- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:145.11-146.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了为何各门专门科学的提问与回答仅限于自身领域及其紧邻的上位科学,并针对科学不对其自身原理提供说明的论断提出了疑难(既然科学家知道证明这些原理的上位科学,为何不知其原理解释)。
" Εἰ δὲ τὸ αὐτό ἐστιν ἐρώτημα συλλογιστικὸν καὶ πρότασις ἀντιφάσεως." Βούλεται δεῖξαι διὰ τούτου ὅτι οὔτε πᾶν ἐρώτημα ἐρωτήσει ἕκαστος τῶν κατὰ μέρος ἐπιστημόνων, ἀλλὰ μόνον τὰ οἰκεῖα ἑκάστῃ ἐπιστήμῃ, οἷον ὁ γεωμέτρης τὰ γεωμετρικά, ὁ ἀριθμητικὸς τὰ ἀριθμητικά, οὔτε πρὸς πᾶν ἐρώτημα ἀποκριτέον, ἀλλὰ μόνον ὅσα ἐρωτῶνται ἐκ τῆς οἰκείας ἐπιστήμης. δείκνυσι δὲ τοῦτο πάνυ σαφῶς καὶ συντόμως. εἰ γὰρ τὸ συλλογιστικόν, φησίν, ἐρώτημα ταὐτόν ἐστι καθ’ ἑκάτερον μόριον τῆς ἀντιφάσεως ὅπερ ἐστὶ πρότασις,1 τουτέστιν εἰ ὁ συλλογιστικῶς ἐρωτῶν πρότασιν ἐρωτᾷ, οἷον πότερον ἀθάνατος ἡ ψυχὴ ἢ οὔ, πότερον ὁ κόσμος ἀΐδιος ἢ οὔ, αἱ δὲ ἐπιστημονικαὶ προτάσεις, ἐξ ὧν ὁ συλλογισμός, ὡρισμέναι εἰσὶ καθ’ ἑκάστην ἐπιστήμην, τοῦτο ἂν εἴη ἐρώτημα ἐπιστημονικὸν ὃ ἂν ᾖ ἐκ προτάσεώς τινος ἐξ ὧν ὁ καθ’ ἑκάστην ἐπιστήμην συλλογισμὸς γίνεται· εἰ γὰρ μὴ ἐκ τούτων εἴη, οὐδ’ ἂν ἐπιστημονικὸν εἴη τὸ ἐρώτημα. εἰ γὰρ τὸ ἐπιστημονικὸν ἐρώτημα [ὡς] καὶ πρότασιν ἐπιστημονικὴν ἐρωτᾷ εἴτε ἀποφατικὴν εἴτε καταφατικήν, αἱ δὲ προτάσεις καθ’ ἑκάστην ἐπιστήμην ὡρισμέναι εἰσίν (οὔτε γὰρ τῷ γεωμέτρῃ αἱ τοῦ μουσικοῦ ποτε χρησιμεύουσιν οὔτε τῷ ἀστρονόμῳ αἱ τοῦ ἀριθμητικοῦ), οὐ πᾶσαν ἄρα πρότασιν ἐρωτητέον τῷ γεωμέτρῃ οὐδὲ τῶν κατὰ μέρος ἑκάστῳ ἐπιστημόνων, ἀλλ’ ὅσαι τοῦ ὑποβεβλημένου γένους εἰσί. διὰ τοῦτο οὐδὲ ἀποκριτέον2 τῷ ἐπιστήμονι 〈πρὸς〉 πᾶσαν ἐρώτησιν (οὐ γάρ, ἐάν τις ἐρωτήσῃ τὸν γεωμέτρην, ποτέρα καλλίστη τῶν γραμμῶν, ἡ εὐθεῖα ἢ ἡ περιφέρεια, πρὸς τὴν τοιαύτην ἐρώτησιν ἀποκριτέον) ἀλλὰ πρὸς μόνας τὰς τῇ αὐτοῦ ἐπιστήμῃ ἀνηκούσας ἢ τῇ προσεχῶς ὑπὲρ αὐτήν. δεῖ γὰρ καὶ τὰ τῆς ὑπερκειμένης εἰδέναι τὸν ἐπιστήμονα, οἷον τὸν μουσικὸν τὰ τῆς ἀριθμητικῆς (τοῖς γὰρ ἐκείνης θεωρήμασι κέχρηται) καὶ τὸν μηχανικὸν τὰ τῆς γεωμετρίας, ὁμοίως δὲ καὶ τὸν ὀπτικόν· ἐκ γὰρ τῶν τῆς ὑπερκειμένης θεωρημάτων δείκνυται τὰ τῆς ὑποκάτω. εἰ οὖν μέλλει ἐπιστήμων εἶναι ὁ μουσικός, ὀφείλει εἰδέναι ταῦτα ἐξ ὧν τὰ οἰκεῖα ἀποδείκνυσι, λέγω δὴ τὰ ἀριθμητικά· ὁμοίως δὲ καὶ ὁ ὀπτικὸς καὶ ὁ μηχανικὸς τὰ τῆς γεωμετρίας. περὶ μέντοι, φησί, τῶν ἀρχῶν τῶν ἑαυτῆς οὐδεμία ἐπιστήμη λόγον ὑφέξει· οἷον ὁ γεωμέτρης, ᾗ γεωμέτρης ἐστίν, οὐχ ὑφέξει λόγον περὶ τῶν οἰκείων ἀρχῶν οὐδὲ τῶν ἄλλων οὐδείς. καὶ ἄξιόν γε ἀπορῆσαι. εἰ γὰρ δεῖ ἑκάστην ἐπιστήμην τὰ τῆς ὑπερκειμένης προσεχῶς εἰδέναι, τὰς δὲ ἀρχὰς ἑκάστης αἱ ὑπερκείμεναι ἀποδεικνύουσιν, οἶδεν ἄρα ἑκάστη ἐπιστήμη τοὺς λόγους τῶν ἑαυτῆς ἀρχῶν. οἷον ἰατρικῆς ἀρχὴ τὰ τέσσαρα στοιχεῖα· περὶ τούτων δὲ ὁ φυσικὸς διαλέγεται· εἰ οὖν δεῖ τὸν ὄντως ἰατρὸν καὶ τὰ τοῦ φυσικοῦ εἰδέναι, εἰδείη ἂν καὶ τοὺς λόγους τοὺς περὶ τῶν τεσσάρων στοιχείων· εἰδὼς δὲ καὶ λόγον δώσει τῷ περὶ αὐτῶν ἐρωτῶντι. πῶς οὖν φησιν οὐχ ὑφεκτέον λόγον περὶ τῶν ἀρχῶν; εἰ γὰρ δεῖ καὶ περὶ τῶν τῆς ὑπερκειμένης προσεχῶς ἐπιστήμης καὶ ἐξ ἧς τὰ οἰκεῖα κατασκευάζει ἐρωτώμενον ἀποκρίνεσθαι, οἷον τὸν ἰατρὸν περὶ φυσικῶν καὶ τὸν ὀπτικὸν περὶ γεωμετρικῶν, φυσικὸν δέ ἐστι θεώρημα καὶ τὸ περὶ τῶν τεσσάρων στοιχείων, ἅτινά εἰσι τοῦ ἰατροῦ ἀρχαί, καὶ περὶ τούτων ἄρα ἀποκρινεῖται ὁ ἰατρός· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
“如果推论性的提问与矛盾的命题是同一的。” 他希望借此表明,各个专门学科的科学家既不会提出所有问题,而只提出适合于每门科学的固有问题——例如几何学家提出几何学问题,算术家提出算术问题——也不应当回答所有问题,而只应当回答从固有科学中所提出的问题。并且他极为明了而简练地证明了这一点。因为,正如他所说,如果在矛盾的每一个部分中,推论性的提问与作为命题的东西是同一的——也就是说,如果以推论方式提问的人所问的是一个命题,例如灵魂是不朽的还是不是,宇宙是永恒的还是不是——而且产生推论的科学命题在每门科学中都是被确定的,那么科学性的提问就应当是出自某种产生各门科学推论的命题的提问;因为如果不来自这些命题,这一提问甚至就不是科学性的。因为如果科学性的提问所问的是一个无论是否定的还是肯定的科学命题,而每门科学中的命题都是被确定的(因为音乐家的命题决不会对几何学家有用,算术家的命题也决不会对天文学家有用),那么对于几何学家以及各个专门学科的科学家而言,就并非每一个命题都可以提问,而只应提问属于从属属类的命题。因此,科学家也不应当回答每一个提问(因为如果有人问几何学家直线和圆周哪一种线最美,几何学家并非必须回答这样的提问),而只应当回答属于他自己的科学或者紧邻其上的科学的提问。因为科学家也必须知道在上位科学的事项,例如音乐家必须知道算术的事项(因为他使用了算术的定理),机械学者以及光学家同样必须知道几何学的事项;因为下位科学的事项是从上位科学的定理中得到证明的。因此,如果音乐家要成为科学家,他就必须知道借以证明其固有事项的根据,我指的是算术事项;光学家和机械学者同样必须知道几何学的事项。然而他说,任何科学都不会为其自身的原理提供说明;例如几何学家作为几何学家,决不会为其固有原理提供说明,其余科学家的任何一人也不会如此。这确实值得提出疑难。因为如果每门科学都必须知道紧邻其上的科学的事项,而上位科学证明了每门科学的原理,那么每门科学就知道了其自身原理的说明。例如医学的原理是四元素,而自然哲学家探讨这些;如果真正的医生也必须知道自然哲学家的事项,那么他也会知道关于四元素的说明;既然知道,他也会向就此提问的人作出说明。那么〔亚里士多德〕为何说不应当为原理提供说明呢?因为如果当有人就紧邻其上的科学——即借以确立其固有事项的科学——的事项提问时也必须予以回答(例如医生回答关于自然学的事项,光学家回答关于几何学的事项),而且关于四元素(它们是医生的原理)的定理也是一个自然学定理,那么医生也将回答关于这些事项的提问;在其余科学中同样如此。
- 1.212καθ’ ἑκάτερον μόριον τῆς ἀντιφάσεως ὅπερ ἐστὶ πρότασις
关系代词 ὅπερ(中性单数)在语法上与前面的名词短语(τό... ἐρώτημα)相一致,在语义上表达推论性提问在矛盾的每一方中所等同的那个“作为命题之物”。紧随其后的 τουτέστιν 引导的从句对此作了进一步阐释,将两者之间的同一性明确表达为“推论性提问即提问一个命题”。
- 1.212οὐ γάρ, ἐάν τις ἐρωτήσῃ τὸν γεωμέτρην, ποτέρα καλλίστη τῶν γραμμῶν, ἡ εὐθεῖα ἢ ἡ περιφέρεια, πρὸς τὴν τοιαύτην ἐρώτησιν ἀποκριτέον
主句的基本框架为 οὐ γὰρ ... πρὸς τὴν τοιαύτην ἐρώτησιν ἀποκριτέον,句首的否定词 οὐ 否定非人称动形容词 ἀποκριτέον(应当回答)。条件从句 ἐάν τις ἐρωτήσῃ 及其所带的双重间接疑问(ποτέρα...)作为插入成分置于否定词与谓词之间,构成了倒装隔离结构(hyperbaton)。
