← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§120.25-122.24

证明的三要素与假定及待证事项

针对亚里士多德在《后分析篇》76a32–35中对证明中所假定的内容与所证明的内容(词义的预知与存在的承认或证明)所作的区分,菲洛波庞梳理了前提、主项(给定者)与谓项(探求者)的三分法,并就“量度”的解释批评修正了亚历山大的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.169

" Ὅ τι μὲν οὖν σημαίνει καὶ τὰ πρῶτα καὶ τὰ ἐκ τούτων, λαμβάνεται." Ἐπειδὴ εἶπε ταύτας εἶναι ἀρχὰς ἐν ἑκάστῳ γένει, ἃς ὅτι εἰσὶ μὴ ἐνδέχεται δεῖξαι, ἐντεῦθεν ὁρμηθεὶς διδάσκει, τίνα μὲν ἐν ταῖς ἀποδείξεσι παραλαμβανόμενα ἀναγκαῖον δεῖξαι ὅτι ἔστι, τίνα δὲ οὐκ ἀναγκαῖον. καὶ φησὶ ταὐτὰ ἅπερ αἰνιγματωδῶς μὲν καὶ ἐν προοιμίοις εἴρηκεν· ἡμεῖς δὲ ἐντεῦθεν λαβόντες ἀφορμὰς ἐκεῖνα σαφηνίσομεν. φησὶν οὖν ὅτι πάντα τὰ ἐν ταῖς ἀποδείξεσι παραλαμβανόμενα τρία εἰσὶ τὸν ἀριθμόν. [τὸ] ὁλικώτερον μὲν γὰρ εἰς δύο διαιρεῖται τὰ ἐν οἷς ἡ ἀπόδειξις, εἴς τε τὰς προτάσεις καὶ εἰς τὸ ἐκ τούτων συναγόμενον συμπέρασμα· τοῦ δὲ συμπεράσματος δύο ἔχοντος ὅρους, τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον, ὧν ὁ μὲν δέδοται, ὁ ὑποκείμενος, ὁ δὲ ζητεῖται, ὁ κατηγορούμενος, εἰς τρία τὰ πάντα διαιρεῖται, εἴς τε τὰς προτάσεις, μᾶλλον δὲ τῶν προτάσεων τὰ ἀξιώματα, ἅτινα πάντως ἐν τῇ ἀποδείξει μείζονος προτάσεως χώραν ἀποπληροῦσι διὰ τὴν ἐν ἀρχαῖς ἡμῖν εἰρημένην αἰτίαν, καὶ εἰς τὸ δεδομένον καὶ εἰς τὸ ζητούμενον. ἐπὶ πάντων οὖν τούτων κοινῶς φησι τὸ τί σημαίνει ἕκαστον προειλῆφθαι. ἰδίᾳ δὲ ἐπὶ μὲν τῶν ἀξιωμάτων καὶ τῶν δεδομένων καὶ τὸ ὅτι ἔστι λαμβάνειν δεῖ· ἐκ τούτων μὲν γὰρ αἱ προτάσεις, τῷ δὲ εἶναι τὰς προτάσεις καὶ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι.1 ἐπὶ δὲ τοῦ ζητουμένου μόνον τὸ τί σημαίνει λαμβάνομεν, οὐ μὴν τὸ ὅτι ἔστιν, ἐπεὶ οὐκ ἂν ἦν ἔτι ζητούμενον· περὶ τούτου γὰρ ἡ ἀπόδειξις. Ὅ τι μὲν οὖν σημαίνει καὶ τὰ πρῶτα καὶ τὰ ἐκ τούτων, λαμβάνεται, τουτέστι καὶ ἐπὶ τῶν προτάσεων καὶ ἐπὶ τῶν ἐκ τούτων γινομένων συμπερασμάτων δεῖ προειλῆφθαι τί ἕκαστον αὐτῶν σημαίνει· τὸ γὰρ ‘ὅ, τι’ ἀντὶ τοῦ ‘τί’ κεῖται παρέλκοντος τοῦ ὅ.2

“因此,首要的事物以及由它们派生的事物所表达的意义,都是预先假定的。” 既然他说过,在各个类中那些无法证明其存在的事物就是原理,那么他以此为出发点来阐明:在论证中所采纳的事物中,哪些必须证明其存在,哪些则不必。他所说的与他在序言中以费解方式所表达的是同一件事;而我们将以此为契机来阐明那些内容。因此他说,在论证中所采纳的一切事物,其数目为三。因为就更具普遍性的角度而言,论证所包含的内容被分为两部分,即诸前提和由它们推导出的结论;但是,既然结论包含两个项,即谓项和主项,其中一个是给定的,即主项,另一个是被探究的,即谓项,那么所有事物便被分为三部分:诸前提(更确切地说是诸前提中的公理,由于我们在开头所述的原因,它们在论证中完全充当了大前提的角色)、给定的事物以及被探究的事物。因此他说,就所有这些而言,共通的是各事物所表达的意义必须预先被把握。但就特有而言,对于公理和给定的事物,还必须假定其存在;因为诸前提由它们构成,而随着前提的存在,结论的存在也是必然的。然而对于被探究的事物,我们只假定它所表达的意义,绝不假定其存在,否则它就不再是被探究的事物了;因为论证所关涉的正是这一点。“因此,首要的事物以及由它们派生的事物所表达的意义,都是预先假定的”,也就是说,无论是对于前提还是对于由前提产生的结论,都必须预先把握它们各自所表达的意义;因为“ὅ, τι”是代替“τί”而使用的,“ὅ”是赘词。

§1.170

"Ὅτι δ’ ἔστι τὰς μὲν ἀρχὰς ἀνάγκη λαμβάνειν, τὰ δ’ ἄλλα δεικνύναι." Ἀρχὰς μὲν πάλιν τὰς προτάσεις φησίν, ἐφ’ ὧν οὐ μόνον τὸ τί σημαίνει δεῖ προεγνῶσθαι ἀλλὰ καὶ τὸ ὅτι ἔστι ταῦτα ἅπερ καὶ λέγεται· μὴ γὰρ δεδομένου τοῦ εἶναι τὰς προτάσεις οὐχ οἷόν τε τὸ συμπέρασμα συναχθῆναι.

“但是对于原理必须假定其存在,而对于其他事物则必须加以证明。” 他在此所说的原理再次指诸前提,关于它们,不仅必须预先知道其所表达的意义,而且必须预先知道所说出的这些内容是真实存在的;因为如果不给定前提的存在,结论就不可能被推导出来。

§1.171

"Οἷον τί μονὰς ἢ τί τὸ εὐθὺ καὶ τί τρίγωνον." Τὴν μὲν οὖν μονάδα εἰς παράδειγμα λαμβάνει τῶν δεδομένων, ἤτοι ἁπλῶς τῶν ἀρχῶν τῶν ἀποδείξεων, ἐφ’ ὧν καὶ τὸ τί σημαίνει καὶ τὸ ὅτι ἔστι προειλῆφθαι χρή, τὸ μέντοι εὐθὺ καὶ τὸ τρίγωνον τῶν ζητουμένων. εἴπομεν γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς γίνεται ποτε καὶ τὸ εὐθὺ καὶ τὸ τρίγωνον ζητούμενον· ὅτι δὲ καὶ δεδομένον ἐνδέχεται εἶναι, ὁμοίως εἴπομεν. ἐπὶ τούτων οὖν, φησί, δεῖ κοινῶς τὸ τί ἐστι τούτων ἕκαστον παραλαμβάνειν, τουτέστι τοὺς ὁρισμοὺς αὐτῶν προεκτίθεσθαι.

“例如,一是什么,或者直线是什么,以及三角形是什么。” 因此,他将“一”作为给定的事物(即直接作为论证的原理)的一个例子,关于这些事物,必须预先把握其所表达的意义和其存在;然而直线和三角形则是被探究的事物的例子。因为我们在前文中说过,直线和三角形有时也会成为被探究的事物;但它们也可以是给定的事物,我们同样也这样说过。因此他说,就这些而言,共通的是必须采纳它们各自是什么,也就是说,必须预先给出它们的定义。

§1.172

"Εἶναι δὲ τὴν μὲν μονάδα λαβεῖν καὶ μέγεθος, τὰ δ’ ἕτερα δεικνύναι.3" Εἰπὼν ὅτι ἐπὶ πάντων τὸ τί σημαίνει παραλαμβάνεται, δείκνυσι νῦν ὅτι ἐπὶ τινῶν μὲν τὸ ὅτι ἔστι δείκνυται, ἐπὶ τινῶν δὲ λαμβάνεται. καὶ ὁ μὲν Ἀλέξανδρος τὸ μέγεθος ἐνταῦθα ἀντὶ τοῦ εὐθέος ἀκούει. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ μονάδα μὲν καὶ μέγεθος εἰς παράδειγμα τίθησι τῶν δεδομένων, ἐφ’ ὧν καὶ τὸ ὅτι ἔστι παραλαμβάνεται· οὐδέποτε γὰρ οὔτε μονὰς οὔτε μέγεθος ζητούμενον παραλαμβάνεται· οὔτε γὰρ ἐν ἀριθμητικῇ ἔχομεν θεώρημά τι δεικνύον ὅτι τόδε μονάς, οὔτε ἐν γεωμετρίᾳ ὅτι τόδε μέγεθος, ἀλλ’ ἀεὶ ταῦτα ὡς ὄντα λαμβάνεται. ἐπὶ τούτων μὲν οὖν, φησί, τὸ ὅτι ἔστι παραλαμβάνεται. ἐπὶ δὲ τῶν ἑτέρων δείκνυται, τουτέστι τοῦ εὐθέος καὶ τοῦ τριγώνου. διὰ τοῦτο καὶ πρότερον μὲν τοῦ τριγώνου ἐμνήσθη, οἷον τί μονὰς ἢ τί τὸ εὐθὺ καὶ τί τρίγωνον, ὑπόδειγμα τιθεὶς ἅμα τῶν τε λαμβανομένων καὶ τῶν δεικνυμένων· ἐφεξῆς δὲ λοιπὸν διαστεῖλαι βουλόμενος τίνα μέν ἐστι τὰ λαμβανόμενα, τίνα δὲ τὰ ζητούμενα, τῶν λαμβανομένων τὴν μονάδα φησὶν εἶναι καὶ τὸ μέγεθος, οὐκέτι δὲ καὶ τὸ τρίγωνον. εἴρηται δὲ ἡμῖν ὅτι καὶ τὸ τρίγωνόν ποτε λαμβάνεται· μονὰς δὲ καὶ μέγεθος οὐδέποτε ζητεῖται.

“但是关于存在,则要假定一和量度,而证明其他事物。” 在说明了对于所有事物都要采纳其所表达的意义之后,他现在表明,对于某些事物要证明其存在,而对于另一些事物则要假定其存在。亚历山大在这里将“量度”理解为代替“直线”。但事实并非如此,而是他将“一”和“量度”作为给定的事物的例子,关于这些事物,其存在也是被采纳的;因为无论“一”还是“量度”都绝不会作为被探究的事物而被采纳;因为我们在算术中没有任何定理证明“这是一”,在几何学中也没有定理证明“这是量度”,而是始终将它们作为存在的事物来接受。因此他说,对于这些事物,其存在是被采纳的。但对于其他事物,即对于直线和三角形,其存在是要被证明的。正因如此,他此前也提到了三角形,说“例如,一是什么,或者直线是什么,以及三角形是什么”,同时给出了被假定的事物和被证明的事物的例子;但是随后他希望区分哪些是被假定的事物,哪些是被探究的事物,于是他说属于被假定之物的是一和量度,而不再包括三角形。但我们已经说过,三角形有时也会被假定;而一和量度则绝不会被探究。

语法注3 条
  1. 1.169τῷ δὲ εἶναι τὰς προτάσεις καὶ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι

    带冠词不定式的与格 τῷ... εἶναι 表示原因或条件(“由于诸前提的存在”),其逻辑主语为宾格 τὰς προτάσεις;其后接主节的不定式结构 καὶ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι(“结论的存在也是必然的”)。

  2. 1.169τὸ γὰρ ‘ὅ, τι’ ἀντὶ τοῦ ‘τί’ κεῖται παρέλκοντος τοῦ ὅ

    注解者指出关系代词 ὅ, τι 在此代替直接或间接疑问代词 τί 使用,其中的 ὅ 在句法上属于赘词(属格独立结构 παρέλκοντος τοῦ ὅ)。在翻译中处理为间接疑问从句/宾语从句(“所表达的意义/是什么”)。

  3. 1.172Εἶναι δὲ τὴν μὲν μονάδα λαβεῖν καὶ μέγεθος, τὰ δ’ ἕτερα δεικνύναι

    引文(lemma)的句法结构。不定式 λαβεῖν 与 δεικνύναι 承前(76a33)的 ἀνάγκη 而来;句首的不定式 εἶναι 则作为宾格 τὴν μὲν μονάδα... καὶ μέγεθος 与 τὰ δ’ ἕτερα 的谓词性不定式(“存在/是”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:120.25-122.24