- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:127.7-128.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《后分析篇》76b23中对公理与假定、要请的区分,菲洛波诺斯提出了直接前提的完整划分(公理、立论、定义、假定、要请),并阐明了严格意义上的假定与显明定义的特征。
" Οὐκ ἔστι δ’ ὑπόθεσις οὐδ’ αἴτημα ὃ ἀνάγκη εἶναι δι’ αὐτὸ καὶ δοκεῖν ἀνάγκη καὶ τὰ ἑξῆς." Εἰπὼν τρία εἶναι τὰ ἐξ ὧν πᾶσα ἀπόδειξις, καὶ ὅτι ταῦτα προλαμβάνουσιν αἱ ἐπιστῆμαι, πάντα μὲν κατὰ τὸ τί σημαίνει, τινὰ δὲ κατὰ τὸ ὅτι ἔστι, καὶ ὅτι συμβαίνει ἐπί τινων ἐπιστημῶν ἐνίοτέ τινα τούτων μὴ λαμβάνεσθαι διὰ τὸ δῆλα εἶναι ἐκ τῆς ἐναργείας, ὥσπερ ἀμέλει οὐδὲ τῶν ἀξιωμάτων προλαμβάνουσιν οἱ κατὰ μέρος ἐπιστήμονες τὰς σημασίας διὰ τὸ σαφῆ εἶναι ἐκ τῆς ἐναργείας, οἷον τί σημαίνει τὸ ‘ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ’ καὶ τὸ τὴν ἀντίφασιν μὴ συναληθεύειν, ἐπειδὴ ὅλως ἐμνήσθη τοῦ ἀξιώματος, βούλεται τήν τε ἰδιότητα αὐτοῦ παραδοῦναι1 ἡμῖν καὶ διακρῖναι αὐτὸ ἀπό τε τῶν καλουμένων ὑποθέσεων καὶ αἰτημάτων καὶ ἔτι ταῦτα ἐξ ἀλλήλων τε καὶ τῶν ὁρισμῶν. ἤδη μὲν οὖν καὶ ἐν ἀρχαῖς παραδέδοται ἡ τούτων διάκρισις· ἐπειδὴ δὲ καὶ νῦν τούτων μέμνηται, εὔλογον τὴν πᾶσαν ἡμᾶς τῶν προκειμένων διάνοιαν ἀνακεφαλαιωσαμένους ἄνωθεν τὴν πᾶσαν ἐντελῶς ἐκθέσθαι διαίρεσιν ἔχουσαν οὕτως. τῶν ἀμέσων προτάσεων αἱ μὲν αὐτόπιστοί εἰσι καὶ πᾶσιν ἀνθρώποις κοινῶς συμπεφυκυῖαι, αἱ δὲ οὐ πᾶσιν. αἱ μὲν οὖν κοινῶς συμπεφυκυῖαι πᾶσι διὰ τὸ οἴκοθεν ἔχειν τὸ πιστὸν καλοῦνται ἀξιώματα καὶ κοιναὶ ἔννοιαι· αἱ δὲ μὴ πᾶσι συμπεφυκυῖαι ἀλλά τισὶ καλοῦνται θέσεις. καὶ τῶν θέσεων αἱ μὲν τί ἐστιν ἕκαστόν φασιν, αἳ καλοῦνται ὁρισμοί, αἱ δὲ ἄλλο ἄλλου κατηγοροῦσιν, αἳ καλοῦνται κοινῷ ὀνόματι ὑποθέσεις. καὶ τῶν ὑποθέσεων αἱ μὲν ἀληθεῖς τε οὖσαι καὶ δοκοῦσαι λαμβάνονται τῷ μανθάνοντι παρὰ τοῦ ἐπιστήμονος, αἱ δὲ μὴ δοκοῦσαι. αἱ μὲν οὖν δοκοῦσαι τοῖς μανθάνουσι λαμβανόμεναι καλοῦνται ἰδίῳ ὀνόματι ὁμωνύμως τῷ γένει ὑποθέσεις, αἱ δὲ μὴ δοκοῦσαι αἰτήματα. καὶ τῶν ὑποθέσεων ὅσαι μὲν μετὰ τοῦ δοκεῖν τῷ προσδιαλεγομένῳ καὶ ἀληθεῖς εἶναι οὐ πολλῆς δέονται ἐπιστάσεως εἰς τὸ τὴν ἐν αὐτοῖς θεωρηθῆναι ἀλήθειαν, καλοῦνται κυρίως ὑποθέσεις· οἷον εἰ θέλων τις κατασκευάσαι, ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐρωτήσει τὸν προσδιαλεγόμενον, εἰ δοκεῖ αὐτῷ ἡ ψυχὴ αὐτοκίνητος εἶναι, ἢ εἰ τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται. εἰ μὲν οὖν συγκατάθηται τῇ ἐρωτήσει, φήσει οὕτως ἔχειν· εἰ γὰρ καὶ χρῄζει ταῦτα ἐπιστάσεώς τινος, ἀλλ’ οὖν ἀληθῆ τέ εἰσι καὶ τῷ ὀλίγον ἐπισκέψαντι εὐθὺς δῆλα οὕτως ἔχοντα γίνεται. ταῦτα οὖν καλεῖται κυρίως ὑποθέσεις. τοῦ τοιούτου δ’ εἰσὶν εἴδους καὶ τῶν ὁρισμῶν ὅσοι φανερὰν ἔχουσι τὴν ἐν αὐτοῖς ἀλήθειαν· οἷον τρίγωνόν ἐστι σχῆμα ἐκ τριῶν εὐθειῶν περιεχόμενον, κύκλος δὲ ἐστι σχῆμα ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ κύκλου πᾶσαι αἱ [πρὸς τὴν περιφέρειαν] προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν· ἐναργὲς γὰρ τὸ ὑπὸ μιᾶς γραμμῆς περιέχεσθαι τὸν κύκλον καὶ τὸ τὰς ἐκ τοῦ κέντρου ἴσας εἶναι τῷ μόνον κατανοήσαντι,2 ὅτι τὸ ἐκ τοῦ κέντρου, καθ’ ὃ ἕστηκε τὸ ἕτερον σκέλος τοῦ διαβήτου, ἐπὶ τὸ λοιπὸν σκέλος διάστημα μία ἐστὶν εὐθεῖα, ἥτις πανταχόθεν περιαγομένη γεννᾷ τὸν κύκλον· καὶ ἐπὶ τῶν παραπλησίων ὡσαύτως ὀλίγης δεῖται ἐπιστασίας.
“因其自身而必然存在、且必然被如此认为者,既非假定亦非要请,等等。” 在说明了一切论证所由构成的要素有三、各门科学预先假定这些要素(对所有要素就其意味着什么而言,对某些要素就其存在而言)、以及在某些科学中有时由于自明而并不假定其中某些要素(正如具体领域的科学家们绝不预先假定公理的含义,因为它们凭自明性已然清晰,例如‘若从相等者中减去相等者’意味着什么,以及矛盾命题不同时为真)之后,既然他总体上提到了公理,他便意图向我们阐明公理的特有属性,并将其与所谓的假定和要请区分开来,进而将这两者彼此区分,也与定义区分开来。固然,在开头部分关于这些的区分已经交代过;但既然他现在再次提及它们,我们合理地应当在总结所讨论的全部义理之后,从头完整地陈述其全部划分,具体如下。在直接前提中,有些是自身可信且共同天然植根于所有人之中的,另一些则并非植根于所有人。那些共同天然植根于所有人之中的,因从自身具有可信性而被称为公理和共通概念;而并非植根于所有人、仅植根于某些人的,被称为立论。在立论中,有些说明各自是什么,被称为定义;另一些则将一事物述谓另一事物,以共通的名称被称为假定。在假定中,有些既属真实且对学习者而言似乎如此,而被其从科学家那里接受,另一些则并不似乎如此。那些在对学习者显得如此的情况下被接受的,以其专名并与属同名地被称为假定;而并不显得如此的,则被称为要请。而在假定之中,凡在对对话者显得如此且真实的同时、无需过多专注即可洞察其中真理的,被称为严格意义上的假定;例如若有人意图确证灵魂不朽,便询问对话者灵魂在他看来是否是自运的,或者相反者是否从彼此中生成。如果他同意这一发问,他便会说实情正是如此;因为即使这些需要某种专注,但它们毕竟是真实的,并且对于稍加审视者而言,实情如此立刻就变得显然。因此这些被称为严格意义上的假定。属于这种类型的,还有那些在自身中具有显明真理的定义;例如,三角形是由三条直线包围的图形,而圆是由单一线所包围的图形,向着它从圆内某一点落到[圆周]上的所有直线彼此相等。因为圆被单一线包围以及从中心出发的诸线相等,对于仅仅理解了从圆规一脚所立的中心到另一脚的间距是一条单一的直线、此线向四周回转便生成了圆的人来说,是显然的;而在类似的情形中也是同样,只需极少的专注。
- 1.188Εἰπὼν τρία εἶναι τὰ ἐξ ὧν πᾶσα ἀπόδειξις ... βούλεται τήν τε ἰδιότητα αὐτοῦ παραδοῦναι
从句首分词 Εἰπὼν 开始的冗长分词短语总结了上一节的内容,经由插入性的 ὥσπερ 状语从句,连接到原因从句 ἐπειδὴ ὅλως ἐμνήσθη τοῦ ἀξιώματος。主句的核心结构是 βούλεται τήν τε ἰδιότητα αὐτοῦ παραδοῦναι ἡμῖν καὶ διακρῖναι...
- 1.188τῷ μόνον κατανοήσαντι
与格分词 τῷ κατανοήσαντι 是依存于谓语形容词 ἐναργές 的“判断者与格”(dativus iudicantis),构成“对于仅仅理解了……的人而言是显然的”这一句式关系。
