- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:133.15-134.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注视亚里士多德《后分析篇》77a5–77a9,阐明证明的成立无须脱离个体的柏拉图理念,但绝对需要非同名异义的“多之上的一”作为全称者和严格意义的中项。
" Εἴδη μὲν οὖν εἶναι ἢ ἕν τι παρὰ τὰ πολλὰ οὐκ ἀνάγκη, εἰ ἀπόδειξις ἔσται." Ἐπειδὴ εἶπε πολλάκις δεῖν τὰς ἀποδεικτικὰς προτάσεις καθόλου εἶναι πρώτου τοῦ ὑποκειμένου,1 ᾠήθη δ’ ἄν τις διὰ τούτου τὰς ἰδέας εἰσάγεσθαι, εἴ γε ἐκεῖναι πρώτισταί εἰσι κατὰ τοὺς ὑποθεμένους αὐτάς, διὰ τοῦτο ταύτην ἀναιρῶν τὴν ὑπόνοιαν ταῦτα τίθησιν, ὅτι οὐχ ἕπεται τῇ ἀποδείξει τὸ τὰς ἰδέας εἰσάγεσθαι. αἱ μὲν γὰρ ἰδέαι ἐξῃρημέναι τῶν πολλῶν οὔτε κατὰ παντὸς οὔτε κατά τινὸς λέγοιντο ἄν· ἡ δὲ ἀπόδειξις τὸ πρώτως κατὰ παντὸς ὑποτίθεται. καὶ τοῦτο εἶναι τὸ καθόλου λέγει· τοῦτο δέ φημι τὸ ἐν τοῖς πολλοῖς συγκατατεταγμένον εἶδος. ὥστε οὐ τὰς ἰδέας εἰσάγει ἡ ἀπόδειξις. Εἴδη μὲν οὖν εἶναι ἢ ἕν τι παρὰ τὰ πολλὰ οὐκ ἀνάγκη, εἰ ἀπόδειξις ἔσται, τουτέστιν οὐκ ἀνάγκη τοῖς εἰρημένοις ἐν τοῖς περὶ ἀποδείξεως λόγοις συνεισάγεσθαι τὰς ἰδέας, ὡς ἑκάστη ἕν ἐστιν. εἰ γὰρ καὶ λέγομεν δεῖν εἶναι τὸ καθόλου ἐν ταῖς ἀποδείξεσιν, ἀλλ’ οὐ φαμεν εἶναι τοιοῦτον αὐτὸ οἷόν φασι τὸ εἶδος φέρε τῶν πολλῶν ζῴων οἱ τὰς ἰδέας εἰσάγοντες. καὶ σκόπει ὅπως ἀπαρέσκεται τῇ περὶ τῶν ἰδεῶν δόξῃ, ὥστε καὶ ὅπερ ἄν τις ὑπονοήσειε τῶν παρ’ αὐτοῦ εἰρημένων τὴν περὶ τῶν ἰδεῶν εἰσάγειν ἔννοιαν, τοῦτο προλαβὼν αὐτὸς ἀποκρούεται.2 καὶ ἐφεξῆς δὲ τερετίσματα τὰς ἰδέας ἐπισκώπτων ἀποκαλεῖ.
“因此,如果要有证明,那么并不必然要有型相,或在多之外有某种单一者。” 由于他屡次说过证明的前提必须针对第一底层事物是全称的,而有人或许会以为由此引入了理念——假若按照假设理念的人的主张,理念确实是最在先的第一者——出于这个原因,他为了消除这种猜测而确立了这一点:并不因证明而随之引入理念。因为脱离于诸多个体的理念既不可能就全体而言被述说,也不可能就某个个体而言被述说;而证明所预设的则是首先对全体成立的事物。他说这就是全称;我所说的也就是同列编排于多个体之中的型相。因此证明并不引入理念。“因此,如果要有证明,那么并不必然要有型相,或在多之外有某种单一者”,这就是说,在关于证明的论述中所说的话,并不必然顺带引入理念,仿佛每一个理念都是单一的一样。因为纵然我们说在证明中必须有全称者存在,但我们绝没有说它的存在方式就像那些引入理念的人所说的比方说众多动物的型相那样。你且看他对关于理念的见解是何等反感,以至于在他说过的话中,凡是有人可能猜测会引入关于理念的概念之处,他自己都先行预见并予以驳斥。在紧接着的下文中,他更是嘲弄地将理念称为“啁啾之声”。
"Εἶναι μέντοι ἓν κατὰ πολλῶν ἀληθὲς εἰπεῖν ἀνάγκη· οὐ γὰρ ἔσται τὸ καθόλου, ἂν μὴ τοῦτο ᾖ." Εἰ ἔστι, φησίν, ἀπόδειξις, τὰς ἰδέας μὲν οὐκ ἀνάγκη εἶναι, ἓν μέντοι κατὰ πολλῶν ἀνάγκη. εἰ γάρ, ὡς ἐδείξαμεν, ἀνάγκη ἐν ταῖς ἀποδείξεσι τὸ καθόλου παραλαμβάνεσθαι, τὸ δὲ καθόλου παντὶ τῷ ὑποκειμένῳ ὑπάρχει, ἐπεὶ καὶ ἀεὶ καὶ πρώτῳ καὶ καθ’ αὑτό, ἀνάγκη πᾶσα ἀποδείξεως οὔσης εἶναι ἕν τι κατὰ πολλῶν ὑπάρχον· μὴ γὰρ ὄντος τούτου οὐδὲ καθόλου ἔσται, φησίν.
“然而,对多数述说单一者为真,则是必然的;因为若非如此,全称者便不会存在。” 他说,如果存在证明,理念固然没有必要存在,但在多数之上的一则是必然的。因为正如我们所表明的,既然在证明中必须采纳全称者,而全称者属于全部底层事物,因为它也是永恒地、首要地且依自身而从属,那么在证明存在的情况下,必定全然必然存在某种从属于多数的单一者;他说,因为如果这不存在,全称者也不会存在。
"Ἐὰν δὲ τὸ καθόλου μὴ ᾖ, τὸ μέσον οὐκ ἔσται, ὥστ’ οὐδ’ ἀπόδειξις." Εἰ γὰρ μὴ καθόλου τοῦ μέσου τὸ μεῖζον κατηγορεῖται, οὐ πρώτως οὐδὲ ᾗ αὐτό ἐστιν ὑπάρχει τῷ μέσῳ τὸ μεῖζον· τοιοῦτον γὰρ ἐδείχθη τὸ καθόλου. εἰ δὲ μὴ πρώτως τῷ μέσῳ τὸ μεῖζον ὑπάρχει, οὐδὲ μέσον ἔσται κυρίως, ἀλλὰ δεῖται ἑτέρου μέσου ὅρου ᾧ πρώτως ὑπάρχει τὸ μεῖζον· οἷον εἰ μὴ καθόλου τοῦ ἰσοσκελοῦς τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, οὐκ ἔσται τὸ ἰσοσκελὲς μέσον· μέσου γὰρ ἑτέρου δεήσεται, τοῦ τριγώνου, ᾧ πρώτως ὑπάρχει τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. οὐκοῦν ἀνῃρημένου τοῦ καθόλου τὸ κυρίως μέσον ἀνῄρηται. τοῦ δὲ κυρίως μέσου ἀνῃρημένου ἀνῄρηται ἡ ἀπόδειξις· δι’ ἀμέσων γὰρ προτάσεων ἡ ἀπόδειξις. ὥστε εἰ μὴ ὁ μέσος εἴη κυρίως μέσος, οὐδὲ ἄμεσος ἡ πρότασις· τούτου δὲ μὴ ὄντος οὐδὲ ἀπόδειξις ἔσται.
“如果全称者不存在,中项便不存在,因而证明也不存在。” 因为如果大项并非全称地述谓中项,那么大项就既非首要地亦非就其自身而言从属于中项;因为全称者已被证明是这样的。而如果大项并非首要地从属于中项,那么中项在严格意义上也不会存在,而是需要大项首要地从属于它的另一个中项:例如,如果具有等于两直角的三内角并非对等腰三角形全称地成立,那么等腰三角形就不会成为中项;因为它将需要另一个中项即三角形,具有等于两直角的三内角首先从属于三角形。因此,全称者一旦被取消,严格意义上的中项就被取消了。而严格意义上的中项一旦被取消,证明就被取消了;因为证明是凭借无中项的前提构成的。因此,如果中项不是严格意义上的中项,前提便不是无中项的;而如果这不存在,证明也将不存在。
"Δεῖ ἄρα ἕν τι καὶ τὸ αὐτὸ κατὰ πλειόνων εἶναι μὴ ὁμώνυμον." Καλῶς τὸ μὴ ὁμώνυμον πρόσκειται· καὶ γὰρ τὸ καρκῖνος ὄνομα ἓν κατὰ πλειόνων φέρεται, ἀλλ’ ὁμωνύμως ἐπί τε τοῦ ἄστρου καὶ τοῦ ζῴου καὶ τοῦ ὀργάνου· καὶ τὸ κύων ὁμοίως ἐπί τε τοῦ χερσαίου καὶ τοῦ θαλαττίου καὶ ἀστρῴου καὶ τοῦ φιλοσόφου. ὁμωνύμοις δὲ οὐδὲ ἡ διαλεκτικὴ ἀπροσδιορίστως χρήσεται, μήτι γε ἀπόδειξις.
“因此,必须有某种单一且同一者非同名异义地属于多数事物。” “非同名异义地”这一限定加得极好;因为“蟹”这个名称也是属于多数事物的单一名称,但对星宿、动物以及工具而言却是同名异义的;“犬”同样是对陆地动物、海洋生物、星宿以及哲学家而言的。而同名异义之词,甚至辩证法也不会不加限定地使用,证明就更不用说了。
- 1.196πρώτου τοῦ ὑποκειμένου
属格短语“πρώτου τοῦ ὑποκειμένου”与形容词“καθόλου”(全称的)连用,充当关系/范围属格,表明全称命题所首要从属的底层对象。
- 1.196ὥστε καὶ ὅπερ ἄν τις ὑπονοήσειε τῶν παρ’ αὐτοῦ εἰρημένων τὴν περὶ τῶν ἰδεῶν εἰσάγειν ἔννοιαν, τοῦτο προλαβὼν αὐτὸς ἀποκρούεται
在由结果连词“ὥστε”引导的从句中,骨干结构为“ὅπερ ἄν τις ὑπονοήσειε... τοῦτο προλαβὼν αὐτὸς ἀποκρούεται”。关系代词“ὅπερ”(带部分属格“τῶν παρ’ αὐτοῦ εἰρημένων”)在关系节中充当不定式“εἰσάγειν”的宾格主语,而整个关系节则被主句动词“ἀποκρούεται”的直接宾语“τοῦτο”复指照应。
