- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:128.13-129.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了缺乏自身明晰性的命题与定义何以相对于学习者被称为“假定”,解释了定义与假定的基底同一与关系差异,并详尽划分了未获对话者认同的命题(“要请”)之诸种类型(包括严格意义的要请、虚假要请、如平行公设般需证明的命题、以及为求得出结论而权且承认的命题)。
ὅσαι δὲ δοκοῦσαι τῷ προσδιαλεγομένῳ ἀληθεῖς μέν εἰσι, ἀποδείξεως δὲ δεόμεναι καὶ ἐπεξεργασίας πλείονος, αὗται πρὸς τὸν μανθάνοντά εἰσι μὲν ὑποθέσεις, οὐ μὴν κυρίως, οἷον πάλιν οἱ ὅροι. τούτων γὰρ ὅσοι μὲν οἴκοθεν ἔχουσι τὴν πίστιν μετὰ τοῦ δοκεῖν τῷ μανθάνοντι, οὗτοι κυρίως καλοῦνται ὑποθέσεις,1 ὡς ἤδη εἴπομεν· ὅσοι δὲ οὐκ οἴκοθεν ἔχουσι τὰς πίστεις ἀλλὰ δέονται ἀποδείξεως, οἷον ὁ τοῦ σημείου ὅρος καὶ ὁ τῆς γραμμῆς ἢ ὁ τῆς ἐπιφανείας [ὑποθέσεις εἰσίν], ἀλλὰ καὶ τὸ τὸν ἥλιον μείζονα εἶναι τῆς γῆς ἢ τὴν γῆν ἐν τῷ μέσῳ εἶναι ἢ κέντρου λόγον ἔχειν ἢ ὅ τι δοκοῦν τῷ προσδιαλεγομένῳ λαμβάνεται, ἐπειδὴ ἀποδείξεως ταῦτα δέεται, λαμβάνεται δὲ ἀναποδείκτως, οὗτοι ὡς πρὸς τὸν μανθάνοντα καλοῦνται ὑποθέσεις. καὶ δῆλον ὅτι καὶ ὁ ὁρισμὸς ὑπόθεσίς ἐστιν ὡς εἶναι τῷ ὑποκειμένῳ τὸ αὐτό, διαφέρον δὲ τῇ σχέσει,2 ὥσπερ καὶ κατάφασις καὶ ἀπόφασις καὶ πρότασις καὶ πρόβλημα καὶ συμπέρασμα. ὅταν μὲν γὰρ ὡς μέρος προτάσεως ὁ ὁρισμὸς λαμβάνηται, ὑπόθεσίς ἐστι καὶ οὐχ ὁρισμός, ὥσπερ ὅταν, εἰ τύχοι, τὸν τοῦ κύκλου ὁρισμὸν ἐν προτάσει παραλαμβάνωμεν, ἐν θεωρήματι λέγοντες ‘αἱ δὲ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν’ ἢ ‘ὅταν δὲ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας δυσὶν ὀρθαῖς ἴσας ποιῇ’ καὶ τὰ ἑξῆς· ὅταν δὲ μὴ ἀντὶ προτάσεως παραλαμβάνηται ἀλλ’ ὡς αὐτὸ τοῦτο τὴν φύσιν τοῦ πράγματος ἀπαγγέλλων, τότε ὁρισμός ἐστιν, οὐχ ὑπόθεσις. οὐκέτι μέντοι ἡ ὑπόθεσις πάντως καὶ ὁρισμός ἐστιν· οἷον ὅτι τὰ ἐναντία ἐξ ἀλλήλων, ὑπόθεσις μέν, οὐκέτι δὲ καὶ ὁρισμός, καὶ τὸ τὴν σελήνην ἐκ τοῦ ἡλίου φωτίζεσθαι ὑπόθεσις, οὐχ ὁρισμός ἐστιν, εἰ δοκοῦντα τῷ προσδιαλεγομένῳ λαμβάνονται. ὅσαι μὲν οὖν τῶν ὑποθέσεων δοκοῦσι τῷ μανθάνοντι ἢ τῷ προσδιαλεγομένῳ, ἰδικώτερον ὑποθέσεις καλοῦνται, ὡς εἴρηται, ὁμωνύμως τῷ γένει. ὅσαι δὲ μὴ δοκοῦσι τῷ προσδιαλεγομένῳ, ἀληθεῖς δέ εἰσι καὶ ὀλίγης δεόμεναι παραμυθίας, καλοῦνται κυρίως αἰτήματα·3 οἷον τὸ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον γράφεσθαι καὶ τὸ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν καὶ τὰ τούτοις ὅμοια. εἰ δὲ μὴ δοκοῦσαι, εἰ μὲν ψευδεῖς εἶεν ἐναντίαι δὲ τῇ τοῦ προσδιαλεγομένου δόξῃ, ἢ καὶ ἀληθεῖς μὲν πλείονος δὲ ἀποδείξεως δεόμεναι, καλοῦνται πρὸς τὸν μανθάνοντα αἰτήματα. οἷον ψευδεῖς μέν, ὡς εἰ αἰτοίη τις τῶν περὶ Δημόκριτον συγχωρηθῆναι αὐτῷ ὅτι ἀρχαὶ τῶν πραγμάτων εἰσὶ τὰ ἄτομα, ἢ τῶν περὶ Ἀναξαγόραν τις ὅτι αἱ ὁμοιομέρειαι· ἀληθεῖς δὲ καὶ πλείονος δεόμεναι παραμυθίας, ὥσπερ ἡ λέγουσα τὰς ἀπ’ ἐλαττόνων ἢ δύο ὀρθῶν ἐκβαλλομένας συμπίπτειν· τοῦτο γὰρ λαμβάνει μὲν ὡς αἴτημα ὁ γεωμέτρης ἀναποδείκτως, βιβλίον μέντοι ὁλόκληρον ὅ τε Πτολεμαῖος καὶ ὁ Πρόκλος εἰς τοῦτο κατεβάλοντο. πολλάκις δὲ καὶ ἐναντία ἐστὶ τὰ αἰτήματα τῇ τοῦ προσδιαλεγομένου δόξῃ, συγχωρεῖ μέντοι ὁ προσδιαλεγόμενος, ἵνα συμπερανθῇ τι· οἷον εἴ τις δοξάζων μὴ εἶναι κενὸν συγχωρήσειε τὸ εἶναι κενόν, ἵνα εἰδείη εἰς τί τῷ αἰτοῦντι χρησιμεύει τὰ τῆς ὑποθέσεως. πολλάκις δὲ καὶ οὐδέτερον αὐτῷ δοκεῖ τῶν ἀντικειμένων, οἷον τὸ τοὺς ἀστέρας ἀρτίους εἶναι ἢ περιττούς, πάλιν δ’ αὖ συγχωρεῖ τῷ συλλογιζομένῳ ὃ βούλεται λαβεῖν, ἵνα τὸ συναγόμενον ἴδῃ.
另一方面,凡是在对话者看来如此、且属真实,但需要证明和进一步详加探究者,这些相对于学习者而言固然是假定,但并非严格意义上的假定;例如诸定义又是如此。因为在这些之中,凡在学习者看来如此的同时、从自身具有可信性者,如我们已说过的,被称为严格意义上的假定;但凡非从自身具有可信性、而是需要证明者(例如点的定义、线的定义或面的定义[是假定],乃至太阳大于地球、或者地球居于中心或具有中心的比例、或者任何在对话者看来如此而被接受的事项),由于这些需要证明、却无证明地被接受,这些便被称为相对于学习者而言的假定。而且显然,定义也是假定,这乃是说它们在基底上是同一的,而在关系上有所不同,正如肯定与否定、前提与论题以及结论那样。因为每当定义被当作前提的一部分来接受时,它就是假定而非定义,正如偶然我们在前提中采用圆的定义时,在定理中说道‘从中心落到圆周上的直线彼此相等’,或者‘当一条直线立于另一条直线上、使邻角等于两直角时’,等等;但每当它并非代替前提被采用、而是作为报告这一点即事物本性者时,那时它就是定义,而非假定。然而,假定却绝非总是也是定义;例如,相反者从相反者中生成是假定,但已不再是定义;月球被太阳照亮是假定而非定义,如果它们是在对话者看来如此而被接受的话。因此,在假定中,凡在学习者或对话者看来如此者,如前所述,在更特殊的意义上与属同名地被称为假定。而凡在对话者看来并非如此、但属真实且仅需微小劝导者,被称为严格意义上的要请;例如以任意中心和间距画圆,以及从任意点到任意点作一直线,和类似这些的事项。但如果不显得如此,若它们是虚假且与对话者的意见相反,或者虽属真实但需要更多证明,则被称为相对于学习者而言的要请。例如虚假者,若德谟克利特派的某人请求向其承认万物的本原是原子,或阿那克萨哥拉派的某人请求承认本原是同质同形体;而真实且需要更多劝导者,正如那条陈述说从小于两直角处引出的直线必相交者;因为几何学家无证明地将此作为要请而接受,然而托勒密与普罗克洛却都为此写下了一整部著作。而且要请也常常与对话者的意见相反,然而对话者予以承认,以便得出某种结论;例如若有人认为不存在虚空,却承认存在虚空,以便知道假定的事项对提出请求者究竟有何用处。又常常,对立的两种情况在他看来都不确定如此,例如星体数目是偶数还是奇数,然而他又向进行推理者承认其意图接受的命题,以便看到所推导出的结论。
- 1.188ὅσοι δὲ οὐκ οἴκοθεν ἔχουσι τὰς πίστεις ... οὗτοι ὡς πρὸς τὸν μανθάνοντα καλοῦνται ὑποθέσεις.
长难的破格句(破格语法)。由关系代词 ὅσοι 引导的从句主语(定义)之后,不仅列举了定义的实例(οἷον ὁ τοῦ σημείου...),还顺接了中性带冠词不定式短语(τὸ τὸν ἥλιον μείζονα εἶναι...)及关系从句(ὅ τι... λαμβάνεται);在插入原因从句(ἐπειδὴ ἀποδείξεως ταῦτα δέεται, λαμβάνεται δὲ ἀναποδείκτως)之后,主句由阳性复数指示代词 οὗτοι 重新承接主语。
- 1.188ὡς εἶναι τῷ ὑποκειμένῳ τὸ αὐτό, διαφέρον δὲ τῇ σχέσει
短语 ὡς + 不定式(εἶναι)表示限制或方式(“在作为……的意义上/作为……”)。中性对格表语 τὸ αὐτό 与分词 διαφέρον 构成并列。与格 τῷ ὑποκειμένῳ(“在基底上”)与随后的 τῇ σχέσει(“在关系上”)均为表示关涉的与格,两者形成对照。
- 1.188εἰ δὲ μὴ δοκοῦσαι, εἰ μὲν ψευδεῖς εἶεν ἐναντίαι δὲ τῇ τοῦ προσδιαλεγομένου δόξῃ, ἢ καὶ ἀληθεῖς μὲν πλείονος δὲ ἀποδείξεως δεόμεναι, καλοῦνται πρὸς τὸν μανθάνοντα αἰτήματα.
嵌套条件句结构。开头的 εἰ δὲ μὴ δοκοῦσαι 是省略了动词 εἶεν 或 εἰσί 的铺垫性条件子句(“如果不显得如此的话”);其内部进一步由 εἰ μὲν ψευδεῖς εἶεν... ἢ καὶ ἀληθεῖς μὲν...(祈愿语气从句与分词短语并列)细分情形,最终引向现在时直陈式的主句归结节 καλοῦνται...。
