← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§130.30-132.3

针对内在言语的证明与定义的非命题性

注解亚里士多德《后分析篇》76b24–76b35,论述证明何以针对灵魂内在言语而非外在发声言语,继而辨析相对于学习者的假设与公设的区别,并阐明定义因非命题性而并非假设。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.189

" Οὐ γὰρ πρὸς τὸν ἔξω λόγον ἡ ἀπόδειξις ἀλλὰ πρὸς τὸν ἐν τῇ ψυχῇ." Ἐπειδὴ εἶπε τὸ ἀξίωμα ἀνάγκη τε 〈δι’〉 αὑτὸ εἶναι καὶ δοκεῖν ἐξ ἀνάγκης, ἵνα μή τις εἴπῃ ὅτι οὐ πάντως ἐξ ἀνάγκης δοκεῖ τὸ ἀξίωμα εἶναι (τί γάρ, ἐὰν μὴ συγχωρῇ τις ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἢ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενά ἐστιν ἴσα;), πρὸς τοῦτον ἀπαντῶν φησιν ὅτι αἱ ἀποδείξεις οὐ πρὸς τὸν ἔξω λόγον ἀποτείνονται, τουτέστι τὸν ἐν τῇ προφορᾷ (οὐδὲ γάρ, ἐὰν ἐριστικῶς τις καὶ τοῖς ἐναργέσι μάχηται, παρὰ τοῦτο οὐκ ἀποδείξει ὁ ἀποδεικτικός),1 ἀλλὰ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων φύσιν καὶ πρὸς τὸν ἐνδιάθετον λόγον· οὐδὲ γάρ, ἐὰν λέγῃ τις μὴ εἶναι ἀληθὲς τὸ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν εἶναι ἢ τὴν ἀπόφασιν, οὕτω πάντως καὶ φρονεῖ ὁ τοιοῦτος. διὰ τοῦτο οὖν φησιν, ὅτι τὰ ἀξιώματα εἴπομεν ἐξ ἀνάγκης τε εἶναι καὶ δοκεῖν ἐξ ἀνάγκης, οὐ πρὸς τὸ συγχωρεῖσθαι κατὰ τὸν προφορικὸν λόγον ὑπὸ τῶν προσδιαλεγομένων ἀλλὰ κατὰ τὴν ἐν τῇ ψυχῇ διάθεσιν. ἐπεί, φησίν, εἰ πρὸς τὸν προφορικὸν λόγον γένοιντο αἱ ἀποδείξεις, οὐ μόνον ἀπόδειξιν οὐκ ἐνδέχεται γίνεσθαι ἀλλ’ οὐδὲ ὅλως συλλογισμόν· δύναται γὰρ μηδεμιᾷ καταφατικῇ προτάσει συγχωρῆσαι ὁ προσδιαλεγόμενος λέγων, εἰ τύχοι, μὴ εἶναι ἀληθὲς τὸ πᾶν ζῷον οὐσίαν εἶναι ἢ πᾶν σῶμα τριχῇ διαστατὸν ἢ ἥντινα ἄλλην καταφατικὴν πρότασιν· καταφατικῆς δὲ μὴ συγχωρουμένης προτάσεως συλλογισμὸς οὐ γίνεται. ἀλλ’ εἰ καὶ κατὰ τὸν προφορικὸν λόγον οὐ συγχωρεῖ ὁ τοιοῦτος, ἀλλ’ οὖν κατὰ τὸν ἐνδιάθετον πάντως οὕτως ἕξει. ὥστε καὶ αἱ ἀποδείξεις πρὸς τὸν ἐν τῇ ψυχῇ λόγον εἰσίν, οὐ πρὸς τὸν ἐκτός.

“因为证明不是针对外在言语,而是针对灵魂中的言语。” 由于他说过公理必然因其自身而存在且必然被认为如此,为了不让人说公理绝非必然被认为如此(因为如果有谁不承认在任何事物上非此即彼必有肯定或否定,或者如果有谁不承认等量减等量差相等,那该怎么办?),针对这个人他回应说,证明并不指向外在言语,即发声中的言语(因为即使有人好辩地甚至与显然的事实作对,论证者也不会因此就不能证明),而是指向事物本身的本性以及内在言语;因为即使有人声称“在任何事物上非此即彼必有肯定或否定”并非真实,这样的人也决不会真的如此作想。因此他说,我们曾说公理必然存在且必然被认为如此,并不是指在发声言语上被对话者所承认,而是指按照灵魂中的状态[被承认]。因为他说,如果证明是针对发声言语而成立,那么不仅不可能有证明,甚至根本不可能有推论;因为对话者可以不赞同任何肯定命题,比如声称“凡动物皆是实体”或“凡物体皆有三维广延”或任何其他肯定命题并非真实;而在肯定命题不被承认的情况下,推论便无法成立。然而,即便这样的人在发声言语上不予承认,在内在言语上他无论如何也必然是如此的。因此,证明也是针对灵魂中的言语,而非针对外在言语。

§1.190

"Ὅσα μὲν οὖν δεικτὰ ὄντα λαμβάνει αὐτὸς μὴ δείξας, ταῦτα, ἐὰν μὲν δοκοῦντα λαμβάνῃ τῷ μανθάνοντι, ὑποτίθεται, καὶ ἔστιν οὐχ ἁπλῶς ὑπόθεσις ἀλλὰ πρὸς ἐκεῖνον μόνον." Τί διαφέρει ἡ πρὸς τὸν μανθάνοντα ὑπόθεσις τοῦ αἰτήματος, διακρίνει διὰ τούτων· τὴν γὰρ ἁπλῶς ὑπόθεσιν τοῦ ἁπλῶς αἰτήματος ἐν ἀρχαῖς διέκρινε. φησὶν οὖν ὅτι τῶν δεομένων ἀποδείξεως ὅσα μὲν δοκοῦντα λαμβάνεται τῷ μανθάνοντι, ταῦτα ὑποθέσεις καλεῖται, οὐχ ἁπλῶς ὑποθέσεις ἀλλὰ πρὸς τὸν μανθάνοντα ὑποθέσεις· ἐὰν δὲ μὴ δοκοῦντα ἢ καὶ τὰ ἐναντία οἷς δοκεῖ τῷ μανθάνοντι, ταῦτα καλεῖται αἰτήματα. τούτων δὲ τὰ παραδείγματα παρεθέμεθα.

“因此,凡是可证明的事物,若他自己未经证明便采纳,只要是在对学习者显得真实的情况下采纳,他就是在作假设;并且这并非绝对意义上的假设,而仅是相对于那个人而言的。” 通过这些内容,他区分了相对于学习者的假设与公设之间有何不同;因为他在开端处已经区分了绝对意义上的假设与绝对意义上的公设。因此他说,在需要证明的事物中,凡是作为对学习者显得真实而被采纳的,就被称为假设,不是绝对意义上的假设,而是相对于学习者的假设;但如果采纳的是不显得真实的事物,甚至是与学习者所认为相反的事物,这些就被称为公设。关于这些事物的例子,我们此前已经列举过了。

§1.191

"Οἱ μὲν οὖν ὅροι οὐκ εἰσὶν ὑποθέσεις· οὐδὲ γὰρ εἶναι ἢ μὴ λέγονται." Ἐντεῦθεν διακρίνει τοὺς ὅρους ἀπὸ τῶν ὑποθέσεων, ὅτι αἱ μὲν ὑποθέσεις ἄλλο ἄλλου κατηγοροῦσιν ἢ ἀποφάσκουσιν, οἱ δὲ ὅροι οὐδὲν οὔτε καταφάσκουσί τινος οὔτε ἀποφάσκουσιν, ἀλλ’ ἢ μόνον τί ἐστι τὸ προκείμενον λέγουσιν. ὥστε αἱ μὲν ὑποθέσεις ἐν προτάσεσι πάντως, οἱ δὲ ὅροι οὐκ ἐν προτάσεσιν, ἀλλ’ ἐοίκασι φάσεσι μόνον, τί ἐστι τὸ λεγόμενον, συνιέναι παρέχοντες.2

“所以,定义不是假设;因为它们既不被说成‘是’也不被说成‘不是’。” 从这里起他将定义与假设区分开来,因为假设是将一事物肯定或否定于另一事物,而定义则既不对任何事物肯定什么也不否定什么,而仅仅陈述所讨论之物是什么。因此,假设必然存在于命题之中,而定义则不在命题之中,反而仅仅类似于表述,使人能够理解所说的事物是什么。

语法注2 条
  1. 1.189παρὰ τοῦτο οὐκ ἀποδείξει ὁ ἀποδεικτικός

    介词 παρά 接宾格 τοῦτο 表示原因(“因之 / 因此”)。在由 οὐδέ 引导的上下文中,它构成了双重否定的语意:“论证者并不会因此就无法证明”,表明即便论战对手诡辩性地否认明了的事实,论证者的证明也不会因此失效。

  2. 1.191ἐοίκασι φάσεσι μόνον, τί ἐστι τὸ λεγόμενον, συνιέναι παρέχοντες

    主格分词短语 συνιέναι παρέχοντες 与主语(οἱ ὅροι)一致,动词 παρέχω 搭配不定式 συνιέναι,意为“提供/使人能够理解”。夹在中间的间接疑问从句 τί ἐστι τὸ λεγόμενον 在句法上作 συνιέναι 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:130.30-132.3