐνταῦθα εἰπεῖν ὅτι οὐχ οὕτως οἱ παραλογισμοὶ ἐν ταῖς ἐπιστήμαις γίνονται ὡς ἐν ταῖς διαλεκτικαῖς μεθόδοις· ἧττον γὰρ ἐν ταῖς ἐπιστήμαις παρενοχλεῖ τὸ ψεῦδος ἤπερ ἐν ταῖς διαλεκτικαῖς συνουσίαις. αἴτιον δὲ τούτου ὁ μέσος ὅρος ὁ δισσῶς λαμβανόμενος· παντί τε γὰρ τῷ ἐλάττονι ὑπάρχει, καὶ κατὰ τούτου παντὸς ὁ μείζων.1 ἐπεὶ οὖν δὶς λαμβάνεται, πολλοὶ δέ εἰσι τῶν ὅρων ὁμώνυμοι, ἐὰν ληφθῇ κατ’ ἄλλο μὲν σημαινόμενον τοῦ ὑποκειμένου κατηγορούμενος,2 λέγω δὴ τοῦ ἐλάττονος, κατ’ ἄλλο δὲ αὐτοῦ ὁ μείζων κατηγορούμενος, παραλογισμὸς γίνεται· οἷα πολλάκις ἐν ταῖς διαλέξεσι γίνονται. οἷον οἱ σοφοὶ μανθάνουσιν, οἱ μανθάνοντες οὐκ ἴσασιν, οἱ σοφοὶ ἄρα οὐκ ἴσασι· τὸ γὰρ μανθάνειν ὁμώνυμον〈ὂν〉 καὶ ἐπὶ τοῦ συνιέναι καὶ ἐπὶ τοῦ διδάσκεσθαι λέγεται· λανθάνει οὖν ἡ ἀπάτη διὰ τὴν ὁμωνυμίαν. ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον δισύλλαβον, ὁ ἄνθρωπος ἄρα δισύλλαβος· διττὸν γὰρ τὸ ‘ἄνθρωπος’, ἐπί τε τῆς οὐσίας καὶ ἐπὶ τοῦ ὀνόματος· καὶ γὰρ τὸ πρᾶγμα λέγεται ἄνθρωπος καὶ τὸ ὄνομα. τὰ λάχανα τῆς γῆς ὑπερέχει, τὸ ὑπερέχον τοῦ ὑπερεχομένου μεῖζον, τὰ λάχανα ἄρα τῆς γῆς μείζονα· τὸ γὰρ ὑπερέχειν ἤτοι τὸ κατὰ μέγεθος ὑπερέχειν ἢ τὸ ὑπὲρ τὴν ἐπιφάνειαν εἶναι. ἐπεὶ οὖν οὐ περὶ ὡρισμένα τινὰ πράγματα οἱ διαλεκτικοὶ ἔχουσιν οὐδὲ τοὺς μέσους ὡρισμένους, πολλὰς ἀπάτης ἀφορμὰς ἔχουσιν. ἐπὶ δὲ τῶν ἐπιστημῶν οὐχ οὕτως· ὥρισται γὰρ τὰ καθ’ ἑκάστην ἐπιστήμην πράγματα, καὶ οὐδέποτε παρὰ τὴν ὁμωνυμίαν πλάνη ἐν αὐταῖς γίνεται. οἷον, ὡς αὐτός φησιν, εἰ λέγοιτο κύκλος καὶ τὰ ἔπη καὶ τὸ σχῆμα, εἴ τις ἐρωτήσειε τὸν γεωμέτρην εἰ ὁ κύκλος σχῆμα, εὐθὺς τὴν φαντασίαν ἀπερείδει εἰς τὸν γραφόμενον κύκλον, καὶ οὐκ ἀορισταίνει περὶ ποίου κύκλου ὁ λόγος ἢ ποσαχῶς ὁ κύκλος· κύκλον γὰρ οὐδὲν ἕτερον εἶδον οἱ γεωμέτραι ἢ τὸ ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον σχῆμα. ἐπεὶ οὖν ὡρισμένα εἰσὶ τὰ ὑποβεβλημένα τῷ γεωμέτρῃ καὶ οὐδεμία ὁμωνυμία παρὰ ταῖς ἐπιστήμαις, ἧττον ἔστι παραλογίζεσθαι ἐν αὐταῖς· ὥρισται γὰρ ἑκάστου ὅρου ἡ σημασία, οἷον τί ἐστι κύκλος, καὶ τί γραμμή, καὶ τί ἐπίπεδον, καὶ τί τὸ συμπίπτειν, καὶ ἕκαστον τῶν λοιπῶν ὡσαύτως, καὶ εἰσὶν οἱονεὶ διατετυπωμένα ἐν τῇ ψυχῇ τὰ σχήματα. ἅμα οὖν τῷ ἀκοῦσαι κύκλον εὐθὺς τὸν ἐν τῇ ψυχῇ τύπον νοεῖ καὶ εἰς ἀοριστίαν οὐκ ἀποφέρεται· οὐδὲ γάρ, εἰ ἐρωτηθείη, ὅτι κύκλος τὰ ἔπη συγχωρήσει, τοῦτο μόνον εἰδὼς ὃ παρ’ ἑαυτῷ ὡρίσατο. οὐ μέντοι ἐπὶ τῶν διαλεκτικῶν συνουσιῶν οὕτως· οὐ γὰρ ὥρισται τὰ ὑποβεβλημένα τῇ διαλεκτικῇ. ἐν μὲν οὖν ταῖς ὁμωνύμοις φωναῖς τὰ ἐπὶ ἄλλου σημαινομένου λεγόμενα ἐπ’ ἄλλο μεταφέρουσα παραλογίζεται.
“但在数学诸学科中,谬误推理并不以同样的方式存在,因为中项始终是双重的。” 在说明了何为非几何学的问题,以及同样在每一门科学中何为非该科学所固有者——即出于否定性或状态性无知的问题——之后,他在此旨在说明,在诸科学中谬误推理并不像在辩证方法中那样产生;因为与辩证交往相比,虚假在科学中带来的干扰较少。造成这一情况的原因在于被双重取用的中项;因为中项属于全部小项,而大项又述谓这全部[中项]。既然中项被取用两次,而词项中又有许多是同名异义的,那么如果它按照一种含义被述谓于主项即小项,而大项又按照另一种含义述谓于它,就会产生谬误推理;这正如在辩证讨论中经常发生的那样。例如:智者在学习;学习者一无所知;所以智者一无所知。因为“学习”是同名异义的,既指理解,又指受教;因此欺骗因同名异义而潜藏其中。又如:人是动物;动物是双音节词;所以人是双音节词。因为“人”是双重的,既指实体,又指名称;因为实物被称为人,名称也被称为人。再如:蔬菜高出地面;高出者大于被高出者;所以蔬菜大于地面。因为“高出”要么是指在体量上超过,要么是指处于表面之上。既然辩证学者所处理的不是某些确定的事物,也没有确定的中项,他们便有许多受骗的由头。但在诸科学中则不然;因为各门科学所涉的事物都是被明确界定的,在其中绝不会因同名异义而发生迷误。例如,正如他本人所说,即便史诗与图形都被称为圆,如果有人问几何学家圆是否为图形,他会立刻将想象力寄托于所画出的圆上,而不会对于谈论的是何种圆、或圆有几种说法悬而不决;因为几何学家所知晓的圆别无其他,唯有由单一线条包围的图形。既然几何学家所依托的对象是确定的,诸科学中没有任何同名异义,在其中进行谬误推理的可能性就较小;因为每个词项的含义都是明确界定的,例如什么是圆、什么是线、什么是平面、什么是相交,其余各项亦是如此,而且这些图形宛如铭刻在灵魂之中。因此,一旦听到“圆”,他立刻领会灵魂中的印记,而不会被带入不确定之中;因为即使被问及,他也绝不会赞同史诗是圆,因为他只知晓在自己心中界定的这个东西。然而在辩证交往中却并非如此;因为辩证学所依托的对象并未被界定。因此,在同名异义的声音中,它把就一种含义所说的内容转移到另一种含义上,从而进行谬误推理。
"Τὸ δὲ κατηγορούμενον οὐ λέγεται πᾶν.3" Ἐπειδὴ εἶπε τὸ μέσον κατὰ παντὸς τοῦ ἐλάττονος, τὸ δὲ μεῖζον κατὰ τοῦ μέσου παντός, ἀναμιμνήσκει ἡμᾶς τῶν εἰρημένων ἐν τῷ Περὶ ἑρμηνείας, ὅτι τῷ κατηγορουμένῳ ὁ προσδιορισμὸς οὐ συντάττεται (οὐ γάρ φαμεν ‘ὁ ἄνθρωπος πᾶν ζῷον’) ἀλλὰ μόνως τοῖς ὑποκειμένοις.
“而谓项并不被说成‘每一个’。” 既然他说了中项述谓于全部小项,而大项述谓于全部中项,他便提醒我们注意在《解释篇》中所说的话,即限定词并不与谓项相连(因为我们并不说“人是每一个动物”),而仅与主项相连。
"Ταῦτα δὲ ἔστιν οἷον ὁρᾶν τῇ νοήσει." Ταῦτα τοὺς ὅρους φησίν. ὁρᾶν δὲ ἐν τοῖς μαθήμασι δῆλον ὅτι· περὶ τούτων γὰρ ὁ λόγος. ἐν δὲ τοῖς μαθήμασι, φησίν, οὐκ ἔστιν ὁμοίως παραλογισμὸς διὰ τὸ διττὸν τοῦ μέσου ὅρου· ἕκαστος γὰρ ὅρος τῶν ἐν τοῖς μαθήμασι διὰ τὸ ὡρισμένον οἷον δεῖξίς ἐστι, καὶ ἅμα τῷ ἀκοῦσαι κύκλον ἤ τι τοιοῦτον εὐθὺς ὁρᾷ ὁ ἐπιστήμων τὸ λεχθὲν ἐν ἑαυτῷ γεγραμμένον, καὶ οὐ φέρεται ἐπ’ ἄλλο τι σημαινόμενον, ἀλλ’ ἐπὶ μόνον τοῦτο οὗ καὶ τὸν ὁρισμὸν ἐν ἑαυτῷ ἔχει.
“而这些通过思维宛如可以看见。” 他说“这些”是指诸词项。而“看见”显然是指在数学诸学科中;因为所谈论的正是这些。他说,在数学诸学科中,并不以同样的方式由于中项的双重性而存在谬误推理;因为数学诸学科中的每一个词项由于其确定性而宛如一种直观指明,科学家一旦听到“圆”或诸如此类的东西,立刻在自身之中看到所言之物的描画,而不会转向任何其他含义,唯独转向在自身中也拥有其定义的那一事物。
"Ἐν δὲ τοῖς λόγοις λανθάνει." Τουτέστιν ἐν ταῖς διαλεκτικαῖς συνουσίαις λανθάνει τὰ ὀνόματα διὰ τὸ μὴ ὡρίσθαι.
“但在言论中它潜藏着。” 也就是说,在辩证交往中,由于名词未被界定,它们便潜藏着。
- 1.226παντί τε γὰρ τῷ ἐλάττονι ὑπάρχει, καὶ κατὰ τούτου παντὸς ὁ μείζων
前半句的主语是前文的“中项(ὁ μέσος ὅρος)”,而后半句“κατὰ τούτου παντὸς ὁ μείζων”中省略了谓语动词(κατηγορεῖται 或 ὑπάρχει)。该句说明了第一格全称肯定三段论的前提结构(大项述谓于全部中项,中项属于全部小项)。
- 1.226ἐὰν ληφθῇ κατ’ ἄλλο μὲν σημαινόμενον τοῦ ὑποκειμένου κατηγορούμενος
在条件从句中,分词 κατηγορούμενος 为阳性单数主格,作为补充成分与上下文中的主语中项(ὁ μέσος)保持一致,与动词 ληφθῇ 配合。其结构意为:“若它[中项]按照一种含义被当作述谓于……而取用”。
- 1.227Τὸ δὲ κατηγορούμενον οὐ λέγεται πᾶν
在引文(lemma)中,πᾶν 作为直接附加于谓项的量化词(限定词)被引用性地使用,充当述语补足语(“谓项不被说成‘每一个’”)。正如菲洛波诺斯在后一句中用专业术语 ὁ προσδιορισμός(限定词/定量词)所阐明的那样。
