- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:144.16-145.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯解释道,77a33中“进行证明者是不能提问的”这一理据并非用来证明辩证术“不关涉某一个属类”,而是用来证明它“不关涉确定的事物”;他将辩证术与几何学等个别科学对照,阐明了辩证术能够论证矛盾之任一方的特性。
" Ἀποδεικνύντα γὰρ οὐκ ἔστιν ἐρωτᾶν." Τί οὖν; ἐπειδὴ ἀποδεικνῦσα καὶ ἡ πρώτη φιλοσοφία οὐκ ἐρωτᾷ τὰς προτάσεις ἀλλὰ λαμβάνει, διὰ τοῦτο περὶ ἕν τι γένος ἔχει, οὐχὶ δὲ πάντα τὰ ὄντα αὐτῇ ὑπόκειται; μήποτε οὖν1 τὸ ἀποδεικνύντα γὰρ οὐκ ἔστιν ἐρωτᾶν2 οὐκ εἴρηται πρὸς ἀπόδειξιν τοῦ μὴ περὶ ἕν τι γένος αὐτὴν καταγίνεσθαι (δυνατὸν γὰρ καὶ περὶ ἕν τι γένος καταγινομένην μὴ ἀποδεικτικῶς ἐξ ἐρωτήσεως λαμβάνειν τὰς προτάσεις) ἀλλὰ πρὸς τὸ οὐκ ἔστιν ὡρισμένων τινῶν, ἵνα μὴ ταὐτὸν σημαίνηται ἐξ ἀμφοτέρων, ἔκ τε τοῦ μὴ εἶναι ὡρισμένων τινῶν καὶ ἐκ τοῦ μὴ εἶναι ἑνός τινος γένους, ἀλλ’ ἵνα διὰ μὲν τοῦ μὴ εἶναι ὡρισμένων τινῶν σημαίνῃ ὅτι οὐχ ὥρισται αὐτῇ τινα μόρια τῶν ἀντιφάσεων, ὥσπερ ἐν ἑκάστῃ τῶν ἐπιστημῶν· τῇ γὰρ γεωμετρίᾳ ὥρισται τὸ δεῖξαι ὅτι ἀσύμμετρος 〈ἡ διάμετρος〉 τῇ πλευρᾷ, τὸ ἐναντίον δὲ οὔ, καὶ τοῦ τριγώνου ὅτι αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους, τὸ ἐναντίον δὲ οὐδαμῶς· καὶ ἐπὶ ἑκάστου τῶν θεωρημάτων τὸ ἕτερον μόνον μόριον τῆς ἀντιφάσεως αὐτῇ ὥρισται, τὸ λοιπὸν δὲ οὐδαμῶς· καὶ ἐπὶ τῶν λοιπῶν ἐπιστημῶν ὡσαύτως. τῇ δὲ διαλεκτικῇ οὐχ ὥρισται τὰ ἕτερα τῆς ἀντιφάσεως μόρια, ἀλλ’, ὡς εἶπον, ἑκάτερον κατασκευάζει εἰς ἀντίφασιν περιάγων τὸν προσδιαλεγόμενον καὶ ἀμαθῆ δεῖξαι σπουδάζων. καὶ πρὸς κατασκευὴν τοῦ ὅτι οὐκ ἔστιν ὡρισμένων τινῶν εἶπε τὸ οὐ γὰρ ἄν ἠρώτα· ἀποδεικνύντα γὰρ οὐκ ἔστιν ἐρωτᾶν· ἐρωτᾷ γάρ, οὐχ ἵνα ἀποδείξῃ, ἀλλ’ ἵνα τὰ ἐναντία τοῖς δοθεῖσι κατασκευάσῃ, ἤγουν ἵνα ἐκ τῶν παρ’ ἐκείνου δοθέντων, ὁποῖα ἂν ὦσι, τὸ προκείμενον αὐτῷ κατασκευάσῃ. τὸ δὲ οὐδὲ γένους τινὸς ἑνὸς ὡς σαφὲς οὐ κατεσκεύασε· παντὶ γὰρ προῦπτον ὅτι οὐκ ἔχει περὶ ἕν τι ὑποκείμενον ὡρισμένως ἡ διαλεκτική.
“因为进行证明者是不能提问的。” 那么这是何意?既然第一哲学在进行证明时同样不对前提进行提问而是直接采纳它们,难道它就因此关涉某一个属类,而不是一切存在者都作为主题从属于它吗?因此,“因为进行证明者是不能提问的”这一表述,大概并不是为了证明辩证术不致力于某一个属类(因为即使致力于某一个属类,也有可能不是以证明的方式而是根据提问来获取前提),而是针对“它并非关涉某些确定的事物”,以免从这两者中——即从“它并非关涉某些确定的事物”和“它不关涉任何单一的属类”——表达了同一含义,而是为了通过“它并非关涉某些确定的事物”来表明,矛盾的某些特定部分对于辩证术而言并未像在每一门科学中那样被确定下来。因为几何学被确定要表明[对角线]与边是不可通约的,而不是表明其相反面;并且就三角形而言,它被确定要表明两条边大于剩余的一条边,而决不是表明其相反面;并且在每一个定理中,只有矛盾的一方对它而言是被确定的,而剩余的部分决非如此;在其余科学中同样如此。然而对于辩证术而言,矛盾的一方并未被确定,而是正如我所说,它确立两个部分中的每一个,将对话者引入矛盾之中,并极力表明对方是无知的。为了确立“它并非关涉某些确定的事物”,〔亚里士多德〕说道:“否则它就不会提问了;因为进行证明者是不能提问的”;因为辩证家提问并不是为了进行证明,而是为了确立与所给出的东西相反的东西,或者说,是为了根据那人〔对话者〕所给出的东西,无论它们是什么样的,来确立摆在自己面前的课题。至于“也不关涉任何单一的属类”,他没有进行证明,因为这是显而易见的;因为对于所有人来说,辩证术并不确定地关涉某一个主题,这是不言而喻的。
- 1.211μήποτε οὖν
μήποτε 与直陈式完成时 εἴρηται 连用,引出一个审慎的主张或假设(“……大概并不是/莫非是……吧”),而非单纯的否定或时间表达。
- 1.211ἀποδεικνύντα γὰρ οὐκ ἔστιν ἐρωτᾶν
非人称动词 ἔστι 与不定式 ἐρωτᾶν 及否定词连用表示可能或准许(“不能提问”),宾格分词 ἀποδεικνύντα 充当其逻辑主语(“进行证明的人”)。
