- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:129.23-130.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明公理、假定、要请和定义之间的相互区别(基于自明性、主观认同及是否具备命题结构等),并根据76b23的前提阐述公理因其凭自身具有必然性且必然为主观所认可而与假定和要请严格相别。
πάντως οὖν καὶ τὸ ἀξίωμα καὶ ἡ ὑπόθεσις πάντως ἀληθής·1 τὸ δὲ αἴτημα οὐ πάντως μὲν ἀληθές, συγχωρούμενον δὲ παρὰ τοῦ πρὸς ὃν ὁ λόγος. ἡ μὲν οὖν πᾶσα διαίρεσις αὕτη. διαφέρουσι δὲ ἀλλήλων τὰ εἰρημένα· τὰ μὲν ἀξιώματα τῶν κατὰ φύσιν ὑποθέσεων, διότι, ὡς ἐν ἀρχῇ ταῦτα διεκρίναμεν, τὰ μὲν ἀξιώματα συμπεφύκασι πᾶσι καὶ οἴκοθεν ἔχων αὐτὰ ἕκαστος προβάλλεται, κἂν μὴ ὁ διδάσκαλος εἴπῃ· αἱ μέντοι ὑποθέσεις, εἰ καὶ τινες τρόπῳ τινὶ διὰ τὸ σαφὲς αὐτόπιστοι εἶεν, ὥσπερ τὰ ἀξιώματα, ἀλλ’ οὐ δύναται ἕκαστος οἴκοθεν αὐτὰ προχειρίζεσθαι, ἀλλὰ δεῖται μὲν ἀκοῦσαί τι περὶ αὐτῶν παρὰ τοῦ διδασκάλου, ἀκούσας γε μὴν οὐ πάντως δεῖται κατασκευῆς εἰς τὴν τούτων δεῖξιν ὡς ἐχόντων προφανῆ τὴν ἀλήθειαν,2 οἷον ὅτι τρίγωνόν ἐστι τὸ ἐκ τριῶν πλευρῶν περιεχόμενον, τετράπλευρον δὲ τὸ ἐκ τεσσάρων, καὶ ὀρθογώνιον μὲν τὸ ὀρθὴν ἔχον γωνίαν, ὀξυγώνιον δὲ τὸ ὀξεῖαν ἔχον γωνίαν καὶ ὅσα τοιαῦτα καθέστηκε. τῶν μὲν οὖν κυρίως ὑποθέσεων ταύτῃ διαφέρουσι τὰ ἀξιώματα. τῶν δὲ κυρίως αἰτημάτων διαφέρουσι τὰ ἀξιώματα καὶ αἱ ὑποθέσεις· αἱ μὲν ὑποθέσεις, ὅτι δοκοῦσαι λαμβάνονται τῷ μανθάνοντι, τῶν αἰτημάτων οὐ πάντως δοκούντων αἰτουμένων παρὰ τοῦ διδασκάλου συγχωρηθῆναι· οἷον ὡς εἰ λέγοι ‘συγκεχωρήσθω μοι τὸ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν καὶ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον γράψαι’· ἀμφοτέρων δέ, διότι τὰ μὲν ἀξιώματα καὶ αἱ ὑποθέσεις τὸ πιστὸν ἔχουσι, τὰ δὲ αἰτήματα βραχείας ἢ καὶ πλείονος δέονται παραμυθίας. Τὴν μὲν οὖν τούτων διάκρισιν ἐν ἀρχαῖς παραδέδωκε. νῦν δὲ διακρίνει τὰ ἀξιώματα ἀπό τε τῶν πρὸς τὸν μανθάνοντα ὑποθέσεων καὶ αἰτημάτων καὶ ταῦτα ἀπ’ ἀλλήλων, ὅτι τὰ μὲν αἰτήματα τῶν ὑποθέσεων διαφέρει τῷ τὰς μὲν ὑποθέσεις δοκούσας εἶναι τῷ μανθάνοντι, τὰ δὲ αἰτήματα οὐκέτι δοκοῦντα ἀλλὰ συγχωρούμενα, τὰ δὲ ἀξιώματα ἀμφοτέρων τῷ τὰ μὲν εἶναι κοινὰ ὡς πᾶσι δοκοῦντα καὶ οἴκοθεν ἔχοντα τὴν ἀλήθειαν, τὰς δὲ ὑποθέσεις οὐ πᾶσι δοκούσας, μήτε μὴν τὰ αἰτήματα. τῶν δὲ ὁρισμῶν πάντα διαφέρουσι τῷ ταῦτα μὲν πάντα προτάσεις εἶναι ἄλλο ἄλλου κατηγορούσας ἤτοι καθόλου ἢ ἐν μέρει καὶ ἢ καταφατικῶς ἢ ἀποφατικῶς, τοὺς δὲ ὁρισμοὺς μήτε καθόλου μήτε ἐν μέρει ἄλλο ἄλλου κατηγορεῖν μήτε καταφατικῶς μήτε ἀποφατικῶς, ἀλλὰ μόνον κατὰ τὸ τί ἐστιν ἑκάστῳ τὸ εἶναι δηλοῦν. εἰ δέ ποτε οἱ ὁρισμοὶ παραληφθεῖεν ἐν προτάσεσιν, οὐκέτι ὁρισμοὶ μένουσιν ἀλλὰ προτάσεις γίνονται ἔχουσαι ὑποκείμενον μὲν τὸ ὁριστὸν κατηγορούμενον δὲ τὸν ὁρισμόν, καὶ τότε γίνονται καὶ αὐτοὶ ὑποθέσεις. Οὐκ ἔστι δὲ ὑπόθεσις οὐδὲ αἴτημα ὃ ἀνάγκη εἶναι δι’ αὑτὸ καὶ δοκεῖν ἀνάγκη. τίνι διαφέρει ἀξίωμα ὑποθέσεώς τε καὶ αἰτήματος, λέγει, ὅτι3 ἀξίωμα μέν ἐστιν ὃ δι’ αὑτό τέ ἐστιν ἀνάγκη καὶ δοκεῖ ἐξ ἀνάγκης οὕτως ἔχειν, ὅπερ οὐδὲ τῇ ὑποθέσει ὑπάρχει οὐδὲ τῷ αἰτήματι· ἡ μὲν γὰρ ὑπόθεσις οὐκ ἐξ ἀνάγκης δοκεῖ οὕτως ἔχειν, ἐπεὶ μηδὲ πᾶσι δοκεῖ· τὸ δὲ αἴτημα οὐδ’ ὅλως δοκεῖ, ὡς εἴρηται.
因此,公理和假定总归完全是真实的;而要请则并非总归真实,但得到对话者的承认。那么,全部的区分就是如此。而且所说的这些事项彼此互有差异:公理与按照本性的假定不同,是因为正如我们在开头区分它们那样,公理对于所有人都是生来俱有的,即便教师不说,每个人也都从自身拥有并提出它们;然而假定,即使其中某些由于清晰而在某种方式上像公理一样从自身具有可信性,但每个人却不能从自身随时提出它们,而是需要从教师那里听到关于它们的一些说明,不过听过之后,由于其真实性显而易见,便绝非需要立论确立来对它们加以展示,例如三角形是由三条边包含者,四边形是由四条[边包含]者,直角[三角形]是具有直角者,锐角[三角形]是具有锐角者,以及诸如此类的所有事项。在这一方面,公理便与严格意义上的假定不同。 另一方面,公理和假定与严格意义上的要请不同:假定是因为它们在学习者看来如此而被接受,而要请在学习者看来绝非总归如此,而是被请求由教师加以承认——正如若他说‘请向我承认从任意点到任意点作一直线,并以任意中心和间距画圆’;两者[与要请不同]则是因为,公理和假定具有可信性,而要请需要简短的或甚至是更多的劝导。因此,关于这些的区分他已在开头传授了。 但现在,他将公理与相对于学习者而言的假定和要请区分开来,并将这两者彼此区分开来:要请与假定的不同之处在于,假定在学习者看来是如此的,而要请已不再显得如此而是被承认的;而公理与两者的不同之处在于,公理是普遍的,因为在所有人看来都是如此且从自身具有真实性,而假定并非在所有人看来都是如此,要请也绝非如此。而这一切与定义的区别在于,这一切都是要么全称地要么特称地、且要么肯定地要么否定地将一者述说另一者的前提;而定义则既非全称地亦非特称地、既非肯定地亦非否定地将一者述说另一者,而仅仅阐明每一事物之为其所是的本质。但若有时定义被用于前提之中,它们便不再保持为定义,而是成为拥有被定义项为主词、定义为谓词的前提,那时它们自身也成为了假定。 “凭自身必然存在且必然显得如此的,既不是假定,也不是要请。” 他说明了公理与假定和要请的区别何在,即公理是凭自身必然存在且必然显得如此者,这既不属于假定,也不属于要请;因为假定并非必然显得如此,既然它甚至并不在所有人看来都如此;而要请则如前所述,根本不显得如此。
- 1.188πάντως οὖν καὶ τὸ ἀξίωμα καὶ ἡ ὑπόθεσις πάντως ἀληθής
谓词形容词 ἀληθής 为阴性单数,在此与距离最近的主词 ἡ ὑπόθεσις(阴性单数)在性数上同化一致,而非与 τὸ ἀξίωμα(中性)和 ἡ ὑπόθεσις 两者合用复数。在句法上它管辖两个主词,意为“公理和假定总归都是真实的”。
- 1.188ὡς ἐχόντων προφανῆ τὴν ἀλήθειαν
带有 ὡς 的独立属格结构,表示原因。分词 ἐχόντων 的逻辑主语指代前文的 τούτων(诸假定)或其所指的事物(三角形、四边形等定义对象),意为“由于其真实性显而易见”。
- 1.188τίνι διαφέρει ἀξίωμα ὑποθέσεώς τε καὶ αἰτήματος, λέγει, ὅτι
间接疑问节 τίνι διαφέρει... 通过倒装(hyperbaton)被置于主动词 λέγει 之前,充当其宾语,随后由 ὅτι 引导的从句解释其具体内容:“他说明了公理与假定和要请的区别何在,即……”。
