← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§124.27-127.6

论证三要素的作用与被省略的前提

菲洛波诺斯讨论了亚里士多德关于论证性科学的三要素(主题类、被证明的属性和作为前提的公理:76b10–21),阐明了各要素的作用、因自明性而省略定义或设定的情形,以及对亚历山大诠释的辨析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.180

" Ὅτι δ’ ἔστι, δεικνύουσι διά τε τῶν κοινῶν καὶ ἐκ τῶν ἀποδεδειγμένων. καὶ ἀστρολογία δὲ ὡσαύτως." Τὰ καθ’ αὑτό, φησίν, ὑπάρχοντα πᾶσι τοῖς εἰρημένοις δεικνύουσιν αἱ ἐπιστῆμαι ἔκ τινων κοινῶν ἀξιωμάτων καὶ ἐκ τῶν ἤδη προαποδεδειγμένων θεωρημάτων. οὐ γὰρ πάντα διὰ τῶν ἀξιωμάτων δείκνυται προσεχῶς· τὸ γὰρ τρίτον διὰ τοῦ δευτέρου δείκνυται, κἀκεῖνο διὰ τοῦ πρώτου. ἀστρολογίαν δὲ τὴν ἀστρονομίαν φησίν· καὶ ἐπὶ ταύτης γὰρ τὰ μὲν κατὰ μόνον τὸ τί σημαίνει λαμβάνεται, τὰ δὲ καὶ ὅτι ἔστι ζητοῦνται.

“而它们的存在,它们既通过共通的事物也从已被证明的事物中显示出来。占星术也是同样。” 他说,科学从某些共通公理以及从先前已被证明的定理中,证明自体属于所有上述事物的属性。因为并非所有事物都是直接通过公理被证明的;因为第三个是通过第二个被证明的,而那一个又是通过第一个[被证明的]。他所说的“占星术”指的是天文学;因为在此学问中,有些事物也仅就其意味着什么而被假定,而另一些事物则连是否存在也被探究。

§1.181

"Πᾶσα γὰρ ἀποδεικτικὴ ἐπιστήμη περὶ τρία ἐστίν." Ἰδοὺ ἐντεῦθεν λαβόντες τὴν ἀρχὴν τὴν διαίρεσιν τῶν ἐν οἷς ἐστι πᾶσα ἀπόδειξις ἐποιησάμεθα.

“因为每门论证性科学都关乎三件事物。” 看,我们正是以此为出发点,对一切论证所由构成的事物做出了划分。

§1.182

"Ὅσα τε εἶναι τίθεται· ταῦτα δέ ἐστι τὸ γένος." Τουτέστι τὰ δεδομένα. γένος δὲ δῆλον ὅτι τὸ ὑποκείμενόν φησιν ἑκάστῃ ἐπιστήμῃ, ἐξ οὗ πᾶς ὅρος δεδομένος λαμβάνεται, ὡς εἴπομεν καὶ ἐν τοῖς ἔμπροσθεν. δεύτερον δέ φησι τὰ ἀξιώματα ἐξ ὧν πᾶσα ἀπόδειξις.

“凡被设定为存在的事物;而这些就是类。” 这就是说,给定的事物。显然,正如我们在前文中所说,他所说的“类”是指每门科学中的基底,每个给定的定义都是从中得出的。其次他指的是一切论证所由出发的诸公理。

§1.183

"Καὶ τρίτον τὰ πάθη." Τουτέστι τὰ ζητούμενα, ἃ καθ’ αὑτὸ συμβέβηκε τοῖς ὑποκειμένοις, ἃ 〈κατὰ〉 μόνον τὸ τί ἕκαστον σημαίνει λαμβάνεται.

“第三则是属性。” 也就是说,被探究的事物,它们自体附随于诸基底,且仅在各自意味着什么的层面上被假定。

§1.184

"Ἐνίας μέντοι ἐπιστήμας οὐδὲν κωλύει ἔνια τούτων παρορᾶν." Ἐπειδὴ εἶπεν ὅτι τριῶν ὄντων τῶν ἐξ ὧν πᾶσα ἀπόδειξις ἐπὶ πάντων μὲν τὸ τί σημαίνει ἕκαστον προλαμβάνεται ὑπὸ τῶν ἐπιστημῶν, ἐπὶ τινῶν δὲ καὶ τὸ ὅτι ἔστι, οὐ πάντως δὲ οὔτε τὰ ἀξιώματα προλαμβάνουσιν αἱ ἐπιστῆμαι οὔτε τὸ ὑποκείμενον γένος ὑποτίθενται ὡς ὄν, διὰ τοῦτό φησιν ἐφ’ ὧν τῶν εἰρημένων τριῶν,1 εἰ σαφές τι εἴη ἐκ τῆς ἐναργείας, οὐκ ἀναγκαῖον ὑπὸ τῶν ἐπιστημῶν προλαμβάνεσθαι. οὐ γὰρ ὁρίζεται ὁ φυσικὸς τί σημαίνει τὸ θερμὸν ἢ τί τὸ ψυχρόν· ὁμοίως δ’ οὐδ’ ὁ γεωμέτρης τί ἐστι τὸ μέγεθος ὁρίζεται διὰ τὸ ταῦτα ἐναργέστερα εἶναι ἐξ αὐτῆς τῆς αἰσθήσεως.

“然而,没有任何东西阻止某些科学略过这些之中的某些事物。” 由于他说过,在构成一切论证的三件事物中,在所有事物上,各自意味着什么都被各门科学预先假定,但在某些事物上,它们的存在也被[预先假定],然而各门科学既非在所有情况下都预先假定公理,也非都将基底类设定为存在,因此他说,在上述三者之中,若有什么凭借自明显然可见,科学就并非必须将其预先假定。因为自然哲学家并不定义热意味着什么或冷是什么;同样,几何学家也不定义量度是什么,因为这些事物单凭感觉本身就是更显然的。

§1.185

"Οὐ γὰρ ὁμοίως δῆλον ὅτι ἀριθμός ἐστι καὶ ὅτι ψυχρὸν καὶ θερμόν." Ὁ μὲν φιλόσοφος οὕτως ἔλεγεν. τὸν δὲ Ἀλέξανδρον μᾶλλον μὲν εἶναι δῆλον λέγειν2 τὸν ἀριθμόν, ἧττον δὲ τὸ ψυχρὸν καὶ θερμόν. οὐ μὴν τὴν ἀλήθειαν οὕτως ἔχειν· σαφέστερον γὰρ τὸ ψυχρὸν καὶ θερμὸν ἢ ἄλλο τι τῶν φυσικῶν ἤπερ ὁ ἀριθμός. διὸ ὁ μὲν φυσικὸς οὐχ ὁρίζεται τί τὸ ψυχρὸν ἢ τί τὸ θερμόν, διὰ τὸ δῆλα εἶναι ταῦτα ἐκ τῆς ἐναργείας· ὁ μέντοι ἀριθμητικὸς ὁρίζεται τί ἐστιν ἀριθμὸς καὶ τί μονάς, ὅτι ἀριθμὸς μέν ἐστι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, μονὰς δὲ καθ’ ἕκαστον τῶν ὄντων ἓν λέγεται.

“因为数的存在与冷热的存在并非同样明白。” 哲学家是这样说的。但据称亚历山大主张数更为明白,而冷热则较不明白。然而实情并非如此;因为冷和热,或任何其他自然事物,都比数更为明白。因此自然哲学家并不定义冷是什么或热是什么,因为这些凭自明显然可见;然而算术家却定义数是什么以及单子是什么,即数是由单子组成的多数,而单子是就存在的每一事物而言被称为一的。

§1.186

"Καὶ τὰ πάθη μὴ λαμβάνειν τί σημαίνει, ἂν ᾖ δῆλα, ὥσπερ οὐδὲ τὰ κοινὰ οὐ λαμβάνει τί σημαίνει τὸ ἴσα ἀπὸ ἴσων ἀφελεῖν, ὅτι γνώριμον." Ὅτι οὐδὲ τὰ καθ’ αὑτὸ συμβεβηκότα πάθη, ἐὰν ᾖ δῆλα, ὁρίζεται ὁ ἐπιστήμων, οὐδὲ μὴν τὰ ἀξιώματα. οὔτε γὰρ τί σημαίνει τὸ ‘τὰ ἐφαρμόζοντα ἐπ’ ἄλληλα ἴσα ἀλλήλοις ἐστί’ λέγει, οὔτε μὴν τί ἐστι τὸ ‘ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενά ἐστιν ἴσα.’ καὶ ἐπί τινων παθῶν ὁμοίως· οὐχ ὁρίζεται γὰρ ὁ γεωμέτρης, οἷον τί ἐστι τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν, ἢ τίνες εἰσὶν αἱ ἐφεξῆς γωνίαι. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

“并且如果属性是明白的,也不假定其意味着什么,正如对于共通事物也不假定从相等者中减去相等者意味着什么,因为这是熟知的。” 也就是说,自体附随的属性如果是明白的,科学家既不定义它们,也同样不定义公理。因为他既不说“彼此重合者互相相等”意味着什么,也不说“若从相等者中减去相等者,剩余者相等”是什么。在某些属性上也是同样;因为几何学家并不定义例如具有等于两直角的三个角是什么,或者邻角是什么。在其余事情上也是同样。

§1.187

"Ἀλλ’ οὐδὲν ἧττον τῇ γε φύσει τρία ταῦτά ἐστι, περὶ ὅ τε δείκνυσι καὶ ἃ δείκνυσι καὶ ἐξ ὧν." Κἄν τε, φησί, ταῦτα πάντα προλαμβάνηται ὑπὸ τῶν ἐπιστημῶν, κἄν τέ τινα παρορᾶται διὰ τὸ ἐναργές, οὐδὲν ἧττον ἐπὶ πάσης ἐπιστήμης τρία ἐστὶν ἐξ ὧν συνέστηκε πᾶσα ἀπόδειξις, τό τε γένος περὶ ὃ τὰ καθ’ αὑτὸ ὑπάρχοντα ἀποδείκνυσιν ἡ ἐπιστήμη, ὅπερ καὶ δεδομένον ἐστί, καὶ αὐτὰ τὰ καθ’ αὑτὸ ὑπάρχοντα αὐτῷ πάθη, ὅπερ ἐστὶ ζητούμενον, καὶ τρίτον τὰ ἀξιώματα ἐξ ὧν ὑπάρχοντα δείκνυνται τὰ πάθη τοῖς ὑποκειμένοις.

“然而在自然上,这三者绝不少存:它关于其做出证明的对象,它所证明的事物,以及它据以证明的事物。” 他说,无论这一切是被各门科学预先假定,还是某些因其自明性而被略过,在每门科学中,构成一切论证的三件事物丝毫不少地存在着:科学就其证明自体所属的属性的类(这也是给定的事物),自体属于它的属性本身(这就是被探究的事物),以及第三,据以证明诸属性属于基底的公理。

语法注2 条
  1. 1.184ἐφ’ ὧν τῶν εἰρημένων τριῶν

    介词 ἐπί 与关系代词 ὧν(内含先行词并与 τῶν εἰρημένων τριῶν 构成同位/部分修饰)连用,与随后的条件从句 εἰ σαφές τι εἴη ἐκ τῆς ἐναργείας 呼应,意为“在上述三者之中,若有什么凭借自明显然可见的话,在这些情形中”。主句谓语 οὐκ ἀναγκαῖον 省略了不定式系词 εἶναι。

  2. 1.185τὸν δὲ Ἀλέξανδρον μᾶλλον μὲν εἶναι δῆλον λέγειν

    与前句 Ὁ μὲν φιλόσοφος οὕτως ἔλεγεν 相对比,此句构成转述亚历山大见解的宾格加不定式结构:τὸν Ἀλέξανδρον 是 λέγειν 的逻辑主语,而 λέγειν 进一步支配另一个宾格不定式从属小句(主语 τὸν ἀριθμόν,表语 μᾶλλον εἶναι δῆλον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:124.27-127.6