← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§119.6-120.24

特有原理的不可证明性与第一哲学

本段注解亚里士多德《后分析篇》76a16–31,阐释了各门学问无法证明自身特有原理的原因与第一哲学的地位,论述了跨类借用证明的限制,以及辨明论证性知识的困难与原理本身不可证明的特质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.165

" Εἰ δὲ φανερὸν τοῦτο, φανερὸν καὶ ὅτι οὐκ ἔστι τὰς ἑκάστου ἰδίας ἀρχὰς ἀποδεῖξαι." Πόρισμά τι κατὰ τοὺς γεωμέτρας ἐκ τῶν εἰρημένων συνάγει. εἰ γὰρ μὴ ἐνδέχεται, φησίν, ἀποδεῖξαί τι εἰ μὴ ἐκ τῶν ἑκάστου οἰκείων ἀρχῶν, φανερὸν ἂν εἴη ὡς οὐκ ἐνδέχεται οὐδεμίαν ἐπιστήμην τὰς οἰκείας ἀρχὰς ἀποδεικνύναι, εἴ γε τὴν μὲν ἀπόδειξιν ἐκ τῶν οἰκείων δεῖ γίνεσθαι ἀρχῶν, τῶν δὲ ἀρχῶν ἀρχὰς εἶναι οὐχ οἷόν τε. εἰ δὲ ἔστι, φησίν, ἐπιστήμη ἡ τὰς ἑκάστου ἀρχὰς ἀποδεικνύουσα, ἐκείνη ἂν εἴη ἡ ὄντως ἐπιστήμη καὶ ἀρχή, ἐξ ἧς τὰς τῶν ἄλλων ἐπιστημῶν ἀρχὰς ἀποδεικνύουσι, πάντων κοινὴ ἀρχή, καὶ ἐκείνη τέχνη τεχνῶν ἂν εἴη καὶ ἐπιστήμη ἐπιστημῶν, ἥτις ἐστὶν ἡ πρώτη φιλοσοφία, περὶ ἧς ἐν τοῖς Μετὰ τὰ φυσικὰ διαλέγεται. εἰ γὰρ ἐπίσταται μᾶλλον ὁ ἐκ τῶν πρώτων ἀρχῶν γινώσκων, αὕτη δὲ ἐκ τῶν κοινῶν καὶ πάσης ἐπιστήμης ἀρχῶν γινώσκει, αὕτη ἂν εἴη μᾶλλον ἐπιστήμη καὶ ἀρχή. ἐπεὶ εἰ μὴ ἡ διὰ τούτων ἡ γνῶσις, δι’ ἄλλων αἰτιατῶν ὑπάρχει·1 αὕτη δὲ ἦν ἡ κυρίως ἐπιστήμη ἡ ἐκ πρωτίστων ἀρχῶν καὶ μόνως αἰτίων μηδαμῶς δὲ αἰτιατῶν γινώσκουσα τὰ πράγματα.

“如果这一点是显而易见的,那么同样显而易见的是,不可能证明各门学问特有的原理。” 他依照几何学家的方式,从前述内容中推导出一个推论。他说,因为如果除了依据各门学问特有的原理之外便不可能证明任何事物,那么显而易见的是,没有任何一门学问能够证明其特有的原理,既然证明必须出自特有的原理,而原理的原理是不可能存在的。然而他说,如果存在一门能够证明各门学问之原理的学问,那么它就应当是真正的学问和原理,人们依据它来证明其他各门学问的原理,它是万物共通的原理,并且它就是“技术之技术”和“学问之学问”,即他在《形而上学》中所探讨的第一哲学。因为如果从第一原理出发认知的人具有更高程度的科学认知,而这门学问是从共通的、统摄一切学问的原理出发认知的,那么它就应当在更高程度上是学问和原理。因为如果不具备通过这些原理的知识,便只存在通过其他作为结果的事物的认知;然而原本意义上的科学认知,乃是从最首要的、纯然作为原因而绝非作为结果的原理出发去认知诸事物的。

§1.166

"Ἡ δ’ ἀπόδειξις οὐκ ἐφαρμόττει ἐπ’ ἄλλο γένος, ἀλλ’ ἢ ὡς εἴρηται αἱ γεωμετρικαὶ ἐπὶ τὰς μηχανικὰς ἢ ὀπτικάς." Ὅτι οὐκ ἐνδέχεται, φησίν, ἐπαλλάττειν τὰς ἀποδείξεις ἐπὶ διαφόρων ἐπιστημῶν, εἰ μὴ εἶεν ὑπάλληλοι, ὥστε ταῖς τῆς ἐπάνω ἀποδείξεσι χρήσασθαι τὴν ὑπ’ ἐκείνην τεταγμένην, ὥστε ταῖς τῆς γεωμετρίας τὴν μηχανικὴν χρήσασθαι ἢ τὴν ὀπτικὴν καὶ ταῖς τῆς ἀριθμητικῆς τὴν ἁρμονικήν.

“而证明并不适用于另一个类,除非如前所述,几何学的证明适用于力学或光学的证明。” 他说,在不同的学问之间不可能相互套用证明,除非它们之间存在从属关系,使得位列其下的学问可以使用上位学问的证明,即力学或光学可以使用几何学的证明,和声学可以使用算术的证明。

§1.167

"Χαλεπὸν δ’ ἐστὶ τὸ γνῶναι εἰ οἶδεν ἢ μή· χαλεπὸν γὰρ τὸ γνῶναι εἰ ἐκ τῶν ἑκάστου ἀρχῶν ἴσμεν ἢ μή." Τὸ γνῶναι, φησίν, εἰ ἀποδεικτικῶς προῆλθεν ὁ συλλογισμὸς ἢ μή, χαλεπόν ἐστιν. οἰόμεθα γάρ, ἐὰν ἀληθεῖς λάβῃ τις προτάσεις καὶ ἀμέσους, ὅτι καὶ ἀποδεικτικὰς ἔλαβεν· τὸ δὲ οὐκ ἔστιν, εἴ γε δέδεικται δεῖν μὴ μόνον ἀληθεῖς εἶναι τὰς προτάσεις ἀλλὰ καὶ ἐκ τῶν οἰκείων ἀρχῶν εἰλημμένας. διὰ τοῦτο τὸ μὲν πρῶτον θεώρημα καὶ τὸ δεύτερον τῆς γεωμετρίας κυρίως ἀποδέδεικται· τὰ δ’ ἐφεξῆς ἀληθῶς μὲν συλλελόγισται, οὐ μὴν ἀποδεικτικῶς. οὐ γὰρ ἐξ οἰκείων προτάσεων δέδεικται οὐδὲ ἀμέσων· ἀεὶ γὰρ τὰ δεύτερα τοῖς δεδειγμένοις χρησάμενα δείκνυται. καταχρηστικώτερον δὲ ὅμως καὶ ὁ ἐπὶ τούτων γινόμενος συλλογισμὸς ἀπόδειξις λέγεται, εἰ μὴ οὕτω τις καὶ ταῦτα ἀποδεδεῖχθαι λέγοι τῷ πάντως διὰ τῶν προτέρων ἐπὶ τὰς γεωμετρικὰς ἀρχὰς ἀνατρέχειν2 δι’ ὧν τὰ πρῶτα δέδεικται. τοῦτο δὲ προϊὼν καὶ αὐτός φησιν. ἐπεὶ οὖν χαλεπὸν τὸ εἰδέναι τὴν φύσιν τῶν πραγμάτων καὶ τὰ καθ’ αὑτὸ ἑκάστῃ φύσει ὑπάρχοντα, διὰ τοῦτο χαλεπὸν καὶ τὸ εἰδέναι πότερον ἀποδεικτικὸς ὁ συλλογισμὸς ἢ οὔ.

“而要知道自己是否知晓是困难的;因为要知道我们是否出自各门学问的原理而知晓是困难的。” 他说,要知道一个推论是否是以论证的方式进行,乃是困难的。因为我们认为,如果有人采纳了真实且无中项的前提,他就同样采纳了论证性的前提;但事实并非如此,既然已经表明前提不仅必须是真实的,而且必须采自特有的原理。正因如此,几何学的第一和第二个定理乃是在本义上被证明的;但随后的定理虽然得到了真实的推论,却并非以论证的方式。因为它们既非出自特有的前提,亦非出自无中项的前提;后续的定理总是借助已经证明的定理而得到证明的。然而在更宽泛的转义上,在这些定理中所产生的推论也被称为证明,除非有人这样说:这些定理之所以也被算作证明,是因为它们无论如何都通过先前的定理追溯到借以证明最初定理的几何学原理。而这一点他自己在后文中也提及了。因此,既然认知事物的本性以及本质上属于各个本性的属性是困难的,正因如此,要知道推论是否具有论证性也是困难的。

§1.168

"Λέγω δ’ ἀρχὰς ἐν ἑκάστῳ γένει ταύτας, ἃς ὅτι ἔστι μὴ ἐνδέχεται δεῖξαι.3" Αὗται, φησίν, ἀρχαὶ ἐν ἑκάστῃ ἐπιστήμῃ εἰσίν, ἃς οὐ δυνατὸν ἀποδεῖξαι, ἀλλ’ εἰσὶν ὁμολογούμεναι· οἷον γεωμετρίας ἀρχαὶ τὸ σημεῖον, ἡ γραμμὴ καὶ τὰ λοιπά· ὅτι δὲ ἀμερὲς τὸ σημεῖον ἢ ἡ γραμμὴ ἐφ’ ἓν διαστατόν, οὐ γεωμετρίας ἔστι δεῖξαι, ἀλλὰ ταῦτα λαμβάνει ὡς ὄντα ἐκτὸς ἀποδείξεως. οὕτως οὖν καὶ ἐν ταῖς λοιπαῖς τὰ πρῶτα καὶ ἀναπόδεικτα ἀρχαί εἰσιν ἐπιστήμης.

“而在每个类中,我所谓原理是指那些无法证明其存在的项。” 他说,这些在每门学问中无法被证明但被公认的事物,就是原理;例如几何学的原理有点、线及其他项。然而,点是不可分割的,或者线是一维延展的,这并不属于几何学所要证明的内容,而是几何学将它们作为处于证明之外的存在而予以接受。因此,在其余各门学问中,首要的且不可证明的事物同样也是学问的原理。

语法注3 条
  1. 1.165ἐπεὶ εἰ μὴ ἡ διὰ τούτων ἡ γνῶσις, δι’ ἄλλων αἰτιατῶν ὑπάρχει

    在因果连词 ἐπεί 引导的句子中,条件从句 εἰ μὴ ἡ διὰ τούτων [ἐστὶν] ἡ γνῶσις(如果不具有通过这些[原理]的认识)省略了系动词。主句 δι’ ἄλλων αἰτιατῶν ὑπάρχει(则存在通过其他作为结果之物的[认识])的主语亦从上下文承前省略了“认识”(ἡ γνῶσις)。

  2. 1.167εἰ μὴ οὕτω τις καὶ ταῦτα ἀποδεδεῖχθαι λέγοι τῷ πάντως διὰ τῶν προτέρων ἐπὶ τὰς γεωμετρικὰς ἀρχὰς ἀνατρέχειν

    带与格冠词的不定词 τῷ πάντως... ἀνατρέχειν 构成表示原因或根据的与格结构(“由于必定会追溯至……”)。动词 λέγοι 为潜在祈愿语气,构成一个表示例外的条件从句,限定了前文关于几何学后续定理在严格意义上并非“论证”的断言。

  3. 1.168ἃς ὅτι ἔστι μὴ ἐνδέχεται δεῖξαι

    关系代词 ἃς 表现为先取构词(prolepsis),从属分句 ὅτι ἔστι 的逻辑主语被提前至由 δεῖξαι 所支配的关系从句宾格位置(“那些无法证明它们存在的项”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:119.6-120.24