← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§142.19-144.15

第一哲学与辩证术及各门科学论证的区别

注疏亚里士多德77a29–31,阐明第一哲学普遍地论述共同公理的性质,并指出辩证术不局限于单一属类、通过向对手提问从矛盾的任一方确立论题,从而将其与根据事物本性进行严格证明(直接证明或归谬法)的各门科学区分开来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.209

" Καὶ εἴ τις καθόλου πειρῷτο δεικνύναι τὰ κοινά." Τουτέστιν ἡ πρώτη φιλοσοφία, ἥτις καὶ πάντα τὰ ἀξιώματα ἀποδεικνύειν πειρᾶται, ὅμως καὶ αὐτὴ τούτοις κέχρηται καὶ μάλιστα τῷ κοινοτάτῳ πάντων ἀξιώματι, τῇ ἀντιφάσει, ὥσπερ εἴπομεν καὶ τὸν Ἀριστοτέλην ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐν τοῖς λόγοις τοῖς πρὸς τοὺς ἀναιροῦντας τὴν κατάληψιν.1 ὅτι γὰρ οἱ πρὸς ἐκείνους λόγοι οὐ μερικοῦ τινός εἰσιν ἐπιστήμονος ἀλλὰ τοῦ πρώτου φιλοσόφου, προφανές· ἑκάστη μὲν γὰρ ἐπιστήμη περὶ ἕν τι γένος καταγίνεται, ὡς πολλάκις εἴρηται, μόνη δὲ ἡ πρώτη φιλοσοφία καὶ ἡ διαλεκτικὴ ὑποκείμενον ἔχει πάντα τὰ ὄντα. τὸ οὖν περὶ τῶν ὄντων πάντων διαλέγεσθαι, εἴτε ὡρισμένην ἔχει φύσιν εἴτε μή, τῆς πρώτης φιλοσοφίας.

“而如果有人试图普遍地指明这些共同之物。” 这就是说第一哲学,它虽然试图证明所有的公理,但本身也同样使用它们,尤其是万物中最普遍的公理,即矛盾[公理],正如我们在谈到亚里士多德在《形而上学》中反驳那些取消领会的人的论证时所说的那样。因为反驳那些人的论证不属于任何局部的科学家,而是属于第一哲学家,这是显而易见的;因为正如屡次言及的那样,每一门科学都致力于某一个属类,而唯独第一哲学和辩证术以一切存在者为主题。因此,无论事物具有确定的本性与否,论述一切存在者乃是属于第一哲学的事情。

§1.210

"Ἡ δὲ διαλεκτικὴ οὐκ ἔστιν οὕτως ὡρισμένων τινῶν οὐδὲ γένους τινὸς ἑνός· οὐ γὰρ ἂν ἠρώτα." Εἰπὼν ὅτι τοῖς κοινοῖς πᾶσαι κέχρηνται αἱ ἐπιστῆμαι, καίτοι γε πρὸ πάντων καὶ ἡ διαλεκτικὴ καὶ ἡ πρώτη φιλοσοφία, ἐντεῦθεν διακρίνει τὴν διαλεκτικὴν τῶν τε ἄλλων πασῶν καὶ τῆς πρώτης φιλοσοφίας. τῶν μὲν ἄλλων πασῶν, ὅτι ἑκάστη μὲν τῶν ἄλλων περὶ ἕν τι γένος καταγίνεται, αὕτη δὲ περὶ πάντων. ἅμα δὲ πασῶν διαφέρει καὶ τῆς πρώτης φιλοσοφίας, ὅτι ἡ μὲν διαλεκτικὴ ἐρωτῶσα τὸν προσδιαλεγόμενον καὶ ἐξ αὐτοῦ λαμβάνουσα τὰς προτάσεις οὕτως ἐκ τῶν δοθεισῶν παρ’ ἐκείνου προτάσεων τὸ προτεθὲν κατασκευάζει [ὃ] καὶ ἐξ ἑκατέρου μορίου τῆς ἀντιφάσεως τὸ αὐτὸ κατασκευάζει· οἷον, εἰ τύχοι, κατασκευάσει τὴν ἀθανασίαν τῆς ψυχῆς ἐρωτήσας τὸν προσδιαλεγόμενον, πότερον δοκεῖ αὐτῷ αὐτοκίνητον εἶναι τὴν ψυχὴν ἢ οὔ; καὶ ὁποῖον ἂν μόριον τῆς ἀντιφάσεως ἀποκριθείη ὁ προσδιαλεγόμενος, τοῦτο λαβὼν πειράσεται δεῖξαι τὴν ἀθανασίαν αὐτῆς, ἐξ ἐνδόξων δηλονότι καὶ πιθανῶν, οὐ μὴν ἐξ ἀναγκαίων οὐδὲ ἐκ τῶν καθ’ αὑτὸ τῷ πράγματι ὑπαρχόντων. αἱ μέντοι ἐπιστῆμαι οὐχ οὕτως· οὐδὲ γὰρ ἐρωτῶσαι λαμβάνουσι τὰς προτάσεις, ἀλλ’ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως αὐτὰς λαμβάνουσαι, κἂν μηδενὶ δοκῇ, οὕτως ὃ βούλονται οὐδὲ ἐξ ἑκατέρου μορίου τῆς ἀντιφάσεως τὸ αὐτὸ συνάγουσι·2 δέδεικται γὰρ τοῦτο ἐν τῷ δευτέρῳ τῶν Πρώτων ἀναλυτικῶν, ὅτι ἀποδεικτικῶς τὸ αὐτὸ ἐκ τῶν ἐναντίων συναχθῆναι ἀδύνατον, ἔκ τε τῆς καταφάσεώς φημι καὶ ἐκ τῆς ἀποφάσεως. διὰ τοῦτο οὖν οὐκ ἐξ ἐρωτήσεως αἱ ἐπιστῆμαι λαμβάνουσι τὰς προτάσεις· οὐδὲ γάρ, ἂν μὴ δόξῃ τῷ προσδιαλεγομένῳ συγχωρῆσαι τῇ ἀληθεῖ προτάσει ἀλλὰ τῇ ψευδεῖ, συναγαγεῖν ἐπιστημονικῶς τὸ προκείμενον δυνήσεται. διὰ τοῦτο οὖν ὁ ἐπιστήμων αὐτὸς ἐκ τῆς φύσεως τῶν πραγμάτων τὰς προτάσεις λαμβάνει. ἔστι μὲν οὖν ὅτε καὶ αἱ ἐπιστῆμαι ἐκ τῶν ἐναντίων συνάγουσι τὸ αὐτό, διὰ μὲν τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως ἐπ’ εὐθείας, διὰ δὲ τοῦ ἑτέρου τῇ δι’ ἀδυνάτου, οἷον τὸ ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ· εἰ δέ τις εἴποι ὅτι σύμμετρος τῇ πλευρᾷ, ὑποθέμενος τοῦτο καὶ δείξας αὐτῷ ἀδύνατόν τι ἑπόμενον οὕτως αὐτὸ ἀναιρεῖ· ἐπειδὴ γὰρ ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, τοῦ ἑτέρου μορίου ἀναιρεθέντος τὸ λοιπὸν εἶναι ἀληθὲς ἀνάγκη. οὐ τοῦτο οὖν ἐνταῦθά φησιν, ὅτι οὐκ ἐνδέχεται δι’ ἑκατέρου μορίου τὸ αὐτὸ συναχθῆναι, διὰ μὲν τοῦ ἑτέρου ἐπ’ εὐθείας, διὰ δὲ τοῦ λοιποῦ δι’ ἀδυνάτου, ἀλλ’ ὅτι τῷ αὐτῷ τρόπῳ τῆς δείξεως τὸ αὐτὸ συναχθῆναι ἐκ τῶν ἐναντίων ἀδύνατον. ὅπερ ποιεῖ ὁ διαλεκτικός· ὅτι γὰρ ἔστι πρόνοια, καὶ ἐκ τοῦ εἶναι τὴν ψυχὴν ἀθάνατον δείξει καὶ ἐκ τοῦ μὴ εἶναι ἀθάνατον. καὶ τί θαυμαστόν, ὁπότε καὶ ἑκάτερον τῶν μορίων τῆς ἀντιφάσεως κατασκευάζει ὁ διαλεκτικός; οὐ τοῦτό γε νομίζων, ὅτι ἐνδέχεται συναληθεύειν τὴν ἀντίφασιν, ἀλλ’ εἰς αὐτό γε τοῦτο τὸ ἄτοπον συνωθῶν τὸν προσδιαλεγόμενον, ὅτι ὁποίῳ ἂν συγχωρήσῃ μορίῳ τῆς ἀντιφάσεως, τοῦτο δεικνύει ψεῦδος,3 ἀληθὲς δὲ τὸ ἐναντίον.

“然而辩证术并非如此关涉某些确定的事物,也不关涉任何单一的属类;否则它就不会提出提问了。” 在说明了一切科学都使用共同之物,并且首先是辩证术和第一哲学都在使用它们之后,他从这里开始将辩证术与其余一切科学以及第一哲学区分开来。它与其余一切科学相区分,是因为其余科学各自致力于某一个属类,而它致力于一切事物。但同时它又有别于一切科学以及第一哲学,因为辩证术通过向对话者提问并从对方那里获取前提,如此根据对方所给出的前提确立所提出的课题,并且从矛盾的任一部分中确立同一课题;例如,碰巧的话,它将通过询问对话者灵魂在他看来是自发运动的还是不是,来确立灵魂的不朽;并且无论对话者回答矛盾的哪一部分,它采纳这一部分后都将试图表明灵魂的不朽,显然是根据通行见解和盖然的论证,决不是根据必然的东西或事物自身的属性。然而诸科学并非如此;因为它们既不通过提问来获取前提,而是从事物本身的本性中获取它们,即使在任何人看来都不是如此,它们以此[推导出]它们所意图的结论,也不从矛盾的任一部分中推导出同一结论;因为这已在《前分析篇》第二卷中表明,同一结论不可能从相反者中、即我所说的从肯定和否定中通过证明得以推导出。因此,由于这一原因,诸科学不根据提问来获取前提;因为如果对话者不打算赞同真实的前提而是赞同虚假的前提,便无法合乎科学地推导出所提出的课题。因此,由于这一原因,科学家自己是从事物的本性中获取前提的。当然,有时诸科学也会从相反者中推导出同一结论,但这乃是通过矛盾的一方直接推导,而通过另一方借助归谬法,例如对角线与边不可通约;如果有人说它与边可通约,那么通过假设这一点并表明从中得出不可能的结果,以此来反驳它;因为既然在任何情况下要么肯定要么否定,那么在一部分被反驳后,剩余的部分必然为真。因此他在这里所说的并不是不可能通过每一部分推导出同一结论——即通过一方直接推导而通过另一方借助归谬法——而是说不可能在同一种证明方式中从相反者推导出同一结论。而这正是辩证家所做的事情;因为关于存在摄理,他既会根据灵魂是不朽的来表明,也会根据灵魂不是不朽的来表明。既然辩证家甚至确立矛盾的两个部分,这又有什么值得惊奇的呢?他这样做并不是认为矛盾有可能同时为真,而是将对话者逼入这一荒谬的境地本身,因为无论对话者赞成矛盾的哪一部分,辩证家都会表明这一部分是虚假的,而相反的则是真实的。

语法注3 条
  1. 1.209ὥσπερ εἴπομεν καὶ τὸν Ἀριστοτέλην ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐν τοῖς λόγοις τοῖς πρὸς τοὺς ἀναιροῦντας τὴν κατάληψιν

    宾格 τὸν Ἀριστοτέλην 由 εἴπομεν 支配,其后省略了不定式(如 χρήσασθαι,“使用了它”),承接前句的 κέχρηται,指前文提及的亚里士多德在《形而上学》中使用矛盾公理之事。

  2. 1.210οὕτως ὃ βούλονται οὐδὲ ἐξ ἑκατέρου μορίου τῆς ἀντιφάσεως τὸ αὐτὸ συνάγουσι

    在 οὕτως ὃ βούλονται 句中,在并列否定句 οὐδὲ ἐξ ἑκατέρου... συνάγουσι 之前省略了谓语动词 συνάγουσι(即“如此[推导出]他们所意图的结论,也不从矛盾的任一部分推导出同一结论”)。

  3. 1.210ὁποίῳ ἂν συγχωρήσῃ μορίῳ τῆς ἀντιφάσεως, τοῦτο δεικνύει ψεῦδος

    关系从句中的与格名词短语 ὁποίῳ ... μορίῳ(“赞成矛盾的哪一部分”)在主句中由宾格指示代词 τοῦτο 复指,充当 δεικνύει 的宾语及谓语名词 ψεῦδος 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:142.19-144.15