← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§136.31-138.25

词项的矛盾与矛盾律在归谬法中的作用

斐洛庞奴斯论述了为何矛盾公理只能在大项而非中项或小项中引入,探讨了该公理在直接证明与归谬证明中的不同功能,并提出了特米斯提乌斯对本节意图的阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.200#2

διὰ ταῦτα δὴ οὐδὲ ἐπὶ τοῦ μέσου χρηστέον τῷ τῆς ἀντιφάσεως ἀξιώματι· οὐ γὰρ μόνον ὁ ἄνθρωπος ζῷον ἀλλὰ καὶ ὁ οὐκ ἄνθρωπος, εἰ καὶ μὴ πᾶς. δῆλον δὲ ὅτι συναληθεύειν λέγοντες ἐπὶ τοῦ ἐλάττονος ὅρου καὶ μέσου τὴν ἀντίφασιν οὐ τὴν κυρίως λαμβάνομεν ἀντίφασιν ἀλλ’ ἑνὸς ὅρου μόνου θέσιν καὶ ἀναίρεσιν, ἣν φάσιν ἐκαλοῦμεν ἐν τῷ Περὶ ἑρμηνείας ἀδιόριστον ὑποκείμενον·1 ἡ γὰρ ἀπόφασις ἀναίρεσίς ἐστι κατηγορουμένου ὅρου ἀπὸ τοῦ ὑποκειμένου. ἀντιφάσκειν οὖν ἐν τούτοις τοὺς ὅρους φαμὲν ἀλλήλοις, οὐ τὰς προτάσεις· ἡ δὲ κυρίως ἀντίφασις ἐν προτάσεσίν ἐστιν. αἱ δὲ ἐν ὅροις ἀντιφάσεις, εἰ ἐν ὑποκειμένου τάξει ληφθεῖεν οἱ ὅροι, ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφοτέρων κατηγορουμένου2 δύνανται συναληθεύειν, ὡς εἴρηται. διὰ τοῦτο οὖν οὔτε ἐν τῷ ἐλάττονι ὅρῳ οὔτε ἐν τῷ μέσῳ δυνατόν ἐστι τῷ ἀξιώματι τῆς ἀντιφάσεως χρήσασθαι, ὡς εἴπομεν. μόνως οὖν ἐν τῷ μείζονι χρηστέον τῷ ἀξιώματι τούτῳ λέγοντας ὅτι ὁ ἄνθρωπος ζῷον καὶ οὐχὶ οὐ ζῷον· οὕτω γὰρ συνάγειν δυνησόμεθα ‘Καλλίας ἄρα ζῷον καὶ οὐχὶ οὐ ζῷον’. ἀλλὰ ὁ μὲν Ἀριστοτέλης τὸν ἐλάττονα καὶ τὸν μέσον ὡς ὑποκειμένους ὅρους λαβὼν οὕτως ἔδειξεν, ὅτι μὴ δυνατὸν ἐπ’ αὐτῶν τῷ ἀξιώματι τῆς ἀντιφάσεως χρήσασθαι. ἐπειδὴ δὲ ὁ μέσος ὅρος οὐ μόνον ὑπόκειται τῷ μείζονι ἀλλὰ καὶ κατηγορεῖται τοῦ ἐλάττονος, ἐὰν κατηγορούμενον αὐτὸν λάβωμεν, οὐδὲν κωλύει χρήσασθαι ἡμᾶς ἐπὶ τούτου τῷ ἀξιώματι τῆς ἀντιφάσεως· φημὶ γὰρ ὅτι ὁ Καλλίας ἄνθρωπός ἐστι καὶ οὐχὶ οὐκ ἄνθρωπος. ἀλλὰ καὶ ἀεὶ δυνατὸν τούτῳ οὕτω χρήσασθαι· ἀλλ’ οὐδὲν λυσιτελήσει ἡμῖν πρὸς τὸ συμπέρασμα. τὸ δὲ ζητούμενον τοῦτο ἦν, ἐφ’ ὧν χρώμεθα συλλογισμῶν ἐν τῷ συμπεράσματι τῷ ἀξιώματι τῆς ἀντιφάσεως, ἐν ποίῳ τῶν ὅρων χρώμεθα αὐτῷ ὡς χρησιμεύοντι ἡμῖν εἰς τὸ συναγαγεῖν τοιοῦτον συμπέρασμα. μόνως οὖν ἐν τῷ μείζονι χρηστέον τούτῳ τῷ ἀξιώματι, ἐφ’ ὧν βουλόμεθα καὶ συμπέρασμα τοιοῦτον συναγαγεῖν. ἢ οὖν οὕτω τὸν σκοπὸν τῶν προκειμένων ἀφοριστέον, ἢ λεκτέον ὅτι πρόκειται αὐτῷ δεῖξαι πῶς κεχρήμεθα ἐν τοῖς συλλογισμοῖς τῷ ἀξιώματι τῆς ἀντιφάσεως, πῶς μὲν ἐν τοῖς ἐπ’ εὐθείας, πῶς δὲ ἐν τοῖς δι’ ἀδυνάτου, καὶ τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά, ὅτι ἐν μὲν τοῖς ἐπ’ εὐθείας οὐκ ἀεί. ἀλλ’ ἐφ’ ὧν καὶ τὸ συμπέρασμα τοιοῦτον εἶναι βουλόμεθα, ἐπὶ δὲ τῶν δι’ ἀδυνάτου ἀεί, καὶ ἐπὶ μὲν τῶν ἐπ’ εὐθείας ἐν τῇ μείζονι προτάσει ἢ ἁπλῶς ἐν τῷ τέλει, ἐν γὰρ τῷ συμπεράσματι, ἐπὶ δὲ τῶν δι’ ἀδυνάτου ἐν τῇ ἐλάττονι ἢ ἁπλῶς ἐν τῇ ἀρχῇ. πᾶσα γὰρ ἡ δι’ ἀδυνάτου δεῖξις εὐθὺς ἐν τῇ ἀρχῇ κέχρηται τῷ ἀξιώματι τῆς ἀντιφάσεως· τίθεται γὰρ ὁ γεωμέτρης τὴν πλευρὰν ἢ σύμμετρον εἶναι ἢ ἀσύμμετρον, καὶ λαβὼν τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως τὸ ψευδές, οἷον ὅτι σύμμετρος, καὶ δείξας τούτῳ ἀδύνατόν τι ἀκολουθοῦν, ὅτι ἔσονται τὰ αὐτὰ ἄρτια καὶ περιττά, οὕτω συνάγει τὸ ἀντικείμενον. ὁ δὲ Θεμίστιος τὸν σκοπὸν τῶν προκειμένων ὡς πρὸς τὰ προειρημένα ἀποδίδωσιν. ἐπειδὴ γάρ, φησίν, εἶπεν ἐν τοῖς ἐπάνω ὅτι οὐ πάντως παραλαμβάνουσιν αἱ ἐπιστῆμαι καὶ τὰ ἐξ ὧν αἱ ἀποδείξεις, ἐὰν ὦσι σαφῆ, αὐτὸ τοῦτο νῦν βούλεται δεῖξαι· ἰδοὺ γοῦν τῷ ἀξιώματι τῆς ἀντιφάσεως οὐδεμία σχεδὸν κέχρηται ἐπιστήμη συλλογιζομένη, ἀλλὰ διὰ τὸ εἶναι πρόδηλον καὶ ἐναργὲς παρορᾷ ὡς δήλου πᾶσιν ὄντος, κἂν ὁ συλλογιζόμενος μὴ χρήσηται αὐτῷ ἐν λήμματι. εἶτα ἐπειδὴ ἐπί τινων συλλογισμῶν ἀναγκαῖον αὐτῷ χρῆσθαι ὡς λήμματι, λέγει ἐπὶ τίνων τε συλλογισμῶν αὐτῷ χρώμεθα, ὅτι ἐφ’ ὧν τοιοῦτον συναγαγεῖν βουλόμεθα συμπέρασμα, καὶ πῶς ἐν τοῖς λήμμασι προλαμβάνεται. Τὸ δὲ μὴ ἐνδέχεσθαι ἅμα φάναι καὶ ἀποφάναι οὐδεμία λαμβάνει ἀπόδειξις, ἀλλ’ ἢ ἐὰν δέῃ δεῖξαι καὶ τὸ συμπέρασμα οὕτως. οὐδεμία, φησίν, ἀπόδειξις κέχρηται τῷ ἀξιώματι τῆς ἀντιφάσεως, ἀπόδειξις δὲ ἡ ἐπ’ εὐθείας, εἰ μὴ ὅταν δέῃ καὶ τὸ συμπέρασμα οὕτως συναγαγεῖν, τουτέστιν εἰ μὴ ὅταν καὶ τὸ συμπέρασμα τῷ ἀξιώματι δέῃ κεχρῆσθαι τῆς ἀντιφάσεως· τότε γὰρ καὶ ὁ συλλογισμὸς οὕτω χρήσεται. πότε δὲ χρεία οὕτω συναγαγεῖν τὸ συμπέρασμα, εἴπομεν, ὅτι ἔνθα μὴ ἐνδέχεται τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ κατά τι μὲν ὑπάρχειν κατά τι δὲ μὴ ὑπάρχειν· ἵνα γὰρ δείξωμεν ὅτι οὐδαμῇ οὐδαμῶς συναληθεύει ἐπὶ τῶν τοιούτων ἡ ἀντίφασις, διὰ τοῦτο δεόμεθα τοιοῦτον συναγαγεῖν συμπέρασμα.

正是由于这些原因,在中项上也不应当使用矛盾公理;因为不仅人是动物,非人也是动物,虽然并非全部都是。显然,当我们说矛盾在小项和中项上同时为真时,我们所取的并不是严格意义上的矛盾,而仅仅是对单一项的肯定与否定,我们将这一言明在《解释篇》中称为不定主词;因为否定是从主词上排除被断述的项。因此我们说,在这些情况下是诸项彼此矛盾,而不是诸前提;因为严格意义上的矛盾存在于前提之中。另一方面,在诸项中的矛盾,如果诸项被置于主词的位置上,当同一事物同时对二者被断述时,正如所说过的,它们能够同时为真。因此,正如我们所说,无论在小项中还是在中项中,都不可能使用矛盾公理。因此,必须仅在大项中使用这一公理,说“人是动物而非不是动物”;因为只有这样我们才能推导出“因此卡利亚斯是动物而非不是动物”。然而,亚里士多德将小项和中项作为主词项来采纳,由此表明不可能关于它们使用矛盾公理。但由于中项不仅是大项的主词,而且也对小项作断述,如果我们将其作为述词来采纳,就没有任何东西阻止我们关于它使用矛盾公理;因为我说“卡利亚斯是人而非不是人”。而且甚至始终可以这样使用它,但它对我们的结论也毫无益处。但此前探讨的问题是:在那些我们在结论中使用矛盾公理的三段论中,我们在哪一个项中使用它才能有助于我们推导出这样的结论?因此,在我们也希望推导出这种结论的情况下,必须仅在大项中使用这一公理。因此,要么应当这样界定所讨论文句的意图,要么应当说他的目的是展示我们在三段论中如何使用矛盾公理——在直接证明中如何使用,在归谬证明中又如何使用,以及二者之间的相互区别是什么:即在直接证明中并非始终使用,而是在我们也希望结论是如此的情况下使用,但在归谬证明中则是始终使用;并且在直接证明中是在大前提中,或者简言之在末端,即在结论中,而在归谬证明中则是在小前提中,或者简言之在开端。因为一切归谬证明都在开端立即使用矛盾公理;几何学家假定边要么是可通约的要么是不可通约的,并采纳矛盾中虚假的一方,例如假设它是可通约的,并指出由此会得出不可能的结果,即同一事物将既是偶数又是奇数,从而推导出相反的命题。然而特米斯提乌斯则将所讨论文句的意图与前述内容联系起来解释。他说,因为〔亚里士多德〕在上面曾说过,诸门科学对于构成证明的前提,如果是清楚明白的,并不必然全都予以采纳,所以他现在想要展示的正是这一点;看啊,几乎没有任何科学在推论中使用矛盾公理,而是因为它显而易见且明晰,便将其视为对众人皆清楚的事物而略过,即使推论者未在前提中使用它。接着,既然在某些三段论中必须将其作为前提使用,他便说明了我们在哪些三段论中使用它(即在那些我们希望推导出这种结论的三段论中),以及它是如何在诸前提中被预先采纳的。“至于不可能同时肯定与否定,没有任何证明会将其作为前提采纳,除非必须同样证明结论。”他说,没有任何证明(证明指的是直接证明)使用矛盾公理,除非当必须同样推导出结论时,即除非当结论也必须使用矛盾公理时;因为在那时三段论也会如此使用它。至于何时有必要这样推导出结论,我们已经说过:即在述词不可能在某种意义上属于主词而在某种意义上又不属于主词的地方;因为为了表明在这些事物上矛盾绝不在任何方面同时为真,我们正是为了这一缘故才需要推导出这样的结论。

语法注2 条
  1. 1.200ἣν φάσιν ἐκαλοῦμεν ἐν τῷ Περὶ ἑρμηνείας ἀδιόριστον ὑποκείμενον

    带有先行词并入关系从句(ἣν φάσιν = τὴν φάσιν ἥν)的双重宾格结构。ἣν φάσιν 是 ἐκαλοῦμεν 的直接宾语,而 ἀδιόριστον ὑποκείμενον 充当其宾语补足语(“不定主词”)。

  2. 1.200ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφοτέρων κατηγορουμένου

    属格独立结构。ἑνὸς καὶ τοῦ αὐτοῦ 是分词 κατηγορουμένου 的逻辑主语,而属格 ἀμφοτέρων 则由动词 κατηγορέω 所支配(“对两者被断述”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:136.31-138.25