- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:13.26-15.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明发现是通过应用于已知的普遍定理而产生的一种认知形式,并由此引入并着手化解《美诺篇》中的探究悖论,通过倍方问题的几何论证进行说明。
λέγομεν οὖν ζητῆσαί τε καὶ εὑρηκέναι τοῦτο τὸ θεώρημα προϋποκειμένων τινῶν θεωρημάτων, οἷς ἐφαρμόσαντες τὸ προκείμενον τὴν γνῶσιν αὐτοῦ εἵλομεν. καὶ οὕτως ἐπὶ πάντων, ἵνα συντέμω τὸν λόγον. εἰδέναι μέντοι χρή, ὡς ὅταν λέγω ἐκ προεγνωσμένων καθολικῶν τινων τὴν γνῶσιν γίνεσθαι, οὐχ οὕτω λέγω καθολικωτέρων ὡς λέγομεν τὸ γένος τοῦ εἴδους εἶναι καθολικώτερον,1 ἀλλ’ ὅτι ἁπλῶς ἔκ τινων ἄλλων θεωρημάτων καθολικῶν. καὶ διὰ τοῦτό φαμεν καθολικωτέραν εἶναι τὴν γνῶσιν τῆς εὑρέσεως, διότι κατὰ μόνον τὸν δεύτερον τρόπον τῆς γνωρίσεως ἡ εὕρεσις γίνεται τὰ ζητούμενα τοῖς ὁμολογουμένοις ἐφαρμοζόντων ἡμῶν, ἡ δὲ γνῶσις ἐπὶ πλειόνων θεωρεῖται· καὶ γὰρ καὶ ἐπὶ τοῦ προτέρου τρόπου. οὐ τοῦτο δέ φημι, ὅτι ταὐτόν ἐστι γνώρισις καὶ εὕρεσις, ἀλλ’ ὅτι τῷ τρόπῳ ᾧ τὸ δεύτερον γίνεται εἶδος τῆς γνωρίσεως, τῷ αὐτῷ καὶ ἡ εὕρεσις. διαφέρει δέ, ὅτι ἡ μὲν γνώρισις ἄνευ ζητήσεως καὶ ἀγνοίας μὴ προηγησαμένης τὸ μερικὸν ἐφαρμόζει τῷ καθόλου, ἡ δὲ εὕρεσις προηγησαμένης ἀγνοίας καὶ μετὰ ζητήσεως γίνεται. δέδεικται οὖν ὡς πᾶσα γνῶσις διανοητική, εἴτε διὰ διδασκαλίας καὶ μαθήσεως εἴτε διὰ ζητήσεως καὶ εὑρέσεως, ἔκ τινων προεγνωσμένων ἡμῖν παραγίνεται. Καὶ ἐντεῦθεν καὶ τὴν ἐν τῷ Μένωνι ἀπορίαν ἐπιλύεται. ἐν ἐκείνοις γὰρ τοῦ Σωκράτους προτείναντός τι θεώρημα ζητῆσαι καὶ κελεύσαντος ὁρίσασθαι τὴν ἀρετὴν κἀκείνου μὴ δυνηθέντος,2 εἶτα τοῦ Σωκράτους εἰπόντος ὅτι, εἰ ζητήσομεν, πάντως εὑρήσομεν, ὁ Μένων ἐπαπορεῖ τῷ λόγῳ καὶ φησὶν ὡς οὐκ εἴη ὅλως εὕρεσις. τὸ γὰρ ζητούμενον, φησίν, ἀνάγκη ἤτοι προεγνῶσθαι ἢ μή. εἰ μὲν οὖν μὴ εἴη προεγνωσμένον, οὐδ’ ἄν, εἰ προσβάλωμεν αὐτῷ, γνωρίσαι δυναίμεθα ὅτι τοῦτό ἐστιν ὃ ζητοῦμεν· μὴ εἰδότες γὰρ Σωκράτην οὐδ’, ἂν ἀπαντήσωμεν αὐτῷ, γνωρίσαι αὐτὸν δυνάμεθα. εἰ δὲ προεγνωκότες αὐτὸν εἴημεν, οὐδ’ ἂν αὐτὸν ζητεῖν λεγοίμεθα οὐδὲ εὑρίσκειν ὃν ἤδη ἴσμεν. ὥστε ὅλως οὐκ ἔστιν οὔτε ζητῆσαί τι οὔτε εὑρεῖν. καὶ πρὸς ταῦτα ὁ Σωκράτης τὸν δοῦλον ἀγαγὼν τὸν τοῦ Μένωνος καὶ ἐρωτῶν αὐτὸν ἐποίησεν αὐτὸν θεώρημά τι ἐξευρεῖν ὃ μὴ πρότερον ᾔδει, λέγω δὴ ὅτι τὸ ἀπὸ τῆς διαμέτρου τοῦ τετραγώνου ἀναγραφόμενον τετράγωνον3 διπλάσιόν ἐστι τοῦ τετραγώνου οὗ ἐστιν ἡ διάμετρος. ἡ δὲ δεῖξις οὕτω πρόεισιν. ἀναγράφει τετράγωνον τὸ Α Β Γ Δ καὶ ἄγει διαγώνιον αὐτοῦ, ὅ ἐστι διάμετρον, τὴν Α Δ, καὶ ἀναγράφει ἐκ τῆς Β Δ πλευρᾶς τετράγωνον τὸ Β Ζ Δ Ε, καὶ ἐκ τῆς Α Β τετράγωνον ἕτερον τὸ Α Β Η Θ, καὶ ἐκ τῆς Β Θ ἕτερον τὸ Β Ζ Θ Ι. δῆλον οὖν ὅτι ἴση ἑκάστη τῶν πλευρῶν τοῦ Α Β Γ Δ τετραγώνου ταῖς τοῦ ἄλλου τετραγώνου τοῦ Β Ζ Δ Ε. ὁμοίως δὲ πάλιν ἴση ἐστὶ καὶ ἑκάστη τῶν τοῦ Α Β Η Θ ταῖς τοῦ Β Ζ Θ Ι. καὶ ἵνα συντόμως εἴπω, περὶ τὸ πρῶτον τετράγωνον γνώμονα περιτίθησι καὶ ἐπιζεύγνυσι τῶν λοιπῶν τετραγώνων τὰς διαγωνίους, λέγω δὴ τὴν Α Θ, Θ Ζ, Ζ Δ, Δ Α. δῆλον οὖν ὅτι τὸ Γ Ε Η Ι τετράγωνον τετραπλάσιόν ἐστι τοῦ Α Β Γ Δ τετραγώνου· τρία γὰρ αὐτῷ ἴσα περιετέθησαν. τὰ ἄρα τέσσαρα ἴσα ὄντα τοῦ ἑνὸς αὐτῶν τετραγώνου τετραπλάσιά ἐστι· τοῦτο γὰρ ὁμολογεῖ ὁ οἰκέτης ἐκ τῆς ἐναργείας. καὶ ἐπειδὴ αἱ διάμετροι τῶν ἀναγραφέντων τεσσάρων τετραγώνων ἕκαστον εἰς δύο τρίγωνα ἴσα τέμνουσι διὰ τὸ παντὸς τετραπλεύρου τὴν διάμετρον δίχα αὐτὸ τέμνειν, ἕκαστον ἄρα τῶν ὀκτὼ τριγώνων ἴσον ἐστὶν ἑκάστῳ τῶν λοιπῶν.
因此,我们说由于某些定理被预先设定为基础,我们探究并发现了这一定理,正是通过将当前的问题应用于那些定理,我们才获得了关于它的知识。简而言之,在一切事项上皆是如此。然而应当明了的是,当我讲知识是由某些预先知晓的普遍事项产生时,我并不是在像我们说属比种更为普遍那样的意义上说更为普遍,而仅仅是说知识是由某些其他普遍定理产生的。也正因如此,我们主张知识比发现更为普遍,因为在我们把所寻求的事项应用于公认的事项时,发现仅仅是按照认知的第二种方式产生的,而知识则见于更多的情况;事实上它也见于前一种方式。但我并不是说认知和发现是同一回事,而是说发现是按照认知的第二个种得以产生的那同一种方式产生的。但它们有所不同:认知是在没有探究且没有无知在先的情况下将个别之物应用于普遍者,而发现则是在无知在先且伴随探究的情况下产生的。因此已经表明,一切理智的知识——无论通过教学和学习,还是通过探究和发现——都是由某些预先知晓的事项在我们之中产生的。 由此他也解决了《美诺篇》中的疑难。因为在那些篇幅中,当苏格拉底提出探究某一定理并要求对方给美德下定义,而对方未能做到,接着苏格拉底说如果我们去探究就必定能发现时,美诺对这一说法提出了质疑,声称根本不存在发现。他说,因为所寻求的事物必然要么已被预先知晓,要么未被预先知晓。如果未被预先知晓,我们即使面对它,也不能认知这就是我们所寻求的事物;因为如果我们不认识苏格拉底,即使遇见他,我们也不能认出他。但如果我们事先已经认识他,我们便不能被称为去探究他,也不能被称为去发现一个我们已经认识的人。因此,根本不可能探究任何事物,也不可能发现任何事物。针对这些,苏格拉底把美诺的仆人带过来,通过向他提问,使他自己发现了一个他先前并不知晓的定理,我指的是:在正方形对角线上所作的正方形,是该对角线所在正方形的两倍。其证明过程如下。 他作出了一个正方形 Α Β Γ Δ,并画出其对角线(即直径)Α Δ,又以边 Β Δ 作出正方形 Β Ζ Δ Ε,以 Α Β 作出另一个正方形 Α Β Η Θ,以 Β Θ 作出另一个正方形 Β Ζ Θ Ι。因此显然,正方形 Α Β Γ Δ 的各边与另一正方形 Β Ζ Δ Ε 的各边相等。同样,Α Β Η Θ 的各边也与 Β Ζ Θ Ι 的各边相等。简而言之,他在第一个正方形周围放置了一个磬折形,并连接其余各正方形的对角线,即 Α Θ、Θ Ζ、Ζ Δ、Δ Α。因此显而易见,正方形 Γ Ε Η Ι 是正方形 Α Β Γ Δ 的四倍;因为有三个与之相等的正方形被放置在其周围。因此,相等的四个正方形是其中一个正方形的四倍;因为仆人凭借显然的事实承认了这一点。并且,既然所作出的四个正方形的对角线将每一个正方形平分为两个相等的三角形(因为一切四边形的对角线都将该四边形二等分),所以八个三角形中的每一个都与其余各三角形相等。
- 1.10οὐχ οὕτω λέγω καθολικωτέρων ὡς λέγομεν τὸ γένος τοῦ εἴδους εἶναι καθολικώτερον
比较级属格 καθολικωτέρων 要么受到了前文“ἐκ προεγνωσμένων καθολικῶν τινων(由某些预先知晓的普遍事项)”中 καθολικῶν 的吸引,要么需要补充介词 ἐκ 来理解;动词 λέγω 直接统辖着省略了介词短语与不定词的结构:οὐχ οὕτω[ἐκ]καθολικωτέρων[γίνεσθαι τὴν γνῶσιν]。
- 1.10ἐν ἐκείνοις γὰρ τοῦ Σωκράτους προτείναντός τι θεώρημα ζητῆσαι καὶ κελεύσαντος ὁρίσασθαι τὴν ἀρετὴν κἀκείνου μὴ δυνηθέντος
中性复数与格 ἐν ἐκείνοις 是指代“在那部著作(《美诺篇》)的段落中”的副词性短语。随后跟随着由多个属格独立结构组成的并列链条(τοῦ Σωκράτους προτείναντος... καὶ κελεύσαντος... κἀκείνου μὴ δυνηθέντος... εἶτα τοῦ Σωκράτους εἰπόντος...),在引出主句的主语 ὁ Μένων 和谓语动词 ἐπαπορεῖ 之前交代了对话的连续背景。
- 1.10τὸ ἀπὸ τῆς διαμέτρου τοῦ τετραγώνου ἀναγραφόμενον τετράγωνον
希腊数学的标准表达法。“从(此处指对角线)这条直线所作出的正方形”,几何上指“以对角线为一边的正方形”。紧随其后的 διπλάσιόν ἐστι τοῦ τετραγώνου οὗ ἐστιν ἡ διάμετρος 中,关系代词 οὗ(所属属格)以 τετραγώνου 为先行词,意为“该对角线所属的正方形(即原本的正方形)”。
