- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:122.25-124.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯遵循亚里士多德的论述阐明,公理在论证性科学中所谓“共通”仅仅是按类比(同名异义性)而言的,各门科学只是将其严格运用于自身特有的对象(量度或数目)。他还阐明了科学预先假定其定义与存在的特有基底,与仅假定其定义而需证明其存在的自体属性(如不可通约、折断、倾斜等)之间的区别。
" Ἔστι δ’ ὧν χρῶνται ἐν ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις." Ὅπερ πρὸ ὀλίγου ἀδιαρθρώτως εἶπε, τοῦτο νῦν διαρθροῖ καὶ ἀκριβέστερον παραδίδωσι. πρότερον μὲν γὰρ ἔλεγεν ὅτι δυνατὸν τοῖς αὐτοῖς ἀξιώμασι χρῆσθαι ἐπὶ διαφόρων ἐπιστημῶν, οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· χρήσαιτο γὰρ ἂν τούτῳ καὶ ὁ γεωμέτρης καὶ ὁ ἀριθμητικός. νῦν δέ φησι μηδὲ ἀξιώμασι τοῖς αὐτοῖς χρῆσθαι τὰς διαφόρους ἐπιστήμας εἰ μὴ κατὰ τὸν τῶν ὁμωνύμων τρόπον. ὅταν μὲν γὰρ ὁ γεωμέτρης, φησί, λέγῃ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ὡς ἐπὶ μεγεθῶν προχειρίζεται τὸ ἀξίωμα· ἀμέλει γοῦν, καὶ εἰ ἐπὶ μόνων μεγεθῶν ἀληθὴς ἦν ὁ λόγος, οὐδὲν ἧττον ἐχρήσατο ἂν αὐτῷ ὁ γεωμέτρης οὕτως·1 οὐ γὰρ ὡς ἐπὶ πλειόνων ἐπιστημῶν ἀληθεύοντος τοῦ λόγου προχειρίζεται τὸ ἀξίωμα ἀλλ’ ὡς ἐπὶ μόνων μεγεθῶν. ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν ἀξιωμάτων πάντων· ὁμοίως γὰρ καὶ ὁ ἀριθμητικὸς τῷ αὐτῷ κεχρημένος ἀξιώματι ὡς ἐπὶ μόνων τῶν αὐτῷ ὑποβεβλημένων χρῆται. ὥστε ὁμώνυμα τὰ ἀξιώματα, οὐ μὴν τὰ αὐτά.
“并且有他们在论证性科学中所使用的东西。” 他在不久前未加明确区分而陈述的事情,现在则加以明确区分并更精确地讲授。因为此前他说过,在不同的科学中可以使用相同的公理,例如与同一事物相等的事物彼此也相等;因为几何学家和算术家都会使用这一条。但现在他说,不同的科学甚至不使用相同的公理,除非是按照同名异义的方式。因为他说,当几何学家说“与同一事物相等的事物彼此也相等”时,他是将这条公理作为关于量度的公理来运用的;确实,即使该命题仅关于量度为真,几何学家也完全会同样这样使用它;因为他并不是因为该命题对多种科学都为真而运用公理,而是仅仅作为对量度而言[为真]。在所有其余公理上也是如此;因为算术家同样在使用同一公理时,也仅作为对从属于他的对象而言来使用它。因此,公理是同名异义的,绝非相同。
"Τὰ μὲν ἴδια ἑκάστης ἐπιστήμης τὰ δὲ κοινά." Εἴπομεν πρότερον ὅτι τῶν ἀξιωμάτων, οἷς κεχρήμεθα εἰς τὰς ἀποδείξεις, τὰ μέν ἐστι κοινὰ ἢ πασῶν ἢ πλειόνων τὰ δὲ ἴδια ἑκάστης ἐπιστήμης· ἴδια μέν, οἷον γεωμετρίας ὅτι τὰ ἐφαρμόζοντα ἐπ’ ἄλληλα ἴσα ἀλλήλοις ἐστί, πλειόνων δὲ κοινά, 〈οἷον〉 ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα.
“一些是各门科学所特有的,另一些是共通的。” 我们此前说过,在我们用于论证的公理中,一些是所有或多数科学所共通的,另一些则是各门科学所特有的:特有的,例如几何学中互相重合的事物彼此相等;多数科学共通的,〈例如〉与同一事物相等的事物彼此也相等。
"Κοινὰ δὲ κατ’ ἀναλογίαν." Κοινὰ δέ, φησί, λέγω οὐ κυρίως ἀλλὰ κατὰ ἀναλογίαν, ὅτι ὥσπερ ἐπὶ μεγεθῶν ἀληθὴς ὁ λόγος, οὕτω καὶ ἐπὶ ἀριθμῶν· ὥστε οὐ κατὰ τὸ ὑποκείμενον ἡ κοινότης ἀλλὰ κατὰ μόνον τὸ ὄνομα, ὥσπερ ἀμέλει καὶ πόδας κλίνης λέγομεν ἢ ὄρους κεφαλήν, ὁμοίως δὲ καὶ ζῴου. ἐξ ἀναλογίας οὖν λαμβάνομεν τὴν ὁμωνυμίαν· τὸ μέντοι ὑποκείμενον ὁμολογουμένως ἕτερόν ἐστιν.
“共通则是按类比而言的。” 他说,我所说的“共通”并非本义上的,而是按类比而言的,因为正如该命题对量度为真,对数目也是如此;所以共通性并不在于基底,而仅仅在于名称,正如我们确实说到床脚或山头,同样也说到动物的[脚或头]一样。因此我们从类比中得出同名异义性;然而基底无可否认是不同的。
"Ἴδια μὲν οἷον γραμμὴν εἶναι τοιανδὶ καὶ τὸ εὐθύ." Ὅτι γραμμή, εἰ τύχοι, ἐστὶ ῥύσις σημείου ἢ μέγεθος ὑφ’ ἓν διαστατόν, εὐθεῖα δὲ γραμμή ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται, ἢ ἧς τὰ τοιάδε μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ· ταῦτα γὰρ ἴδια γεωμετρίας ἐστίν.
“特有的,例如线是这样的一种东西,以及直线。” 线,比方说,是点的流动,或者是在一个维度上延展的量度,而直线则是与其自身上的点均等放置的线,或者是其中间的如此部分能遮挡两端的线;因为这些是几何学特有的。
"Ἔστι δ’ ἴδια μὲν καὶ ἃ λαμβάνεται εἶναι, περὶ ἃ ἡ ἐπιστήμη θεωρεῖ τὰ ὑπάρχοντα καθ’ αὑτά." Εἰπὼν τίνα κοινὰ ἀξιώματα καὶ τίνα ἴδια, λέγει νῦν καὶ ποῖα τῶν δεδομένων καθ’ ἑκάστην ἐπιστήμην ἴδια. ταῦτ’ οὖν, φησίν, ἐστὶ δεδομένα ἴδια ἑκάστῃ ἐπιστήμῃ, ἅπερ ἀεὶ μὲν ὡς ὄντα λαμβάνει, ζητεῖ δὲ τίνα τούτοις καθ’ αὑτὸ συμβέβηκεν. οἷον μονάδας μὲν ἡ ἀριθμητική, ἡ δὲ γεωμετρία σημεῖα καὶ γραμμάς· τὰ δὲ καθ’ αὑτὸ τούτοις συμβεβηκότα ζητοῦσι.
“特有的也包括那些被假定为存在的东西,科学关于它们来考察自体具有的属性。” 在讲明了哪些是共通公理、哪些是特有公理之后,他现在也讲明在每门科学的给定事物中哪些是特有的。因此他说,这些就是各门科学所特有的给定事物,科学总是将它们作为存在之物来假定,并探究哪些东西自体附随于它们。例如算术假定一,而几何学假定点和线;并且它们探究自体附随于这些事物的属性。
"Ταῦτα γὰρ λαμβάνουσι τὸ εἶναι καὶ τοδὶ εἶναι.2" Τουτέστι καὶ ὅτι ἔστι καὶ τί σημαίνει τούτων ἕκαστον. τὰ δὲ καθ’ αὑτὸ τούτοις συμβεβηκότα πάθη κατὰ μόνον τὸ τί σημαίνει τῶν παθῶν ἕκαστον λαμβάνεται ὑπὸ τῶν ἐπιστημῶν, ζητεῖται δὲ εἴτε ἔστιν εἴτε μή.
“因为对于这些,假定其存在以及是如此这般的东西。” 也就是说,既假定其存在,也假定它们各自所表达的意义。但是对于自体附随于这些事物的属性,各门科学仅在各属性表达什么意义的层面上予以假定,而探究其是否存在。
"Ἡ δὲ γεωμετρία τί τὸ ἄλογον ἢ τί τὸ κεκλάσθαι ἢ νεύειν." Δῆλον ὅτι περὶ ἀλόγων μεγεθῶν· διαλαμβάνει γὰρ περὶ τούτων ἡ γεωμετρία, τί μὲν σημαίνει τὸ ἄλογον μέγεθος λαμβάνουσα, ὅτι τὸ ἀσύμμετρον καὶ μὴ κοινὸν ἔχον μέτρον πρὸς ἕτερον, ὡς ἐπὶ τῆς διαμέτρου τοῦ τετραγώνου καὶ τῆς πλευρᾶς· εἴτε μέντοι ἄλογος ἡ διάμετρος εἴτε μή, οὐκέτι λαμβάνει, ἀλλὰ δείκνυσιν. εἰ δ’ ᾖ ἀνάλογον (γράφεται γὰρ καὶ οὕτως),3 ὅτι καὶ περὶ ἀναλόγων μεγεθῶν διαλαμβάνει. κοινὸν δὲ τοῦτο καὶ πρὸς ἀριθμητικὴν ἔχει. οὐκ ἔστι δὲ ταὐτὸν τὸ κεκλάσθαι τῷ νεύειν· τὸ μὲν γὰρ κεκλάσθαι ἐστὶν ἐπὶ μιᾶς γραμμῆς, ἧς οὐκ ἔστι πάντα τὰ μόρια ἐπ’ εὐθείας ἀλλήλοις ἀλλ’ ὡς ἔτυχε· νεύειν δὲ λέγονται εὐθεῖαι αἵτινες ἐκβαλλόμεναι καθ’ ἓν σημεῖον συμπίπτουσιν, ὥσπερ ἡ διάμετρος πρὸς τὴν πλευράν.
“而几何学则[假定]不可通约是什么,或者折断或倾斜是什么。” 显然这是关于不可通约的量度;因为几何学论及这些,假定不可通约的量度意味着什么,即不可共度且与另一量度没有公度,如同在正方形的对角线与边上;然而对角线是否不可通约,它不再假定,而是予以证明。但如果是“成比例的”(因为也有这样写的),那是说它也论及成比例的量度;而这一点它与算术也是共通拥有的。折断与倾斜并不是同一回事;因为折断是关于单一条线,其所有部分并非彼此处于同一直线上,而是随意放置;而被称为倾斜的则是那些延伸开来在单一点相交的直线,正如对角线与边一样。
- 1.173ἀμέλει γοῦν, καὶ εἰ ἐπὶ μόνων μεγεθῶν ἀληθὴς ἦν ὁ λόγος, οὐδὲν ἧττον ἐχρήσατο ἂν αὐτῷ ὁ γεωμέτρης οὕτως
与事实相反的虚拟条件句(εἰ 搭配未完成过去时直陈式 ἦν,主句为 ἄν 搭配不定过去时直陈式 ἐχρήσατο)。通过与事实相反的假设,突出了几何学家在运用公理时的思维方式。
- 1.178τὸ εἶναι καὶ τοδὶ εἶναι
作为 λαμβάνουσι 的宾语的并列带冠词不定式结构。τὸ εἶναι 表示存在(ὅτι ἔστι),而 τοδὶ εἶναι 是作表语的带冠词不定式,表示“是如此这般的东西”(即本质定义,τί σημαίνει)。
- 1.179εἰ δ’ ᾖ ἀνάλογον (γράφεται γὰρ καὶ οὕτως)
带有虚拟式 ᾖ 的条件从句,指涉引文文本中的异文(以 ἀνάλογον 代替 ἄλογον)。它引入了亚里士多德文本的不同读法:“如果写作‘成比例的’(因为也有这样写的)”。
