← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§140.26-142.18

诸科学通过公理的相通与辩证论证

约翰·斐罗庞努斯对亚里士多德在《后分析篇》77a26–77a29中关于“诸科学通过共同公理彼此相通”的论述进行注解,阐明了矛盾公理在第一哲学与辩证术中的通用性与其在各专门科学中的特异化之间的关系,并以三角形边长为例说明了几何学论证与辩证论证的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.206

" Ἐπικοινωνοῦσι δὲ πᾶσαι αἱ ἐπιστῆμαι ἀλλήλαις κατὰ τὰ κοινά." Εἶπε καὶ ἀνωτέρω ὅτι τῶν ἀξιωμάτων τὰ μὲν κοινότατά ἐστιν ἐπὶ πάσης ἁρμόζοντα ἐπιστήμης, τὰ δὲ ἐπὶ πλειόνων, τὰ δὲ ἐπὶ μιᾶς. κατὰ τὰ κοινότατα οὖν, φησί, τῶν ἀξιωμάτων πᾶσαι ἐπικοινωνοῦσιν αἱ ἐπιστῆμαι. κατὰ μὲν γὰρ τὰ δεδομένα ἢ τὰ ζητούμενα οὐδεμία ἐπικοινωνεῖ ἐπιστήμη ἑτέρα, εἰ μὴ εἶεν ὑπάλληλοι· κατὰ μέντοι τὰ κοινότατα τῶν ἀξιωμάτων πᾶσαι ἐπικοινωνοῦσιν, οἷον ἐπὶ τοῦ τὴν ἀντίφασιν μὴ ἐνδέχεσθαι συναληθεύειν· τούτῳ γὰρ πᾶσα τέχνη καὶ πᾶσα ἐπιστήμη χρήσεται. ταῦτα μὲν οὖν καὶ ἐν τοῖς ἔμπροσθεν εἶπεν. ἴσως δὲ πάλιν ἐν τούτοις ἀναλαμβάνει τὸν περὶ τούτου λόγον, ἵνα προσθῇ ὅτι καὶ ἡ διαλεκτικὴ τούτῳ κέχρηται τῷ ἀξιώματι καὶ αὐτὴ ἡ πρώτη φιλοσοφία, ἣν καλεῖ σοφίαν ἐν τοῖς Μετὰ τὰ φυσικά, καίτοι γε τὰς ἀρχὰς πάντων ἀποδεικνύουσα καὶ αὐτὸ δὴ τοῦτο τὸ τῆς ἀντιφάσεως ἀξίωμα, ὁμοίως κέχρηται αὐτῷ. ὁ γοῦν Ἀριστοτέλης ἐν τῷ τρίτῳ βιβλίῳ τῶν Μετὰ τὰ φυσικά, καίτοι, ὡς εἶπον, καὶ αὐτὸ τὸ τῆς ἀντιφάσεως ἀποδεικνὺς ἀξίωμα, ὅμως ἐχρήσατο αὐτῷ ἐν τοῖς λόγοις τοῖς πρὸς τοὺς ἀκαταληψίαν εἰσάγοντας καὶ ἀοριστίαν ἐν τοῖς πράγμασιν. ἀποκρίνεσθε γὰρ ἡμῖν, φησίν, ἢ οὐκ ἀποκρίνεσθε, ὅπερ ἐστὶν ἀντίφασις ὡς δεῖν πάντως συγχωρῆσαι θατέρῳ μορίῳ καὶ μὴ δύνασθαι ἀμφότερα ἀπαρνήσασθαι.1 εἰ μὲν γὰρ μὴ ἀποκρίνεσθε, φησίν, ἡμῖν, οὐ σχολὴ ἡμῖν προσφοιτᾶν καὶ ἀληθῶς διαλέγεσθαι· πῶς δὲ ὅλως καὶ πείθειν ἡμᾶς ἐπιχειρεῖτε, ὅτι ἀκαταληψία ἐστί, μηδὲν πρὸς τὰ παρ’ ἡμῶν ἀποκρινόμενοι; εἰ δὲ ἀποκρίνεσθε καὶ διδάσκετε ἡμᾶς, πάντως ὀνόμασι χρήσεσθε πρὸς τὴν διδασκαλίαν καὶ ὀνόμασιν οὐκ ἀσήμοις ἀλλὰ πραγμάτων τινῶν σημαντικοῖς· οὔκουν κατελάβεσθε, καὶ ἔστιν ἄρα κατάληψις καὶ καθ’ ὑμᾶς· ὅπερ δι’ ἀποδείξεως, ἣν βούλεσθε ἀνελεῖν.2 Εἰ οὖν καὶ κεχρημένη ἑκάστη ἐπιστήμη τῷ ἀξιώματι τῆς ἀντιφάσεως οὐχ ὡς καθόλου αὐτῷ κέχρηται, ἀλλ’ ὡς μερικῷ καὶ καθ’ ὅσον αὐτῇ χρήσιμον, τουτέστιν ἐπὶ μόνου τοῦ ὑποκειμένου αὐτῇ γένους, πῶς πάλιν ἐνταῦθά φησιν ἐπικοινωνεῖν ἀλλήλαις τὰς ἐπιστήμας κατὰ τὰ κοινά; εἰ γὰρ μὴ ὡς καθολικοῖς κέχρηνται ἀλλ’ ὡς ἰδικοῖς, οὐδ’ ἂν ἐπικοινωνεῖν λέγοιντο ἀλλήλαις. φημὶ οὖν ὅτι, εἰ καὶ συντελοῦσι τὰ καθολικὰ τῶν ἀξιωμάτων ταῖς ἐπιστήμαις καὶ ταύτῃ ἑκάστη ἴδια ἑαυτῆς τὰ κοινὰ ποιεῖται, ἀλλ’ οὖν αὐτὴ ἡ τῆς ἀντιφάσεως σημασία κοινή ἐστι, καὶ οὐδὲν διαφέρει, εἴτε ἐπὶ μεγεθῶν ληφθείη εἴτε ἐπὶ ἀριθμῶν εἴτε ἐπὶ ἄλλου τινός· πάντως γὰρ ἡ ἀντίφασις τινός ἐστιν ἀντίφασις. ὡς μὲν οὖν ἀντίφασις ἁπλῶς ταύτῃ κοινή ἐστι πάσης ἐπιστήμης· ὡς δὲ περὶ μεγέθη ἢ ἀριθμοὺς ἢ τὰ τούτοις συμβαίνοντα ταύτῃ λοιπὸν ἰδικὴ γίνεται. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν λοιπῶν.

“而一切科学都根据共同之物彼此相通。” 正如他在前文中也曾说过的,公理之中有些是最普遍的,适用于每一门科学;有些适用于较多的科学;有些则仅适用于一门科学。因此他说,根据公理中最普遍的公理,一切科学彼此相通。因为在所给定的东西或所探求的东西方面,没有任何一门科学与另一门科学相通,除非它们彼此隶属;然而在公理中最普遍的公理方面,一切科学都相通,例如在矛盾不可能同时为真这一点上;因为一切技艺和一切科学都将使用它。那么,这些事情他在前文中也已经说过了。但或许他在这里再次重提关于这一点的讨论,是为了补充说明:不仅辩证术使用这个公理,而且第一哲学本身——他在《形而上学》中称之为智慧——同样也使用它,尽管它证明万物的本原,并且确实证明这一矛盾公理本身。无论如何,亚里士多德在《形而上学》第三卷中,尽管如我所说证明矛盾公理本身,却依然在反驳那些在事物中引入不可知性与不定性的人的论证中使用了它。因为他说:“你们回答我们,还是不回答?”这正是一个矛盾,其含义是必须在两个肢中完全认可其中之一,而不能两者都加以否认。 “因为如果你们不回答我们,”他说,“我们便无暇接近并真诚地交谈;而且如果你们对来自我们方面的问题不做任何回答,你们又怎能试图说服我们存在不可知性呢?但如果你们回答并教导我们,你们在教导中必定会使用名称,而且不是无意义的名称,而是能表示某些事物的名称;因此你们已经领会了,因而在你们看来毕竟也是存在领会的——而这正是通过证明[得出的结论],而证明正是你们想要取消的。”因此,如果每一门科学虽然使用了矛盾公理,却并非作为普遍的公理来使用,而是作为局部的公理并且仅在对其有用的限度内使用,即仅在其下属的属类上使用,那么他在此处为何又说诸科学根据共同之物彼此相通呢?因为如果它们不是作为普遍的而是作为特有的公理来使用,它们甚至不能被称为彼此相通。因此我说,即使公理中普遍的公理有助于诸科学,并且各科学借此将共同的东西化为自己特有的东西,但矛盾本身的含义依然是共同的,无论它是在量度上被采纳,还是在数上被采纳,亦或在其他任何事物上被采纳,都毫无区别;因为矛盾在任何情况下都必定是某种事物的矛盾。因此,就其纯粹是矛盾而言,它在这方面对于每一门科学都是共同的;但就其关于量度、数或它们的偶性而言,它在这方面随后便成为特有的。其余公理也是同样的情况。

§1.207

"Κοινὰ δὲ λέγω οἷς χρῶνται ὡς ἐκ τούτων ἀποδεικνύντες." Τουτέστι τὰ ἀξιώματα, οἷς ὡς ἀρχαῖς χρωμένη πᾶσα ἐπιστήμη τὰ προκείμενα ἀποδείκνυσι. ταῦτα 〈δ’ οὐ ταὐτὰ〉 ταῖς ἐπιστήμαις ἀλλ’ ἴδια ἑκάστῃ.

“而我所说的共同之物,是指他们用作从中进行证明的那些东西。” 这就是说,即公理,每一门科学将其作为本原使用,以证明所设定的课题。而这些对诸科学而言并不是同一的,而是每一门科学特有的。

§1.208

"Καὶ ἡ διαλεκτικὴ πάσαις ἐπικοινωνεῖ." Τοῖς πασῶν γὰρ ἀξιώμασι κέχρηται, ἐπειδὴ περὶ πάντων συλλογίζεται. ἀλλ’ ἑκάστη μὲν ἐπιστήμη ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι περὶ αὐτῶν διαλέγεται, ἡ δὲ διαλεκτικὴ ἐξ ἐνδόξων· πειράσεται γὰρ δεῖξαι ὁ διαλεκτικὸς ὅτι αἱ δύο τοῦ τριγώνου πλευραὶ τῆς λοιπῆς μείζονές εἰσιν, οὐκ ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ τριγώνῳ, ὡς ὁ γεωμέτρης, ἀλλ’ ἐξ ἐνδόξων τινῶν. οἷον, εἰ τύχοι, ὅτι οὕτω μείζους εἰσίν, ὅτι κατὰ μίαν γωνίαν εἰ τεθείη χόρτος ἢ ἕτερον, ἀφείης δὲ ἄλογον ζῷον κατ’ αὐτοῦ ἢ ἄνθρωπον ἀπὸ τοῦ ἑτέρου πέρατος τῆς εὐθείας, οἷον εἰ τὸ τεθὲν εἴη ἔνθα τὸ Α, 〈τὸ δ’〉 ἀφεθὲν εἴη ἔνθα τὸ Β, δῆλον ὅτι διὰ τῆς μιᾶς εὐθείας τῆς ΑΒ ἥξει ἐπὶ τὸ τεθὲν καὶ οὐ διὰ τῶν δύο· οὕτω προφανὲς τὸ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους εἶναι· τὴν συντομωτέραν γὰρ ἥξει.3

“而辩证术与一切科学相通。” 因为它使用一切科学的公理,既然它对一切事物进行推论。但是,每一门科学根据事物自身所具有的属性来论述事物,而辩证术则根据通行见解;因为辩证家将试图表明三角形的两边大于其余的一边,并不是像几何学家那样根据三角形自身所具有的属性,而是根据某些通行见解。例如,如果碰巧的话,它们如此大于其余一边是因为:如果在某一角上放有饲料或其他东西,并且有人从该直线的另一端朝向它放开一只无理性的动物或一个人——例如,如果所放置的东西在Α处,所放开的在Β处——显而易见,它将通过单一的直线ΑΒ走向所放置的东西,而不是通过两边;两边大于其余一边就是如此显而易见;因为它将走较近的那条路。

语法注3 条
  1. 1.206ὡς δεῖν πάντως συγχωρῆσαι θατέρῳ μορίῳ καὶ μὴ δύνασθαι ἀμφότερα ἀπαρνήσασθαι

    连词 ὡς 后接不定词 δεῖν 和 δύνασθαι,构成解释前面“矛盾(ἀντίφασις)”的本质内涵或必然结论的说明性/结果性结构,表示“即必须完全承认其中一肢,而不能同时否定两者之意”。

  2. 1.206ὅπερ δι’ ἀποδείξεως, ἣν βούλεσθε ἀνελεῖν

    关系代名词 ὅπερ 以紧接的前句结论“存在领会(ἔστι κατάληψις)”为先行词,省略了联系动词或被动谓词(如 ἐστίν 或 ἐδείχθη),呈现简练的对话驳论修辞:“而这正是借由你们意图取消的证明[所确立起来的]”。

  3. 1.208τὴν συντομωτέραν γὰρ ἥξει

    宾格 τὴν συντομωτέραν 省略了名词 ὁδόν(道路),在此充当表示路径范围的副词性宾格(同源宾格用法),修饰不及物动词 ἥξει,意为“因为它将走较近的那条路”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:140.26-142.18