← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§138.26-140.25

大前提中的矛盾律与具体科学中的排中律

本节注解亚里士多德《后分析篇》77a12–77a22,阐明在直接推论中若要结论带有矛盾公理,只需大前提采纳该公理便已足够,中项或小项无论被肯定还是被否定采纳都对结论毫无影响;并进一步解释归谬证明中排中律与矛盾公理的应用在各门具体科学中仅限于其特有的对象领域。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.201

" Δείκνυται δὲ λαβοῦσι τὸ πρῶτον κατὰ τοῦ μέσου, ὅτι ἀληθές, ἀποφάναι δ’ οὐκ ἀληθές." Δείκνυται, φησί, τὸ τοιοῦτον συμπέρασμα, λέγω δὴ τὸ τῷ ἀξιώματι τῆς ἀντιφάσεως κεχρημένον, ἐὰν λάβωμεν ὅτι ὁ πρῶτος ὅρος, τουτέστιν ὁ μείζων, ἀληθῶς μὲν τοῦ μέσου καταφάσκεται, οὐκ ἀληθῶς δὲ ἀποφάσκεται, τουτέστιν ἐὰν ἐπὶ τοῦ μείζονος ὅρου χρησώμεθα τῷ ἀξιώματι τῆς ἀντιφάσεως,〈ὡς〉 τῆς [γὰρ] καταφάσεως ἀληθευούσης ἐπ’ αὐτοῦ μηδαμῶς ἀληθεύειν καὶ τὴν ἀπόφασιν.1

“当我们假定第一者对中项为真,而否定它并不为真时,这便被证明。” 他说,这样一种结论,即使用矛盾公理的结论,如果我们假定第一项即大项对中项真实地被肯定,而不真实地被否定,也就是说,如果我们关于大项使用矛盾公理,便被证明,其理由在于既然对它肯定为真,否定就绝不可能同样为真。

§1.202

"Τὸ δὲ μέσον οὐδὲν διαφέρει εἶναι καὶ μὴ εἶναι λαβεῖν, ὡς δ’ αὔτως καὶ τὸ τρίτον." Τουτέστιν οὐδὲν κωλύει τὸν μέσον ὅρον, ὁμοίως δὲ καὶ τὸν ἐλάττονα καὶ καταφατικῶς καὶ ἀποφατικῶς λαβεῖν· ὥστε εἰ μηδὲν κωλύει ἅμα καὶ καταφατικοὺς αὐτοὺς λαμβάνεσθαι καὶ ἀποφατικούς, ἀδύνατον ἐν αὐτῷ τῷ ἀξιώματι τῆς ἀντιφάσεως χρήσασθαι, ὅπου γε συναληθεύει. κατὰ δὲ τὸν Ἀλέξανδρον οὕτως· εἰ καὶ ἀληθές ἐστι τὸ καὶ κατὰ τοῦ μέσου αὐτοῦ τὸν μείζονα ὅρον κατηγορεῖσθαι καὶ κατὰ τῆς ἀποφάσεως αὐτοῦ, ἀλλ’ οὐδέν γε διαφέρει πρὸς τὸν συλλογισμὸν καὶ τὸ προκείμενον συμπέρασμα τὸ οὕτως λαμβάνειν ἢ τὸν μέσον ἢ τὸν ἔσχατον.

“而假定中项存在与不存在毫无区别,对于第三者也是同样。” 这就是说,没有任何东西阻止我们既肯定地又否定地采纳中项,同样也采纳小项;因此,如果没有任何东西阻止它们同时既被肯定地又被否定地采纳,那么在同时为真的地方,在其中使用矛盾公理就是不可能的。然而根据亚历山大的说法则是这样:即使大项既对中项本身被断述,又对中项的否定被断述是真实的,但如此采纳中项或端项对于三段论和所设定的结论来说绝无区别。

§1.203

"Εἰ γὰρ ἐδόθη, καθ’ οὗ ἄνθρωπον ἀληθὲς εἰπεῖν, εἰ καὶ μὴ ἄνθρωπον ἀληθές, ἀλλ’ εἰ μόνον ἄνθρωπον ζῷον εἶναι, πᾶν μὴ ζῷον δὲ μή.2" Τὸ μὲν εἰ γὰρ ἐδόθη, καθ’ οὗ ἄνθρωπον ἀληθὲς εἰπεῖν ἴσον ἐστὶ τῷ ‘τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου’· ὁ γὰρ λέγων ‘καθ’ οὗ ἄνθρωπος παντός, κατ’ ἐκείνου ζῷον’ τοῦτο λέγει, ὅτι κατὰ παντὸς ἀνθρώπου τὸ ζῷον. εἰ οὖν δέδοταί τε καὶ εἴληπται πρότασις τοιαύτη ‘κατὰ παντὸς ἀνθρώπου ζῷον, οὐ μὴν καὶ μὴ ζῷον’, τὸ ὅλον τοῦτο μόνον, εἰ οὕτω ληφθείη, αὔταρκες εἰς τὸ γενέσθαι τὸ συμπέρασμα, ὅτι Καλλίας ζῷον, οὐ ζῷον δ’ οὔ, εἰ τοῦτο ἦν τὸ δειχθῆναι προκείμενον. καὶ γὰρ εἰ ἀληθές, φησίν, ἐστὶ τὸ κατὰ ἀνθρώπου ζῷον καὶ κατὰ μὴ ἀνθρώπου καὶ ἄνθρωπον κατὰ Καλλίου καὶ κατὰ μὴ Καλλίου, ἀλλὰ παρέλκει γε λαμβανόμενα καὶ οὐδὲν εἰς τὸ προκείμενον συμπέρασμα συντελεῖ· αὔταρκες γὰρ ἐκεῖνο μόνον ληφθὲν τὸ ‘ζῷον κατὰ παντὸς ἀνθρώπου, οὐ ζῷον δὲ οὔ’· μόνη γὰρ ἡ μείζων πρότασις ληφθεῖσα οὕτω χρήσιμος εἰς τὸ τοιοῦτον συμπέρασμα.

“因为,如果被设定:凡是真实说‘人’的事物,即使真实说‘非人’也是如此,只要人是动物而非任何非动物[这就足够了]。” “因为,如果被设定:凡是真实说‘人’的事物”这一从句等同于“动物属于所有人”;因为说“凡是人所属于的一切事物,动物便属于那事物”的人,说的就是这个意思:动物属于所有人。因此,如果被设定并采纳了这样一条前提:“动物属于所有人,而非动物绝不也属于〔所有人〕”,那么仅仅这一整个前提,若是这样被采纳,就足以得出结论说“卡利亚斯是动物而非非动物”,如果这就是所设想要证明的内容的话。因为即使动物属于人也属于非人,并且人属于卡利亚斯也属于非卡利亚斯是真实的,他说,采纳这些也是多余的,对所设定的结论没有任何贡献;因为仅仅采纳“动物属于所有人,非动物则否”那一点就足够了;因为只有如此被采纳的大前提才对这样的结论有用。

§1.204

"Ὥστ’ οὐδ’ εἰ τὸ μέσον καὶ αὐτό ἐστι καὶ μὴ αὐτό, πρὸς τὸ συμπέρασμα οὐδὲν διαφέρει." Ὅτι οὐδὲν ἡμῖν λυσιτελήσει πρὸς τὸ συμπέρασμα ὁ μέσος ὅρος, οὐ μόνον τῷ μὴ δύνασθαι ἐπ’ αὐτοῦ τῷ ἀξιώματι τῆς ἀντιφάσεως κεχρῆσθαι, ἀλλ’ οὐδὲ αὐτὸ τὸ συναληθεύειν ἐπ’ αὐτοῦ τὴν ἀντίφασιν ἐν τῷ συμπεράσματι λυσιτελήσει ἡμῖν πρὸς τὸ συμπέρασμα, οὐδὲ πλέον πιστὸν ἕξει εἰς τὸ συμπέρασμα τοῦτο, εἴτε συναληθεύσει εἴτε μή, ὥσπερ ἐπὶ μὲν τοῦ μείζονος λυσιτελεῖ μὴ συναληθεύουσα ἡ ἀντίφασις, ἐπὶ δὲ τοῦ ἐλάττονος συναληθεύουσα.

“因此,即使中项既是其自身又不是其自身,对结论也毫无区别。” 这就是说,中项对结论对我们毫无益处,不仅是因为不能在它上面使用矛盾公理,而且甚至矛盾在结论中在它上面同时为真这一事实本身,对结论对我们也没有任何益处,无论它是否同时为真,对于这个结论都不会具有更大的可信度——〔不〕像在大项上矛盾不同时为真是有益的,而在小项上同时为真则是有益的那样。

§1.205

"Τὸ δ’ ἅπαν φάναι ἢ ἀποφάναι ἡ εἰς τὸ ἀδύνατον ἀπόδειξις λαμβάνει." Εἰπὼν πῶς ἐπὶ τῆς εὐθείας δείξεως κεχρήμεθα τῷ ἀξιώματι τῆς ἀντιφάσεως καὶ πότε, λέγει καὶ ἐπὶ τῆς δι’ ἀδυνάτου, ὅτι πᾶσα μὲν ἡ δι’ ἀδυνάτου κέχρηται αὐτῷ, οὐ μὴν καθόλου, τουτέστιν οὐχ ὡς διήκοντος αὐτοῦ ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων, ἀλλ’ ἐπὶ τοσοῦτον αὐτῷ ἑκάστη ἐπιστήμη κέχρηται, ἐφ’ ὅσον αὐτοῦ καὶ δεῖται. δεῖται δὲ ἐπί τινων ὑποβεβλημένων αὐτῇ, οἷον γεωμετρία μὲν ἐπὶ μεγεθῶν, ἀριθμητικὴ δὲ ἐπὶ ἀριθμῶν, καὶ αἱ λοιπαὶ ἐπὶ τῶν ἰδίων ὑποκειμένων. ὅταν οὖν λέγῃ ὁ γεωμέτρης ἢ σύμμετρον ἢ οὐ σύμμετρον, τὸ οὐ σύμμετρον οὐ τοιοῦτον λαμβάνει ὡς δυνάμενον σημαίνειν3 καὶ τὸ λευκόν, εἰ τύχοι, καὶ τὸ ζῷον καὶ τὸ μὴ ὄν, ἀλλὰ μόνον τὸ ἀντιδιῃρημένον τῷ ἐν μεγέθει συμμέτρῳ· εἰ γὰρ καὶ μὴ ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων διῄρει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλ’ ἐπὶ μόνων μεγεθῶν, οὐδὲν ἧττον ἂν αὐτῷ ἐχρήσατο. ὁμοίως δὲ καὶ ὁ ἀριθμητικὸς καὶ ἕκαστος τῶν κατὰ μέρος ἐπιστημόνων. μόνος δὲ ὁ πρῶτος φιλόσοφος καὶ ὁ διαλεκτικὸς χρήσεται αὐτῷ ὡς κοινῷ τε καὶ ἐπὶ πάντων τῶν τε ὄντων καὶ μὴ ὄντων διήκοντι.

“但是,或者肯定一切或者否定一切,乃是归谬证明所采纳的。” 在说明了我们在直接证明中如何以及何时使用矛盾公理之后,他说在归谬证明中也是如此:一切归谬证明都使用它,然而并非普遍地使用,也就是说,不是将其视为贯穿于一切存在者和非存在者之上的,而是每一门科学只在它需要它的限度内使用它。而科学在隶属于它的某些事物上需要它,例如几何学在量度上,算术在数上,其余诸科学在其特有的主体上。因此,当几何学家说“要么可通约要么不可通约”时,他采纳“不可通约”并不是采纳为如果碰巧的话也能表示白色、动物以及非存在者的东西,而仅仅是采纳为与量度中的可通约相对立而被划分的东西;因为即使它不是在一切存在者和非存在者上划分真与假,而仅仅在量度上划分,他也丝毫不减地会使用它。算术家和具体分科科学家的每一位也是如此。只有第一哲学家和辩证家才会将它作为普遍的、贯穿于一切存在与不存在的事物之上的公理来使用。

语法注3 条
  1. 1.201〈ὡς〉 τῆς καταφάσεως ἀληθευούσης ἐπ’ αὐτοῦ μηδαμῶς ἀληθεύειν καὶ τὴν ἀπόφασιν

    根据校订补充的〈ὡς〉引导属格绝对结构(τῆς καταφάσεως ἀληθευούσης),用作解释在大项上使用矛盾公理的具体内涵与理由,即既然肯定对其为真,否定就决不能同时为真。

  2. 1.203Εἰ γὰρ ἐδόθη, καθ’ οὗ ἄνθρωπον ἀληθὲς εἰπεῖν, εἰ καὶ μὴ ἄνθρωπον ἀληθές, ἀλλ’ εἰ μόνον ἄνθρωπον ζῷον εἶναι, πᾶν μὴ ζῷον δὲ μή

    引文(标目)中层叠假设从句(Εἰ γὰρ ἐδόθη... εἰ καὶ... ἀλλ’ εἰ...)而省略了主句(破格语法)。菲洛波诺斯在紧随其后的注解中通过补充“足以产生结论”(αὔταρκες εἰς τὸ γενέσθαι τὸ συμπέρασμα)来补足这一结构。

  3. 1.205τὸ οὐ σύμμετρον οὐ τοιοῦτον λαμβάνει ὡς δυνάμενον σημαίνειν

    οὐ τοιοῦτον 与 ὡς 接分词(δυνάμενον)构成的相关结构,表示限定性结果或特征:“并不采纳为能够表示……的那样一种事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:138.26-140.25