- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:132.4-133.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯依循亚里士多德阐明了定义为何既非假设也非公设,理由在于定义不进行述谓,也不具备全称或特称的量。他进而论证,尽管外在图画存在不完善之处,几何学家并未作虚假假设,因为证明所指向的是思想中的对象而非外在图形。
" Τοῦτο δ’ οὐχ ὑπόθεσις, εἰ μὴ καὶ τὸ ἀκούειν ὑπόθεσίν τις εἶναι φήσει." Τὸ λέγειν, φησί, τὸν ὁρισμὸν εἶναι ὑπόθεσιν ὅμοιόν ἐστιν, ὥσπερ ἄν τις εἴποι [τὸ] καὶ τὸ φωνῆς ἁπλῶς ἀκούειν καὶ συνιέναι τὸ ὑπὸ τῆς φωνῆς δηλούμενον ὑπόθεσιν εἶναι, οἷον ἄνθρωπος, κύων καὶ τὰ τοιαῦτα· τοῦτο γὰρ εἶπεν ἀκούειν. ἀλλ’ ἡ μὲν ὑπόθεσις δι’ αὐτὸ τοῦτο ὑπόθεσις λέγεται, διὰ τὸ ὑποτίθεσθαι ἄλλο ἄλλῳ ὑπάρχειν, οἷον τὴν ψυχὴν ἀθάνατον εἶναι ἢ θνητήν, τὸν κόσμον γενητὸν εἶναι ἢ ἀίδιον. οὐ γὰρ τὸ ἁπλῶς λέγειν τὴν ψυχὴν ἀθάνατον ἢ τὸν κόσμον ἀίδιον, τοῦτο ὑπόθεσις1 ἐπεί τοί γε τούτῳ τῷ λόγῳ, ὅπερ αὐτὸς εἶπε, πᾶσα λέξις ὑπόθεσις ἔσται. ὡς οὖν οὐ πᾶσα λέξις σημαίνουσά τι ὑπόθεσις, οὕτως οὐδὲ οἱ ὁρισμοὶ ὑποθέσεις· τί γὰρ σημαίνει τὸ ὁριστόν, δηλοῦσιν, 〈οὐχ〉 ὅτι ὑπάρχει τινὶ ἢ οὐχ ὑπάρχει. οὐκ ἄρα οἱ ὁρισμοὶ ὑποθέσεις.
“但这并不是假设,除非有人硬说听也是假设。” 他说,声称定义是假设,就如同有人声称仅仅听到声音并理解声音所表达的事物——例如人、狗以及诸如此类者——也是假设一样;因为他所说的“听”正是这个意思。但假设之所以被称为假设,正是因为假定一事物从属于另一事物,例如假定灵魂是不朽的或会死的,宇宙是生成的或永恒的。因为仅仅说出“不朽的灵魂”或“永恒的宇宙”,这并不是假设;否则按照这一道理,正如他自己所言,每一个词语都将成为假设了。因此,正如并非每一个有意义的词语都是假设一样,定义也不是假设;因为它们说明被定义物所表示的是什么,而不是说明它从属于或不从属于某物。所以定义不是假设。
"Ἀλλ’ ὅσων ὄντων τῷ ἐκεῖνα εἶναι γίνεται τὸ συμπέρασμα.2" Τῷ δὲ εἶναι τὰς προτάσεις καὶ τὸ συμπέρασμα εἶναι ἀνάγκη· προτάσεις ἄρα τινές εἰσιν αἱ ὑποθέσεις. ἀλλ’ οὐχ ἁπλῶς πᾶσα πρότασις ὑπόθεσις· οὐδὲ γὰρ τὸ εἶναι τὸν ἄνθρωπον ζῷον ὑπόθεσις. ἡ δὲ πῶς ἔχουσα πρότασις ὑπόθεσίς ἐστιν, καὶ τί διαφέρει αἰτήματός τε καὶ ἀξιώματος, ἀκριβῶς διεξήλθομεν.
“而[假设是]这样一些事物:由于它们存在,因其存在而产生结论。” 由于前提的存在,结论也必然存在;因此假设是某种前提。但并非绝对意义上的每一种前提都是假设;因为人是动物也并不是假设。至于具备何种性质的前提才是假设,以及它与公设和公理有何区别,我们已经作了精确的阐述。
"Οὐδ’ ὁ γεωμέτρης ψευδῆ ὑποτίθεται, ὥσπερ τινὲς ἔφασαν." Ἐπειδὴ εἶπεν ὅτι οὐ πρὸς τὸν ἔξω λόγον ἀποτείνονται αἱ ἀποδείξεις ἀλλὰ πρὸς τὸν ἐν τῇ ψυχῇ, τοῦτο πιστοῦται ἐκ τῶν ἐπιστημῶν. τινὲς γὰρ τοῦτο μὴ συνειδότες ᾠήθησαν τὸν γεωμέτρην μὴ ἀληθῆ ἀποδεικνύναι διὰ τὸ ψευδεῖς, ὡς ᾤοντο, λαμβάνειν ὑποθέσεις· λαμβάνει γὰρ ὁ γεωμέτρης, εἰ τύχοι, τόνδε κύκλον εἶναι μὴ ὄντα κύκλον ἢ τήνδε εὐθεῖαν μὴ οὖσαν εὐθεῖαν, καὶ οὕτως τὰ ἑξῆς συμπεραίνεται. φησὶν οὖν ὅτι, ἐπεὶ μὴ πρὸς τὸν ἔξω λόγον ἡ ἀπάντησις ἀλλὰ πρὸς τὸν ἐν τῇ ψυχῇ, διὰ τοῦτο καὶ ὁ γεωμέτρης οὐ πρὸς ἣν λαμβάνει εὐθεῖαν ποιεῖται τὰς ἀποδείξεις ἀλλὰ πρὸς ἣν νοεῖ· οὐδὲ γάρ, εἰ ἐν τῷ ἀβακίῳ λάβοι ποδιαίαν τὴν μὴ ποδιαίαν ἀλλ’, εἰ τύχοι, δακτυλιαίαν, ὡς ἐπὶ μὴ ποδιαίας ποιεῖται τὰς ἀποδείξεις,3 ἀλλὰ κατὰ τὴν ἑαυτοῦ νόησιν, καθ’ ἣν ἔλαβε καὶ τὴν γραμμήν. καὶ οὕτως ἐπὶ πάντων.
“几何学家也不像某些人所说的那样在作虚假的假设。” 由于他说过证明并不指向外在言语,而是指向灵魂中的言语,他便从各门科学中证实这一点。因为有些人不理解这一点,以为几何学家由于采纳了他们自以为虚假的假设,因而未能证明真实的事物;因为几何学家可能假定这一个并不是圆的图形是圆,或者并不是直线的线条是直线,并由此得出后续的结论。因此他说,既然应对的不是外在言语,而是灵魂中的言语,出于这个原因,几何学家也不是针对他所采纳的直线来进行证明,而是针对他在思想中所构想的直线来进行证明;因为即使他在算板上把并不是一尺长、比方说仅有一寸长的线段当作一尺长来采纳,他也绝非将它当作并非一尺长的事物来进行证明,而是依据他自己的思想,也就是依据他用来采纳该线段的思想来进行证明。在所有情形中皆是如此。
"Ἔτι τὸ αἴτημα καὶ ἡ ὑπόθεσις πᾶσα ἢ ὡς ὅλον ἢ ὡς ἐν μέρει, οἱ δ’ ὅροι οὐδέτερον τούτων." Δευτέρα διάκρισις αὕτη τῶν ὅρων πρὸς τὰ αἰτήματα καὶ τὰς ὑποθέσεις, διότι τὰ μὲν αἰτήματα καὶ αἱ ὑποθέσεις ἤτοι ὡς ἐπὶ μέρους τινὸς λέγονται ἢ κατὰ παντός, ἐπεὶ καὶ πᾶσα πρότασις ἢ καθόλου ἐστὶν ἢ ἐν μέρει, οἱ μέντοι ὁρισμοὶ οὐδὲν οὔτε κατὰ παντὸς οὔτε κατὰ τινὸς κατηγοροῦσιν· οὐ γὰρ φαμεν τῷ ἀνθρώπῳ ὑπάρχειν τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἀλλ’ αὐτὸν τὸν ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν.
“此外,所有的公设和假设要么作为全称,要么作为特称,而定义两者皆非。” 这是定义与公设和假设之间的第二重区别:因为公设和假设要么就某一部分而言,要么就全体而言被述说,因为每一个命题也同样要么是全称的要么是特称的;然而定义既不对全体也不对某物作任何述谓;因为我们并不说“理性的、必死的、能接受理智与知识的动物”从属于人,而是说人自身就是理性的、必死的、能接受理智与知识的动物。
- 1.192οὐ γὰρ τὸ ἁπλῶς λέγειν τὴν ψυχὴν ἀθάνατον ἢ τὸν κόσμον ἀίδιον, τοῦτο ὑπόθεσις
带有冠词的不定式短语 τὸ ἁπλῶς λέγειν... 置于句首充当主语,随后由代词 τοῦτο 复指,构成省略系词 ἐστί 的名词性谓语结构。此处的 τὴν ψυχὴν ἀθάνατον 并非完全意义上的断定性命题,而是指未确立从属关系的单纯复合表述(如“不朽的灵魂”)。
- 1.193Ἀλλ’ ὅσων ὄντων τῷ ἐκεῖνα εἶναι γίνεται τὸ συμπέρασμα.
带关系代词的属格独立结构 ὅσων ὄντων 作为关系从句,修饰主句中被省略的主语(“[假设是]……”)。随后的带冠词与格不定式短语 τῷ ἐκεῖνα εἶναι 表示原因或手段(“由于那些事物的存在/因其存在”)。
- 1.194ὡς ἐπὶ μὴ ποδιαίας ποιεῖται τὰς ἀποδείξεις
介词短语 ὡς ἐπί + 属格表示主观视角或假定的论述对象:“仿佛以并非一尺之物为对象”。这说明几何学家并非以不完全的外在物理图形作为证明的逻辑基础。
