- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:150.10-152.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德提出的“非几何学问题”,斐洛庞奴斯区分了否定性的无知与状态性的无知,并论证几何学中的错误产生于前提(质料)的虚假而非推论形式的无效。
" Ἐπεὶ δ’ ἔστι γεωμετρικὰ ἐρωτήματα, ἆρ’ ἔστι καὶ ἀγεωμέτρητα;" Ἐπειδὴ εἶπεν ὅτι οὐ πᾶν ἐρώτημα ἐρωτητέον τὸν γεωμέτρην ἢ τὸν ἰατρὸν ἤ τινα τῶν ἄλλων ἐπιστημόνων ἀλλὰ μόνα τὰ ἐκ τῆς οἰκείας ἐπιστήμης, καὶ ὅτι οὐ πρὸς πᾶν ἐρώτημα ἀποκριτέον τὸν ἐπιστήμονα ἀλλὰ πρὸς μόνα τὰ οἰκεῖα, οἷον τὸν γεωμέτρην πρὸς τὰ γεωμετρικὰ καὶ τὸν ἰατρὸν πρὸς τὰ ἰατρικά, ζητεῖ ἐν τούτοις, ἆρα ὥσπερ ἔστι γεωμετρικὰ ἐρωτήματα, οὕτως ἔστι καὶ ἀγεωμέτρητα, καὶ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ὡσαύτως. καὶ ποῖά ἐστι, φησί, ταῦτα, καὶ κατὰ ποίαν ἄγνοιαν ἀγεωμέτρητα ἂν εἶεν; καὶ ἵνα σαφῆ ποιήσωμεν τὸν λόγον, ἐκ τῶν ἐφεξῆς αὐτῷ πλατύτερον ῥηθησομένων λαβόντες καὶ τὰ ἐνταῦθα διαρθρώσωμεν. διττὴν οὖν φησι τὴν ἄγνοιαν εἶναι, τὴν μὲν κατὰ ἀπόφασιν τὴν δὲ κατὰ διάθεσιν· καὶ κατὰ ἀπόφασιν μὲν τὴν μηδεμίαν ἔννοιαν ἔχουσαν περὶ τοῦ πράγματος, κατὰ διάθεσιν δὲ τὴν ἔχουσαν μὲν περὶ τοῦ πράγματος ἔννοιάν τινα, πλὴν οὐκ ἀσφαλῆ καὶ ἠκριβωμένην. οἷον ὁ μὴ εἰδὼς ὅλως εἴτε εἰσὶ παράλληλοι εὐθεῖαι εἴτε μή, καὶ εἰ εἶεν, εἴτε συμπίπτουσιν εἴτε μή, οὗτος τὴν κατὰ ἀπόφασιν ἄγνοιαν ἔχει· εἰ δέ τις οἴοιτο τὰς παραλλήλους συμπίπτειν, οὗτος τὴν κατὰ διάθεσιν ἔχει ἄγνοιαν· κακῶς γὰρ περὶ τοῦ πράγματος διάκειται, ἣν ὁ Πλάτων διπλῆν ἄγνοιαν καλεῖ. κατὰ ποίαν οὖν τῶν ἀγνοιῶν τὰ γεωμετρικὰ καὶ τὰ μουσικά ἐστιν ἐρωτήματα; πάλιν δὲ τῆς κατὰ διάθεσιν ἀγνοίας διχῇ διαιρουμένης, ἤτοι κατὰ τὴν ὕλην ἢ κατὰ τὸ εἶδος τῶν συλλογισμῶν (ὁ γὰρ παραλογιζόμενος ἑαυτόν, ὅτι αἱ παράλληλοι συμπίπτουσιν, ἤτοι ψευδεῖς προτάσεις λαβὼν καὶ ταύτας συλλογιστικῶς συμπλέξας οὕτω ψευδὲς συνάγει συμπέρασμα, ἢ ἀληθεῖς μὲν λαβὼν προτάσεις ἀσυλλογίστως δὲ συμπλέξας, οἷον ἐν δευτέρῳ σχήματι ἐκ δύο κατηγορικῶν), πότερον οὖν τούτων μᾶλλον γεωμετρικόν ἐστιν ἁμάρτημα, ὁ κατὰ τὴν ὕλην ἡμαρτημένος συλλογισμὸς ἢ ὁ κατὰ τὸ εἶδος; φημί, ὥσπερ τὸ ἄρρυθμον διττόν, τὸ μὲν ὃ μηδ’ ὅλως πέφυκε ῥυθμὸν ἔχειν, οἷον εἴ τις τὸ σημεῖον λέγοι ἄρρυθμον τῷ μὴ πεφυκέναι ἔχειν ῥυθμόν,1 τὸ δὲ ὃ ἔχει μέν, κακῶς δὲ ἔχει, ὥσπερ φαμὲν τὸν στίχον ἄρρυθμον τὸν κακόρρυθμον, οὕτω καὶ τὸ ἀγεωμέτρητον ἢ τὸ πάντῃ ἐν ἀποφάσει ὂν γεωμετρίας (τοιαῦτα δέ2 ἐστι τὰ κατὰ τὰς ἄλλας ἐπιστήμας, οἷον εἰ μουσικόν τις ἐρωτήσοι τὸν γεωμέτρην θεώρημα ἢ ἰατρικόν· τοῦτο γὰρ τῆς ἀγνοίας τῆς κατὰ τὴν ἀπόφασιν, καὶ οὕτως ἀγεωμέτρητον τοῦτο ὥσπερ τὸ σημεῖον ἄρρυθμον· οὐ γὰρ οἶδεν οὐδὲ προσῆκον τοῦτο γεωμετρίᾳ) ἢ τὸ γεωμετρικὸν μὲν διεστραμμένως δέ, ὡς εἴ τις λέγοι τὰς παραλλήλους συμπίπτειν· τοῦτο γὰρ πῇ μὲν γεωμετρικόν, καθότι ὅλως γεωμετρικὸν αἱ παράλληλοι καὶ τὸ συμπίπτειν, ἀγεωμέτρητον δέ, καθότι κακῶς τὰς παραλλήλους συμπίπτειν φησίν, ὥσπερ καὶ τὸν στίχον τὸν κακόρρυθμον ἄρρυθμόν φαμεν καὶ τραγῳδὸν τὸν κακόφωνον ἄφωνον· καὶ ἔστι τοῦτο τῆς κατὰ διάθεσιν ἀγνοίας. ταύτης δὲ διττῆς οὔσης (τὰ ψευδῆ γάρ, ὡς εἴπομεν, συνάγεται ἤτοι παρὰ τὴν ἁμαρτίαν τῆς ὕλης ἢ παρὰ τὴν ἀσυλλόγιστον συμπλοκὴν τῶν προτάσεων) φαίνεται ὅτι ἐν γεωμετρίᾳ τὰ ψευδάρια ἀεὶ παρὰ τὴν τῆς ὕλης ἁμαρτίαν γίνονται, ψευδεῖς λαμβάνοντος τοῦ γεωμέτρου τὰς προτάσεις καὶ οὕτω ψευδὲς συμπέρασμα συνάγοντος· οὐκ ἂν δὲ εὕροις ἐν γεωμετρίᾳ τὴν ὕλην μὲν ἀληθῆ τὸ συμπέρασμα δὲ ἀσυλλόγιστον, ἀλλὰ μόνως ἡ ὕλη ἀσυλλόγιστος. καλεῖ δὲ ὁ Ἀριστοτέλης κοινῶς μὲν ἀμφότερα ἁμαρτίας, ἰδίως δὲ τὴν παρὰ τὸ σχῆμα ἁμαρτίαν παραλογισμόν, ἐπεὶ οὐχ ὑγιῶς ἐκ συλλογιστικῶν γίνεται λόγων, τὴν δὲ παρὰ τὴν ὕλην αὐτὸ τοῦτο ἁμαρτίαν.
“既然有几何学问题,难道也有非几何学问题吗?” 既然他曾说过,不应当对几何学家、医生或任何其他具备科学知识的人提问一切问题,而只能提问属于其固有学科的问题,而且具备科学知识的人也不应当回答一切问题,而只能回答固有的问题,例如几何学家只回答几何学问题,医生只回答医学问题;因此他在这些话中探究,是否正如存在几何学问题一样,也存在非几何学问题,而在其他科学中亦是如此。他说,这些是何种问题,按照何种无知它们会是非几何学的?为了使我们的论述清晰,让我们从他在后文中将要更宽泛阐述的内容中取来材料,并将这里的内容也梳理清楚。他说,无知有两种:一种是否定性的,另一种是状态性的。否定性的无知是对事物全然没有任何概念;状态性的无知是对事物虽有某种概念,但既不可靠也不精确。例如,全然不知是否存在平行直线,若存在又不知它们是否相交的人,具有否定性的无知;但若有人认为平行线相交,此人则具有状态性的无知;因为他对该事物的认知处于恶劣的状态,柏拉图将这种无知称为双重无知。那么,几何学问题和音乐问题是按照哪一种无知而成立的呢?再者,由于状态性的无知被一分为二,或者按照三段论的质料,或者按照其形式(因为自欺而以为平行线相交的人,要么是设定了虚假前提,并将其按三段论方式结合,从而推导出了虚假结论;要么是设定了真实前提,却以不成三段论的方式结合,例如在第二格中由两个肯定前提推导),那么在这些错误中,哪一种更属于几何学的失误:是质料上出错的三段论,还是形式上出错的三段论呢? 我说,正如无节律之物有两种:一种是本性全然不可能具有节律之物,例如有人因为点在自然本性上不能具有节律而称点为无节律;另一种是具有节律,却具有得很差之物,正如我们称拙劣节律的诗行为无节律一样;非几何学之物同样要么是完全处于几何学之否定中的事物(属于其他科学的事物即是如此,例如有人向几何学家提问音乐或医学定理;因为这属于否定性的无知,且其作为非几何学正如点作为无节律一样;因为他不知道它,它也不属于几何学);要么是属于几何学却遭到扭曲之物,例如有人声称平行线相交;因为这在某种意义上是几何学的,就平行线和相交完全属于几何学而言;但它又是非几何学的,就他拙劣地声称平行线相交而言,正如我们也将拙劣节律的诗行称为无节律、将发声恶劣的悲剧演员称为无声一样;这属于状态性的无知。尽管这[状态性的无知]有两种(因为正如我们所说,虚假结论要么产生于质料的失误,要么产生于前提不成三段论的结合),但在几何学中,谬误显然总是产生于质料的失误,即几何学家采用了虚假前提并由此推导出了虚假结论;在几何学中,你绝找不到质料真实而结论却不成三段论的情况,而只会有质料本身不成三段论。亚里士多德普遍地将二者都称为失误,但特异地将关于格的失误称为谬误推理,因为它是非健全地从三段论式论证中产生的,而将关于质料的失误恰恰称为失误。
- 1.219τῷ μὴ πεφυκέναι ἔχειν ῥυθμόν
带冠词不定式(τῷ ... πεφυκέναι)的与格表示原因(“因其本性不具备节律”),给出了前文 λέγοι ἄρρυθμον 的缘由。
- 1.219φημί, ὥσπερ τὸ ἄρρυθμον διττόν... οὕτω καὶ τὸ ἀγεωμέτρητον ἢ τὸ πάντῃ ἐν ἀποφάσει ὂν γεωμετρίας... ἢ τὸ γεωμετρικὸν μὲν διεστραμμένως δέ
由主动词 φημί 统领的全句构成一个长大的比较结构(ὥσπερ ... οὕτω καί ...)。前半部分的 ὥσπερ 分句提出了“无节律之物(τὸ ἄρρυθμον)”的两种划分(1. 本性不可能有节律者;2. 节律拙劣者),在 οὕτω καί 引出的主句部分则通过 ἢ ... ἢ ... 相应地将“非几何学之物(τὸ ἀγεωμέτρητον)”划分为两类(1. 完全处于几何学否定之中者;2. 属于几何学但遭扭曲者)。
