- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:152.4-154.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德关于源于无知的非几何学问题之性质的论述(77b17–77b26),阐明几何学中的失误源于虚假前提(质料性失误)而非形式结构上的缺陷(谬误推理),并解释了“非几何学”如何同时适用于否定性无知与状态性无知。
" Καὶ παρ’ ἑκάστην ἐπιστήμην τὰ κατὰ τὴν ἄγνοιαν τὴν ποίαν γεωμετρικά ἐστι;" Διττῆς οὔσης τῆς ἀγνοίας, ὥσπερ εἴπομεν καὶ αὐτὸν πλατύτερον ἐφεξῆς ἐρεῖν, τῆς μὲν κατὰ ἀπόφασιν τῆς δὲ κατὰ διάθεσιν, κατὰ ποίαν ἄγνοιαν ἐν ἑκάστῃ ἐπιστήμῃ ἐρωτήματα λέγομεν ἤτοι ἀγεωμέτρητα εἶναι ἢ ἀνιατρικὰ καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως; εἰπὼν δὲ παρ’ ἑκάστην ἐπιστήμην ὡς ἐπὶ παραδείγματος ἐπὶ μιᾶς εἶπε τὸ γεωμετρικά ἐστιν. οὐκ εἶπε δὲ ‘ἀγεωμέτρητα’ ἀλλὰ γεωμετρικά· δεῖ οὖν τὸ ὅλον συνελόντας ἀκούειν ‘κατὰ ἄγνοιαν γεωμετρικά ἐστιν’, ὅπερ ἴσον ἐστὶ τῷ ‘ἀγεωμέτρητα’.1
“而且在每一门科学中,按照何种无知[的问题]是几何学的?” 由于无知有两种——正如我们说过他本人随后也将更宽泛地论述——一种是否定性的,另一种是状态性的,那么在每一门科学中,我们是按照何种无知而说问题或者是非几何学的、或者是非医学的,而在其余科学中亦是如此?他说了“在每一门科学中”,却以一门科学为例说“是几何学的”。他并没有说“非几何学的”,而是说了“几何学的”;因此必须将整体结合起来理解为“按照无知是几何学的”,这等同于“非几何学的”。
"Καὶ πότερον ὁ κατὰ τὴν ἄγνοιαν συλλογισμὸς ὁ ἐκ τῶν ἀντικειμένων συλλογισμὸς ἢ ὁ παραλογισμός;" Πρὶν διελεῖν τὴν ἄγνοιαν, ποσαχῶς λέγεται, πρότερον τοὺς τρόπους διαιρεῖται καθ’ οὓς γίνεται ἐν πάσῃ ἀγνοίᾳ ἡ ἁμαρτία τοῦ ἀληθοῦς, λέγω δὴ τόν τε κατὰ τὴν ὕλην καὶ τὸν κατὰ τὸ σχῆμα. κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ ἀγεωμέτρητον κατὰ τὸν εἰρημένον τρόπον.2 πότερον οὖν, φησίν, ἐστὶν ἀγεωμέτρητον ἐρώτημα ὁ κατὰ τὴν ἄγνοιαν συλλογισμὸς ὁ ἐκ τῶν ἀντικειμένων, τουτέστιν ὁ κατὰ τὴν κατὰ διάθεσιν ἄγνοιαν γινόμενος συλλογισμὸς ἐκ ψευδῶν προτάσεων (αὗται γὰρ ἐναντίαι ταῖς ἀληθέσιν) ἢ ὁ παραλογισμός, τουτέστιν ὁ παρὰ τὴν ἁμαρτίαν τοῦ σχήματος, ὃν οὐδὲ συλλογισμὸν εἶπε διὰ τὸ μὴ ἐρρῶσθαι τὸ σχῆμα; κατὰ δὲ κοινοῦ τὸ κατὰ τὴν ἄγνοιαν· ἢ ὁ κατὰ τὴν ἄγνοιαν παραλογισμός;
“而按照无知的推论,是由相反者构成的推论,还是谬误推理呢?” 在划分无知有多少种说法之前,他首先划分了在一切无知中关于真理发生失误的诸种方式,我指的是按照质料的方式和按照格的方式。必须按照前述方式共同[补出]理解“非几何学的”。那么他说,非几何学的问题究竟是按照无知由相反者构成的推论,即在状态性的无知中由虚假前提产生的推论(因为这些前提与真实前提相对立),还是谬误推理,即由于格的失误而产生的那种——由于格不够健全,他甚至没有将其称为推论? “按照无知”应当被共同补出,即:“还是按照无知的谬误推理?”
"Κατὰ γεωμετρίαν δὲ ἢ ἐξ ἄλλης τέχνης." Ἐνταῦθα διαιρεῖ τὴν ἄγνοιαν τήν τε κατὰ ἀπόφασιν καὶ τὴν κατὰ διάθεσιν· τὰ μὲν ἐξ ἄλλης τέχνης ἐρωτήματα κατὰ ἀπόφασιν, τὰ δὲ ἀπ’ αὐτῆς ψευδῆ κατὰ διάθεσιν. τὰ κατὰ ποίαν οὖν τούτων ἀγεωμέτρητα; ἐφεξῆς δὲ τὰ παραδείγματα τούτων τίθησιν.
“是按照几何学,还是出自另一门技艺。” 在此他划分了否定性的无知与状态性的无知:出自另一门技艺的问题属于否定性的无知,而来自几何学本身的虚假问题则属于状态性的无知。那么,按照它们之中的哪一种,问题是非几何学的呢?随后他列出了这些情况的例子。
"Τὸ δὲ τὰς παραλλήλους συμπίπτειν οἴεσθαι γεωμετρικόν πως καὶ ἀγεωμέτρητον ἄλλον τρόπον." Ἤτοι τοῦτό φησιν, ὅτι τὸ τὰς παραλλήλους συμπίπτειν οἴεσθαι κατά τι μὲν γεωμετρικόν ἐστι, τῷ τοὺς ὅρους ἔχειν ἐκ γεωμετρίας, τῷ δὲ ψευδῆ λαμβάνειν ἀγεωμέτρητον, ἤ, ὅπερ καὶ μᾶλλον δοκεῖ βέλτιον, τὸν ἄλλον τρόπον ἀντιδιαστέλλει τοῦ ἑτέρου τρόπου τῆς ἀγνοίας τοῦ κατὰ ἀπόφασιν,3 περὶ οὗ ἤδη εἶπε. καὶ τὰ ἐφεξῆς δὲ ἐπαγόμενα ταύτης ἔχεται τῆς ἐννοίας.
“而认为平行线相交,在某种意义上是几何学的,在另一种方式下是非几何学的。” 他要么是表达这个意思:认为平行线相交在某种意义上是几何学的,因为其词项取自几何学,但由于采纳虚假〔前提〕而又是非几何学的;要么——这似乎更为妥当——他是用“另一种方式”来与他已经谈及的否定性无知的另一种方式相对比。紧接着引出的内容也符合这一理解。
"Διττὸν γὰρ τοῦτο [φησίν] ὥσπερ τὸ ἄρρυθμον." Τὸ ἀγεωμέτρητον δῆλον ὅτι διττὸν ὥσπερ καὶ τὸ ἄρρυθμον, ἢ τὸ μηδ’ ὅλως ἔχον, ὥσπερ τὸ σημεῖον ἄρρυθμον, οἷον καὶ τὸ μουσικόν ἐστιν ἐρώτημα ἀγεωμέτρητον, ἢ τὸ φαύλως ἔχον, ὥσπερ ὁ κακόρρυθμος στίχος ἄρρυθμος καὶ τὰ κατὰ γεωμετρίαν ψευδάρια ἀγεωμέτρητα ἐκ ψευδῶν προτάσεων συνηγμένα, οὐ μὴν ἀσυλλογίστως. ὅτι γὰρ περὶ τῶν τοιούτων φησί, δι’ ὧν ἐπήγαγεν ἐδήλωσε.
“因为正如无节律之物一样,这[他说]是双重的。” 显然,非几何学之物正如无节律之物一样是双重的:要么是全然不具有之物,正如点作为无节律一样——音乐问题作为非几何学亦是如此;要么是拙劣地具有之物,正如拙劣节律的诗行被称为无节律,而在几何学中由虚假前提推导出的谬误推导是非几何学的,但其推导并非不成三段论。因为他通过随后补充的内容表明,他谈论的正是这类事物。
"Καὶ ἡ ἄγνοια αὕτη καὶ ἡ ἐκ τῶν τοιούτων ἀρχῶν ἐναντία." Αὕτη ἡ εἰρημένη, τὸ φαύλως ἔχειν, φαύλως δὲ τὸ ἐξ ἀρχῶν οὐκ ἀληθῶν, τουτέστι προτάσεων, ἥτις καὶ ἐναντία ἐστὶ τῇ ἀληθεῖ· ἐναντίαι γὰρ αἱ ψευδεῖς προτάσεις ταῖς ἀληθέσιν. οὕτω δὲ καὶ ἀνωτέρω τὸν ἐκ ψευδοῦς ὕλης συλλογισμὸν ἐκάλει· καὶ πότερον ὁ κατὰ τὴν ἄγνοιαν συλλογισμὸς ὁ ἐκ τῶν ἀντικειμένων συλλογισμὸς ἢ ὁ παραλογισμός; εἰπὼν οὖν ὅτι διττόν ἐστι τὸ ἀγεωμέτρητον ἐρώτημα ὥσπερ τὸ ἄρρυθμον, ἢ τὸ μηδ’ ὅλως ἔχον ἢ τὸ φαύλως ἔχον, εἶτα εἰπὼν ποῖόν ἐστι τὸ φαύλως ἔχον, τὸ ἐκ τῶν ἐναντίων ἀρχῶν ταῖς ἀληθέσι, τὸν ἕτερον τρόπον τὸν κατὰ τὴν ἁμαρτίαν τοῦ σχήματος παντελῶς ἐχώρισε γεωμετρίας, διότι, ὥσπερ εἶπον, οὐδὲν ψευδάριον ἐν γεωμετρίᾳ συνάγεται παρὰ τὴν ἁμαρτίαν τοῦ σχήματος.
“而这种无知,即出自这类原理的无知,是相反的。” 上述这种无知就是指拙劣地具有,而拙劣是指由非真实的原理、即前提产生,而这〔无知〕也是与真实相对立的;因为虚假前提与真实前提相对立。此前他也正是这样称呼由虚假质料构成的推论的:“而按照无知的推论,是由相反者构成的推论,还是谬误推理呢?”因此,在指出非几何学的问题正如无节律之物一样是双重的——要么是全然不具有,要么是拙劣地具有——随后又指出拙劣地具有是怎样的,〔即〕出自与真实原理相对立的原理之后,他就把按照格之失误的另一种方式完全从几何学中排除了;因为正如我所说,在几何学中,绝没有任何虚假推导是因为格的失误而被推导出来的。
- 1.220δεῖ οὖν τὸ ὅλον συνελόντας ἀκούειν ‘κατὰ ἄγνοιαν γεωμετρικά ἐστιν’, ὅπερ ἴσον ἐστὶ τῷ ‘ἀγεωμέτρητα’
宾格分词 συνελόντας 充当非人称结构 δεῖ... ἀκούειν 中不定词的逻辑主语(泛指读者或听者)。针对引文中看似矛盾的表述“按照何种无知是几何学的”,注释者指出必须将 κατὰ ἄγνοιαν 与 γεωμετρικά 结合理解,其含义等同于“非几何学的”(ἀγεωμέτρητα)。
- 1.221κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ ἀγεωμέτρητον κατὰ τὸν εἰρημένον τρόπον
短语 κατὰ κοινοῦ 是古代语法学与注释学中的术语,意为“作为共有成分补充理解”。因为亚里士多德在77b18的文句中省略了作为主语或表语的“非几何学的问题”,故需要根据前文语境补出 τὸ ἀγεωμέτρητον(非几何学的事物)。
- 1.223τὸν ἄλλον τρόπον ἀντιδιαστέλλει τοῦ ἑτέρου τρόπου τῆς ἀγνοίας τοῦ κατὰ ἀπόφασιν
关于亚里士多德原句 ἀγεωμέτρητον ἄλλον τρόπον(以另一种方式是非几何学的)中 ἄλλον τρόπον 的指涉与句法功能,菲洛波诺斯提出了两种解释:其一是在同句内与 κατά τι(在某种意义上)形成对比;其二则是将该“另一种方式”与前文已述及的“否定性无知”相对比(即指状态性无知)。他认为后者更为妥当。
