- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:135.1-136.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《后分析篇》77a10,探讨在明确排除矛盾否定命题的特殊结论中,矛盾律公理应当应用于三段论的哪一个项(大项、中项或小项),并论证该公理只能在大项中被采纳。
" Τὸ δὲ μὴ ἐνδέχεσθαι ἅμα φάναι καὶ ἀποφάναι οὐδεμία λαμβάνει ἀπόδειξις, ἀλλ’ ἢ ἐὰν δέῃ δεῖξαι." Ἐπειδὴ προσεχῶς ἔλεγεν ὅτι τοῖς ἀξιώμασι κέχρηνται αἱ ἐπιστῆμαι καὶ λαμβάνουσιν αὐτὰ ἐν ταῖς προτάσεσιν (οἷον φέρε εἰπεῖν, ἐπειδὴ τὸ Α καὶ τὸ Β τῷ Γ ἴσον, τὰ δὲ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ τὸ Α ἄρα τῷ Β ἴσον ἐστί), τὸ δὲ τῆς ἀντιφάσεως ἀξίωμα ἐπὶ πάντων μὲν τῶν ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, δοκεῖ δὲ ἐπί τινων πραγμάτων μὴ οὕτως ἔχειν ἀλλὰ δύνασθαι συναληθεύειν τὴν ἀντίφασιν (οἷον ἐπὶ ψυχῆς φαμεν τὴν ψυχὴν καὶ ἀθάνατον καὶ οὐκ ἀθάνατον, καὶ δῆλον ὅτι κατ’ ἄλλο καὶ ἄλλο, τῇ μὲν οὐσίᾳ ἀθάνατον καὶ ἀίδιον, ταῖς δὲ ἐνεργείαις οὐκέτι· ὁμοίως τὰ στοιχεῖα καὶ ἀγένητα καὶ γενητά, κατὰ μὲν τὰς ὁλότητας ἀγένητα, κατὰ δὲ τὰ μέρη γενητά· ὡσαύτως καὶ ὁ οὐρανὸς κινεῖται καὶ οὐ κινεῖται· οὐ κινεῖται μὲν γὰρ καθ’ ὅλον αὐτὸν ὡς τὸν ὅλον ἀμείβειν τόπον, κινεῖται δὲ κατὰ τὰ μέρη· ἐπί τε τοῦ κόσμου τὸ αὐτό, ὥστ’ ἀίδιος 〈καὶ οὐκ ἀίδιος〉 εἶναι ὁ κόσμος δοκεῖ· καὶ ἐπ’ ἄλλων πλείστων τὸ αὐτό), διὰ τοῦτο ἐπί τινων συμπεραίνοντες τὴν κατάφασιν δι’ αὐτὸ τοῦτο ἀναγκαζόμεθα1 καὶ τὴν ἀναίρεσιν τῆς ἀποφάσεως ποιεῖσθαι, ἵνα μὴ δόξῃ χώραν ἔχειν ἐπὶ τοῦ προκειμένου κατά τι καὶ ἡ ἀπόφασις· οἷον ἐπὶ τοῦ νοῦ, εἰ συλλογιζόμεθα ὅτι ἀθάνατός ἐστιν ἢ ἀίδιος, ἵνα μὴ δόξῃ οὕτως ἀθάνατος εἶναι ὥσπερ καὶ ἡ ψυχὴ ὡς δύνασθαι ἐπ’ αὐτοῦ καὶ τὴν ἀπόφασιν κατά τι ἀληθεύειν, προστίθεμεν ἐν τῷ συμπεράσματι, ὅτι ἀθάνατος ἄρα ὁ νοῦς καὶ οὐχὶ οὐκ ἀθάνατος καὶ ἀίδιος καὶ οὐχὶ οὐκ ἀίδιος. ὁμοίως καὶ ἐπὶ τῶν παραπλησίων. ζητεῖ οὖν ἐν τούτοις [ὅτι] ἐπὶ τῶν τοιούτων συμπερασμάτων, ἐν ποίῳ ὅρῳ τοῦ συλλογισμοῦ δεῖ κεχρῆσθαι τῷ τῆς ἀντιφάσεως ἀξιώματι, ἵνα καὶ ἐν τῷ συμπεράσματι τούτῳ χρησάμενοι δείξωμεν ὅτι μόνον τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως ἀληθεύει, οὐδαμῶς δὲ τὸ λοιπόν· δῆλον γὰρ ὅτι οὐδὲ συναχθῆναι δύναται ἐν τῷ συμπεράσματι, εἰ μὴ ἐν ταῖς προτάσεσι παρείληπται. τριῶν οὖν ὄντων ὅρων ἐν τῷ συλλογισμῷ, ἐν ποίῳ αὐτῶν χρηστέον τῷ ἀξιώματι τῆς ἀντιφάσεως; καὶ δῆλον μὲν ὅτι ἐν προτάσεσιν ἡ ἀντίφασις· δυνατὸν μέντοι καὶ ἐν ἑκάστῳ ὅρῳ θεωρῆσαι αὐτήν, ὥσπερ ὅταν φαμὲν ‘ἄνθρωπος’ καὶ ‘οὐκ ἄνθρωπος’, ‘λίθος’ καὶ ‘οὐ λίθος’, οἵτινες ἀόριστοι ἐκαλοῦντο ἐν τῷ Περὶ ἑρμηνείας. ἀλλ’ ἐπειδὴ ἐν ταῖς προτάσεσι τὰ καταφασκόμενά τινων ἢ καταφάσκεται ἢ ἀποφάσκεται καὶ τὰ ἀρνητικὰ μόρια τὰ ποιοῦντα τὴν ἀπόφασιν ἑνὶ ὅρῳ συντάττεται μόνῳ, διὰ τοῦτο ὡς ἐπὶ ὅρων θεωρεῖται τὸ ἀξίωμα τῆς ἀντιφάσεως, συνεπινοουμένου δηλονότι καὶ τοῦ λοιποῦ τοῦ συμπληροῦντος τὴν πρότασιν. καὶ ἁπλῶς εἰπεῖν, ἐπειδή, ὡς εἶπον, πάντως τὰ ἐν τῷ συμπεράσματι θεωρούμενα θεωρεῖται καὶ ἐν ταῖς προτάσεσι καὶ οὐχ οἷόν τέ ἐστιν εἶναί τι ἐν τῷ συμπεράσματι, ὃ μὴ προσείληπται ἐν ταῖς προτάσεσιν, ὡς δὲ εἶπον, ἐπί τινων συμπερασμάτων τὸ ὅλον ἀξίωμα τῆς ἀντιφάσεως συμπεραινόμεθα λέγοντες, εἰ τύχοι, ὅτι τόδε ζῷόν ἐστι καὶ οὐχὶ οὐ ζῷον, ζητεῖ ποῦ τῶν προτάσεων χρηστέον τούτῳ. τριῶν οὖν ὄντων ὅρων ἐν ταῖς προτάσεσι, ποῖον δεῖ τῷ τοιούτῳ σχήματι προφέρεσθαι, ὅτι τόδε καὶ οὐχὶ οὐ τόδε; καὶ φησὶν ὅτι μόνως ἐν τῷ μείζονι, ἐν οὐδενὶ δὲ τῶν ἄλλων· εἰ γὰρ καὶ παραληψόμεθά τινα τῶν ἄλλων κατὰ τοῦτον τὸν τρόπον, οὐδαμῶς ἡμῖν χρησιμεύσει πρὸς τὸ συμπέρασμα. καὶ τί λέγω μηδὲν χρησιμεύσειν ἡμῖν εἰς τὸ συμπέρασμα; ὅλως γὰρ οὐδενὶ ἀξιώματι τῆς ἀντιφάσεως ἐνδέχεται χρήσασθαι ἐπὶ τοῦ ἐλάττονος καὶ τοῦ μέσου ὅρου· τὸ γὰρ ἐναντίον συναχθήσεται, καὶ οὕτω συναληθεύειν ἐπὶ τῶν αὐτῶν ἀνάγκη πᾶσα τὴν ἀντίφασιν, χωρὶς εἰ μὴ ἐξισάζοντες εἶεν οἱ ὅροι.2 οἷον ὡς ἐφ’ οὗ τίθησιν αὐτὸς συλλογισμοῦ· Καλλίας ἄνθρωπος, ἄνθρωπος ζῷον καὶ οὐχὶ οὐ ζῷον, Καλλίας ἄρα ζῷον καὶ οὐχὶ οὐ ζῷον. τῇ δὲ ἀναιρέσει τῆς ἀποφάσεως οὔτε ἐπὶ τοῦ ἐλάττονος ἐνδέχεται χρήσασθαι· τὸ ἐναντίον γὰρ συναχθήσεται τῆς καταφάσεως καὶ κυρίως ἀληθεύσει καὶ ἡ ἀπόφασις· ἀλλ’ οὐ τῇ καταφάσει κυρίως συναληθεύει καὶ ἡ ἀπόφασις· οὐ γὰρ μόνον ὁ Καλλίας ἄνθρωπος ἀλλὰ καὶ ὁ οὐ Καλλίας, εἰ καὶ μὴ πᾶς ὁ οὐ Καλλίας· ὥστε οὐκ ἐνδέχεται εἰπεῖν ‘Καλλίας καὶ οὐχὶ οὐ Καλλίας ἄνθρωπος’· καὶ γὰρ ὁ μὴ Καλλίας ἄνθρωπός ἐστιν, εἰ καὶ μὴ πᾶς, οἷον Σωκράτης, Πλάτων.
“至于不可能同时肯定与否定,没有任何证明会将其作为前提采纳,除非必须证明这一点。” 由于他不久前曾说,诸门科学都使用公理并在前提中采纳它们(例如,既然A和B等于C,而与同一事物相等者彼此也相等,所以A也等于B);并且矛盾公理对一切存在者和非存在者都划分真与假,但在某些事物上似乎并非如此,而是矛盾双方能够同时为真(例如关于灵魂,我们说灵魂既是不死的又不是不死的,显而易见这是就不同方面而言的:就其实体而言是不死的且永恒的,但就其活动而言则不再如此;同样,元素既是非生成的又是生成的,就其整体而言是非生成的,但就其部分而言则是生成的;同理,天既在运动又不在运动,因为作为整体而言它并没有改变位置意义上的运动,但在其部分上却是在运动的;对于宇宙亦是同理,以至于宇宙似乎是永恒的〈又非永恒的〉;在极多其他事物上也是如此);因此,在就某些事物得出肯定结论时,我们正是出于这一原因被迫同时也对否定进行排除,以免人们以为对于所讨论的事物,否定在某种意义上也占有地位。例如关于理智,如果我们推论它是不死的或永恒的,为了不让它显得像灵魂那样不死,以至于否定在某种意义上也能对它为真,我们便在结论中加上:“因此理智是不死的且非不是不死的,是永恒的且非不是永恒的。”在类似事物上亦同此理。因此他在这些论述中探讨:在这样的结论中,应当在三段论的哪一个项中使用矛盾公理,以便我们在结论中也运用这一公理来表明,只有矛盾的一方为真,而余下的一方绝不为真;因为显而易见,如果它未在前提中被采纳,就绝不可能在结论中被推导出来。既然三段论中有三个项,在这三者中的哪一个上应当使用矛盾公理呢?显然矛盾是存在于前提之中的;不过在每一个项中考察它也是可能的,就如同我们说“人”与“非人”、“石头”与“非石头”一样,这些在《解释篇》中被称为不定名词。但由于在前提中,针对某些事物被肯定的东西要么被肯定要么被否定,而构成否定的否定词只与单一的项结合,正因如此,矛盾公理被视为关于项的,当然那补足前提的余下部分也是被一同理解的。简而言之,既然正如我说过的,在结论中被考察的事物无论如何都在前提中被考察,而在结论中不可能有任何未在前提中被额外采纳的事物,另一方面,正如我说过的,在某些结论中我们得出整个矛盾公理,假定说“这是动物而非不是动物”,因此他探讨必须在前提的何处使用这一公理。既然前提中有三个项,必须以这种形式即“某物而非不是某物”说出的是哪一个项呢?他说仅仅是在大项中,而在其他任何项中都不是;因为即使我们以这种方式采纳其他项中的某一个,它对我们的结论也绝无用处。我为什么说它对我们的结论毫无用处呢?因为根本不可能在小项和中项上使用任何矛盾公理;因为相反的东西将被推导出来,这样,关于同一事物矛盾双方就全然必然同时为真,除非诸项是等外延的。例如在他自己所设立的三段论中:“卡利亚斯是人,人是动物而非不是动物,因此卡利亚斯是动物而非不是动物。”排除否定也不能用在小项上;因为肯定的相反面将被推导出来,严格意义上否定也将为真;但严格意义上否定并不是与肯定同时为真的;因为不仅卡利亚斯是人,非卡利亚斯也是人(虽然并非每一个非卡利亚斯都是人);所以不可能说“卡利亚斯而非不是卡利亚斯是人”;因为非卡利亚斯也是人,虽然并非每一个都是,例如苏格拉底、柏拉图。
- 1.200Ἐπειδὴ προσεχῶς ἔλεγεν ... διὰ τοῦτο ἐπί τινων συμπεραίνοντες ... ἀναγκαζόμεθα
由句首 Ἐπειδὴ(由于)引导的冗长原因从句夹杂了若干例证插入语(οἷον ἐπὶ ψυχῆς...),主句的核心结构直到后文的 διὰ τοῦτο(出于这一原因)... ἀναγκαζόμεθα(我们被迫)才得以展现。
- 1.200χωρὶς εἰ μὴ ἐξισάζοντες εἶεν οἱ ὅροι
χωρὶς εἰ μή 是表示例外的惯用句式,意为“除非”或“除……之外”。此处采用祈愿语气 εἶεν,用以表示普遍的、设想中的可能性。
