← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§146.26-148.5

向上位科学提问与推论性提问的定义

针对此前提出的疑难,作者对照了阿摩尼奥斯的解决(下位科学仅知晓上位科学定理的“所然”而非证明性地知晓)与亚里士多德的原意(应当向上位科学提问下位科学的事项)。随后结合《解释篇》中辩证性提问的定义阐明了“推论性提问”的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.212#2

ἔλεγε δὲ πρὸς τὴν ἀπορίαν ταύτην ὁ φιλόσοφος1 ὅτι ἀναγκαῖον μὲν εἰδέναι τὰ τῆς ἐπάνω ἐπιστήμης τὴν ὑποκάτω, εἴπερ δι’ αὐτῶν τὰ οἰκεῖα ἀποδείκνυσιν, οὐ μὴν καὶ ἀποδεικτικῶς εἰδέναι ἀνάγκη, ἀλλὰ μόνον τὸ ὅτι ἄνευ τοῦ διότι. ὡς οἰκείας 〈ἄρ’〉 ἀρχὰς τὰ τῆς ἐπάνω θεωρήματα εἴσεται, καὶ οὕτως ἐρωτώμενος τὰ τῆς ἐπάνω τὸ ὅτι μόνον ἀποδώσει, οὐ μὴν τὸ διότι, οἷον οἱ ἰατροὶ ὅτι τέσσαρα μόνα τὰ στοιχεῖα τῶν σωμάτων καὶ οὔτε πλείονα οὔτε ἐλάττονα· καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ταύτης μὲν οὖν τῆς ἀπορίας ἡμεῖς τὰς ἀφορμὰς δεδώκαμεν εἰπόντες δεῖν τὸν ἐπιστήμονα εἰδέναι καὶ τὰ τῆς προσεχῶς αὐτοῦ ὑπερκειμένης ἐπιστήμης θεωρήματα, εἴπερ δεῖ τῷ ὄντι τέλειον αὐτὸν εἶναι, οἷον τὸν ὀπτικὸν καὶ μηχανικὸν τὰ τῆς γεωμετρίας καὶ τὸν ἰατρὸν τὰ τῆς φυσικῆς· καὶ οὐδέν γε θαυμαστόν σοι, εἰ οὕτως ἔχων καὶ τὰς οἰκείας ἀρχὰς ἀποδείξαι. ὁ μέντοι Ἀριστοτέλης οὐ τοῦτο εἶπεν, ἀλλ’ ὅτι ἐρωτητέον τὸν γεωμέτρην ἢ περὶ γεωμετρικῶν ἢ περὶ τούτων ἅπερ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν ἀποδείκνυται, οἷον περὶ ὀπτικῶν. ὥστε τοὐναντίον βούλεται τὴν ἐπάνω τὰ τῆς ὑποκάτω ἐρωτᾶν. καὶ δῆλον ὅτι οὐ πάντα τὰ τῆς ὑποκάτω ἐρωτητέον τὴν ἐπάνω· οὐδὲ γὰρ περὶ ὀφθαλμίας, εἰ τύχοι, ἐρωτητέον * * * ἢ τῶν φυσικῶν ἀρχῶν ἤρτηται καὶ θεωρίας φυσικῆς ἔχεται, οἷον, εἰ τύχοι, πῶς ἕλκεται ἡ τροφὴ καθ’ ἕκαστον μόριον, πῶς ἀλλοιοῦται, πῶς τρέφεται, περί τε αὐξήσεως καὶ φθίσεως καὶ τῶν παραπλησίων· καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. εἰ δὲ τῆς ἐπάνω τῆς ὑποκάτω λέγειν θεωρήματα,2 οὐκέτι ἔχει χώραν ἡ εἰρημένη παρ’ ἡμῶν ἀπορία· τὰς γὰρ ἰδίας ἀρχὰς οὐδεμία ἐπιστήμη ἀποδείξει. Εἰ δὲ τὸ αὐτό ἐστιν ἐρώτημα συλλογιστικὸν καὶ πρότασις ἀντιφάσεως. ὅπερ ἐν τῷ Περὶ ἑρμηνείας εἶπε διαλεκτικὸν ἐρώτημα, ὅπερ ἐστὶ θάτερον μὲν μόριον τῆς ἀντιφάσεως ἐμπεριέχον δὲ ἐν ἑαυτῷ δυνάμει καὶ τὸ λοιπόν, πρὸς ὃ τὸ ‘ναί’ μόνον ἢ τὸ ‘οὔ’ δεῖ ἀποκρίνεσθαι (ᾧ καὶ διαφέρει ἐρώτησις πύσματος· πρὸς γὰρ τὸ πύσμα πλείονος λόγου δεῖται), ὅπερ οὖν ἐκεῖ εἶπε διαλεκτικόν, τοῦτο νῦν συλλογιστικὸν εἶπεν, ἐπειδὴ προσεχῶς περὶ διαλεκτικῆς εἴρηκε καὶ τὴν διαφορὰν αὐτῆς τὴν πρὸς τὰς ἐπιστήμας, ἵνα δόξῃ τὸ τοιοῦτον λέγειν ἐρώτημα ὡς πρὸς τὰς τοιαύτας συνουσίας μόνον ἁρμόζον. διὰ τοῦτο οὖν εἶπε συλλογιστικόν·3 καὶ γὰρ ἐκεῖ τὸ διαλεκτικὸν αὐτῷ τοιοῦτον εἴληπται, τὸ πρὸς τοὺς συλλογισμοὺς ἁρμόδιον. τὸ δὲ πρότασις ἀντιφάσεως τοῦτ’ ἔστι θάτερον μόριον τῆς ἀντιφάσεως, ὅπερ πρότασις γίνεται, ὅταν ἐν συλλογισμῷ ληφθῇ. ὅτι δὲ τὸ τοιοῦτον ἐρώτημα πρότασίς ἐστι, σαφές· ἐν οὐδενὶ γὰρ τῶν ἑτέρων λόγων ἐνδέχεται τὸ τοιοῦτον ἐρώτημα εἶναι εἰ μὴ ἐν μόνῳ τῷ ἀποφαντικῷ· οὔτε γὰρ εὐχομένους οὔτε προστάττοντας ἐνδέχεται οὕτω προφέρεσθαι τοὺς λόγους ὥστε ἀποκρινόμενον τὸν πρὸς ὃν ὁ λόγος τὸ ‘ναί’ μόνον ἢ τὸ ‘οὔ’ λέγειν, ἀλλ’ ἐν μόνῳ τῷ ἀποφαντικῷ λόγῳ. ὁ δὲ ἀποφαντικὸς λόγος ἢ κατάφασίς ἐστιν ἢ ἀπόφασις· τὸ ἄρα συλλογιστικὸν ἐρώτημα ταὐτόν ἐστιν ἢ καταφάσει ἢ ἀποφάσει.

针对这一疑难,那位哲学家曾说,如果下位科学确实是通过上位科学的事项来证明其固有事项,那么它知晓上位科学的事项固然是必然的,然而并非必然是以证明性的方式知晓,而只是知晓其“所然”而无其“所以然”。它将上位科学的定理作为固有的原理来知晓,因此当被问及上位科学的事项时,它将只给出其“所然”,而决不给出其“所以然”;例如医生知晓物体的元素唯有四种,既不多也不少;在其余情况下同样如此。因此,给出这一疑难由头的是我们自己,因为我们曾说,如果科学家要真正完备,就必须也知晓紧邻其上的科学的定理(例如光学家和机械学者知晓几何学的事项,医生知晓自然学的事项);如果处于这种状态的人甚至证明了其固有的原理,对你而言也毫不奇怪。然而亚里士多德所说的并不是这个,而是应当向几何学家提问几何学的事项,或者提问那些从几何学原理出发得到证明的事项,例如光学事项。因此,他所意图的恰恰相反,是向上位科学提问下位科学的事项。显然,不应当向上位科学提问下位科学的一切事项;因为,比方说,也不应当提问关于眼炎的事项,[……]或者取决于自然学原理且关乎自然学观照的事项——例如,比方说,养分是如何被吸收到各个部分的,它是如何变化的,它是如何滋养的,以及关于生长、减退和诸如此类的事项;在其余情况下同样如此。但如果是上位科学陈述下位科学的定理,我们所提出的上述疑难便不再有容身之地;因为任何科学都不会证明其自身的原理。“如果推论性的提问与矛盾的命题是同一的。”他在《解释篇》中所称的辩证性提问,即作为矛盾的一个部分、同时在潜能上也把其余部分包含在自身之内、对其只须回答“是”或“不是”的问题(在这一点上提问也不同于探问;因为探问需要更长的说明)——他在那里称为辩证性的提问,在这里则称为推论性的提问,因为他刚刚谈到了辩证术及其与诸科学的区别,免得让人以为他是把这种提问说成仅适用于此类(辩证性)集会的。因此,他说了“推论性的”;因为在那里,辩证性提问对他而言也被理解为此类提问,即适合于推论的提问。“矛盾的命题”是指矛盾的一个部分,当它在推论中被采用时便成为命题。至于这种提问是命题,那是显而易见的;因为在任何其他种类的言辞中,这种提问都是不可能存在的,唯独在断言性言辞中才可能存在。因为无论是祈求者还是命令者,都不可能以让受话者在回答时只说“是”或“不是”的方式发出言辞,唯独在断言性言辞中才可能如此。而断言性言辞要么是肯定,要么是否定;因此推论性的提问要么与肯定同一,要么与否定同一。

语法注3 条
  1. 1.212ὁ φιλόσοφος

    在菲洛波诺斯讲录体注疏中,带有定冠词的“那位哲学家”(ὁ φιλόσοφος)指的不是亚里士多德,而是他的老师赫尔米亚之子阿摩尼奥斯。后文中与“ὁ μέντοι Ἀριστοτέλης”的明确对照证实了这一点。

  2. 1.212εἰ δὲ τῆς ἐπάνω τῆς ὑποκάτω λέγειν θεωρήματα

    此为随后主句的条件从句前件。句法上省略了表示非人称的 ἐστίν 或 δεῖ,可理解为“如果是上位科学(有职责)陈述下位科学的诸定理”。属格 τῆς ἐπάνω 为领属性/表语性属格,而 τῆς ὑποκάτω 则修饰 θεωρήματα。

  3. 1.212ἵνα δόξῃ τὸ τοιοῦτον λέγειν ἐρώτημα ὡς πρὸς τὰς τοιαύτας συνουσίας μόνον ἁρμόζον. διὰ τοῦτο οὖν εἶπε συλλογιστικόν

    ἵνα 从句在此带有一种解释可能引起的误解(“以免被认为……”或“由于可能会显得……”)的语气,因前文刚讨论了辩证术,若仍称之为辩证性提问则易被误认为仅适用于辩证式会谈。接下来的“διὰ τοῦτο οὖν εἶπε συλλογιστικόν”则交代了为此改用“推论性”这一称谓的结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:146.26-148.5