← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§148.6-150.9

向几何学者提问的条件与外行听众

评注亚里士多德《后分析篇》77a41–77b12,讨论了向几何学家提问和进行反驳的成立条件(必须基于几何学或从属学科的原理),以及在不懂几何学的外行面前讨论几何学的不恰当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.213

" Ἀλλ’ ἐξ ὧν ἢ δείκνυταί τι περὶ ὧν ἡ γεωμετρία ἐστίν, ἢ ἐκ τῶν αὐτῶν δείκνυται τῇ γεωμετρίᾳ,1 ὥσπερ τὰ ὀπτικά." Ταῦτα, φησί, γεωμετρικὰ θεωρήματα λέγω, τὰ τῶν ἀρχῶν τῶν γεωμετρικῶν ἠρτημένα, ἐξ ὧν τὰ γεωμετρικὰ θεωρήματα δείκνυται, ἢ κἂν μὴ γεωμετρικὰ ᾖ ἀλλ’ ἑτέρας τέχνης, ἐκείνη δὲ ταῖς αὐταῖς ἀρχαῖς τῇ γεωμετρίᾳ χρῆται, καὶ ταῦτ’ οὐδὲν ἧττον γεωμετρικὰ ἂν εἴη, οἷον τὰ ὀπτικά· καὶ ταῦτα γὰρ ταῖς ἀρχαῖς ταῖς γεωμετρικαῖς δείκνυται. ὥστε καὶ ταῦτα εἴη ἂν γεωμετρικά, καὶ περὶ τούτων οὐδὲν ἧττον ἐρωτητέον τὸν γεωμέτρην ἢ τῶν αὐτόθεν γεωμετρικῶν· καὶ περὶ τῶν ἄλλων ὑπαλλήλων ὡσαύτως.

“而是从那些或者是证明关于几何学对象的某种事情的[前提]出发,或者像光学事项那样是从与几何学相同的[原理]得到证明的[前提]出发。” 他说,我所说的几何学定理是这些:那些依存于几何学原理、由此证明几何学定理的定理;或者即便它们不是几何学的而是属于另一门技术,但那门技术使用了与几何学相同的原理,这些定理同样也是几何学的,例如光学事项;因为这些也是通过几何学原理证明的。因此,这些也将是几何学的,向几何学家提问这些事项决不亚于提问直接属于几何学的事项;对于其他从属的学科也是如此。

§1.214

"Καὶ περὶ μὲν τούτων καὶ λόγον ὑφεκτέον ἐκ τῶν γεωμετρικῶν ἀρχῶν καὶ συμπερασμάτων." Πάντα γὰρ τὰ δεικνύμενα ἐν ταῖς ἐπιστήμαις ἢ ἐκ τῶν ἀρχῶν τῶν ἐπιστημῶν δείκνυται ἢ ἐκ τῶν δεδειγμένων ἐκ τῶν ἀρχῶν. οἷον τὸ μὲν πρῶτον θεώρημα τοῦ γεωμέτρου δέδεικται ἐκ τῶν ἀρχῶν, τὸ δὲ δεύτερον ἐκ τοῦ πρώτου· διὰ γὰρ τοῦ συμπεράσματος τοῦ πρώτου θεωρήματος, ὃ συνῆκται ἐκ τῶν ἀρχῶν, δέδεικται τὸ δεύτερον· καὶ οὕτως ἐπὶ πάντων.

“关于这些,还应当根据几何学的原理和结论作出说明。” 因为在诸科学中被证明的一切事项,要么是从诸科学的原理得到证明,要么是从由原理证明出的结论得到证明。例如,几何学家的第一条定理是从诸原理证明的,第二条定理则是从第一条定理证明的;因为正是通过从原理推导出的第一条定理的结论,第二条定理才得以证明;一切情况皆是如此。

§1.215

"Οὔθ’ ἅπαν τὸ ἐρωτώμενον ἀποκριτέον περὶ ἑκάστου." Περὶ μὲν γὰρ τῆς περιφερείας ἐρωτώμενον [μὲν] τὸν γεωμέτρην, εἰ πολυχωρητότατόν ἐστι τῶν ἰσοπεριμέτρων σχημάτων ἢ τὰς ἀπὸ τοῦ κέντρου ἴσας ἔχει, ἀποκριτέον· γεωμετρικὰ γάρ εἰσιν ἐρωτήματα· εἰ μέντοι καλλίστη εἴη τῶν γραμμῶν ἡ περιφέρεια, εἴ τις ἐρωτῴη, οὐκ ἀποκριτέον πρὸς τοῦτο. οὔτε πρὸς πᾶν ἄρα ἀποκριτέον (οὐδὲ γὰρ περὶ μουσικοῦ ἀποκρίνεται ὁ γεωμέτρης) οὔτε πᾶν περὶ ἑκάστου.

“也不是对关于每个对象的每一个提问都要回答。” 因为当几何学家被问及圆周在周长相等的图形中是否容量最大,或者从中心出发的线是否相等时,应当回答;因为这些是几何学问题。然而,如果有人提问圆周是否是诸线中最美的,对此则不应当回答。因此,既不是对每一个提问都要回答(因为几何学家也不回答音乐事项),也不是对关于每个对象的每一个提问都要回答。

§1.216

"Εἰ δὲ διαλέξεται γεωμέτρῃ ᾗ γεωμέτρης οὕτως, φανερὸν ὅτι καὶ καλῶς." Εἰ οὕτω διαλέγοιτο τῷ γεωμέτρῃ ὁ ἐρωτῶν ἢ ἁπλῶς ὁ πρός τινα γεωμέτρην τοὺς λόγους ποιούμενος, ἐκ τῶν γεωμετρικῶν ἀρχῶν δηλονότι, καλῶς διαλέξεται· εἰ δὲ μὴ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν τῷ γεωμέτρῃ διαλέξεται, οὐ καλῶς. οἷον ζητεῖται παρὰ τοῖς γεωμέτραις ὁ τοῦ κύκλου τετραγωνισμός· καὶ τοῦτον [μὲν] Ἀντιφῶν μὲν καὶ Βρύσων ἔδοξαν εὑρηκέναι, κακῶς αἰτοῦντες δοθῆναι αὐτοῖς οἷς μὴ συγχωρήσαιεν ἂν γεωμέτραι, ὁ μὲν εὐθεῖαν ἐφαρμόζειν περιφερείᾳ, ὁ δὲ οὗ ἔστι μεῖζον καὶ ἔλαττον ἀνομογενές, τούτου εἶναι καὶ ἴσον.2 οὗτοι μὲν οὖν κακῶς πρὸς γεωμέτρας διαλέγονται. ὁ μέντοι Ἱπποκράτης τετραγωνίσας τοὺς μηνίσκους οὐ κακῶς οὐδὲ ἐκτὸς τῶν γεωμετρικῶν ἀρχῶν· ἡ δὲ ἁμαρτία τούτου, καθὸ τὸ ἐπὶ μέρους καὶ ἐπὶ παντὸς ἠξίου.

“但如果这样与作为几何学家的几何学家进行讨论,显见也是讨论得很好的。” 如果提问者,或者直截了当地说与某位几何学家交谈的人,这样与几何学家进行讨论——显然是从几何学原理出发——那么他将讨论得很好;但如果他不是从几何学原理出发与几何学家讨论,就讨论得不好。例如,几何学家们探讨化圆为方;安提丰和布吕森自以为发现了这一点,却不当地要求给予他们几何学家决不会同意的前提:前者要求直线与圆周重合,后者则要求凡是存在比它更大和更小的异类之物,对于它也存在相等之物。因此,这些人与几何学家的讨论是恶劣的。然而希波克拉底化月牙形为方,既非恶劣,也未脱离几何学原理;他的失误在于认定局部的适用对于整体也同样成立。

§1.217

"Δῆλον δ’ ὅτι οὐδ’ ἐλέγχει γεωμέτρην ἀλλ’ ἢ κατὰ συμβεβηκός.3" Ἐὰν γάρ τις μὴ γεωμετρικὸν ἐρωτήσας τὸν γεωμέτρην, οἷον ποτέρα καλλίστη τῶν γραμμῶν, ἡ εὐθεῖα ἢ ἡ περιφέρεια, εἶτα ἐκείνου ἀπειρότερον ἀποκριναμένου ὅτι ἡ εὐθεῖα δόξῃ ἐλέγχειν αὐτόν, οὐ γεωμέτρην ἤλεγξεν· οὐ γὰρ περὶ τῶν προσηκόντων γεωμετρίᾳ ἤλεγξεν [ἢ] εἰ μὴ κατὰ συμβεβηκός, ἐπειδὴ συνέβη τὸν ἐλεγχθέντα γεωμέτρην εἶναι· οὐ γὰρ ᾗ γεωμέτρην ἤλεγξεν, ὥσπερ οὐδὲ ᾗ ἰατρὸς ὁ ἰατρὸς ἐλέγχεται ἐλεγχθεὶς εἰς μουσικὰ θεωρήματα.

“显见也不会反驳几何学家,除非是偶适的。” 因为如果有人向几何学家提问非几何学的问题——例如直线与圆周哪一种线最美——然后在几何学家缺乏内行经验地回答是直线时自以为反驳了他,这并没有反驳几何学家。因为他并不是在属于几何学的事项上反驳了他,除非是偶适的,因为被反驳的人恰好是一位几何学家;因为他并没有在他是几何学家的意义上反驳了他,正如医生在音乐定理上受到反驳时,并非作为医生受到反驳一样。

§1.218

"Ὥστε οὐκ ἂν εἴη ἐν ἀγεωμετρήτοις περὶ γεωμετρίας διαλεκτέον· λήσει γὰρ ὁ φαύλως διαλεγόμενος." Ὥσπερ γὰρ ἕκαστον περὶ τῶν οἰκείων ἐρωτητέον, οὕτω καὶ 〈πρὸς〉 τὸν γεωμέτρην καὶ οὐχὶ τὸν ἀγεωμέτρητον περὶ γεωμετρίας διαλεκτέον· οὐ γὰρ ἴσασιν οἱ ἀνεπιστήμονες κρῖναι τὰ κατὰ τὰς ἐπιστήμας· διὸ πολλάκις ὁ φαῦλος κρείττων δόξει εἶναι τοῦ ἐπιστήμονος.

“因此不应当在不懂几何学的人当中讨论几何学;因为拙劣地讨论的人将会不被察觉。” 因为正如应当就各自固有的事项向每个人提问一样,关于几何学也应当与几何学家而不是与不懂几何学的人讨论;因为不具科学知识的人不知道如何按照诸科学来评判事物。因此,拙劣的辩论者往往显得胜过具备科学知识的人。

语法注3 条
  1. 1.213ἐκ τῶν αὐτῶν δείκνυται τῇ γεωμετρίᾳ

    与格 τῇ γεωμετρίᾳ 依附于 τῶν αὐτῶν,表示比较或联合(“与几何学相同的[原理]”)。被修饰的名词 ἀρχῶν 在上下文中被承前省略。

  2. 1.216ὁ δὲ οὗ ἔστι μεῖζον καὶ ἔλαττον ἀνομογενές, τούτου εἶναι καὶ ἴσον

    此句为概括布吕森假设的间接引语结构。关系代词 οὗ 指涉后文的先行词 τούτου,ἀνομογενές 作表语理解(“异类的[事物]”)。不定词 εἶναι 依附于分词 αἰτοῦντες,其主语为 ἴσον。

  3. 1.217ἀλλ’ ἢ κατὰ συμβεβηκός

    习惯短语 ἀλλ’ ἤ 紧随否定词(οὐδέ)之后,意为“除……之外”(“除非是偶适的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:148.6-150.9