← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§117.14-119.5

从属学问的证明方式与共通原理的解释

菲洛波诺斯讨论了在从属学问(如和声学与算术)中如何进行证明——下位学问掌握“事实”,上位学问提供“原因”——并探讨了亚里士多德“原理具有共通之处”这一论断的两种解释:即将其归结为第一哲学,或是理解为从属各门学问间共用上位原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.162

" Εἰ δὲ μή, ἀλλ’ ὡς τὰ ἁρμονικὰ δι’ ἀριθμητικῆς.1" Εἰ μή, φησίν, ἐκ τῶν τοῦ ὑποκειμένου οἰκείων ἀρχῶν ἡ ἀπόδειξις γίνοιτο ἀλλ’ ἐκ τῶν ἀρχῶν τῆς ἐπιστήμης τῆς προσεχῶς περιεχούσης καὶ τὴν προκειμένην, ἀνάγκη τὴν ἀπόδειξιν ἐκ ταύτης γίνεσθαι, εἴπερ τῷ ὄντι ἐστὶν ἀπόδειξις. οἷον εἰ τὰ ἁρμονικὰ δεικνύομεν διὰ τῶν ἀρχῶν τῆς ἀριθμητικῆς· ὁ γὰρ μουσικὸς σύμφωνόν φησιν εἶναι τὴν διὰ τεσσάρων, εἰ τύχοι, ἁρμονίαν, διότι ἡ τοιαύτη ἁρμονία τὸν ἐπίτριτον ἔχει λόγον, ὁ δὲ ἐπίτριτος σύμφωνος. ὅτι δὲ σύμφωνος ὁ τοιοῦτος λόγος, οὐκ ἂν δείξειεν ὁ ἁρμονικός· ἀριθμητικοῦ γὰρ τὸ περὶ συμφώνων λόγων διαλέγεσθαι, οἷον ὅτι ὁ η ἐπίτριτος ὢν πρὸς τὸν ϛʹ καὶ σύμφωνός ἐστι διὰ τὸ κοινῷ μέτρῳ μετρεῖσθαι ἀμφοτέρους· ἡ γὰρ δυὰς τρισσάκις μὲν τὸν ϛ μετρήσει, τετράκις δὲ τὸν η. εἴρηται δὲ ὅτι ἐπὶ τῶν ὑπαλλήλων ἐπιστημῶν οὐδὲν κωλύει μετατίθεσθαι τὰς ἀποδείξεις.

“否则,就只能像和声学定理通过算术[得到证明]那样。” 他说,如果证明不是出自该主题特有的原理,而是出自直接包含着当前学问的上位学问的原理,那么只要它确乎是真正的证明,这证明就必然出自这门[上位]学问。例如我们通过算术的原理来证明和声学定理。因为音乐理论家断言,比方说四度音程是协和的,乃是因为这样的音程具有三分之四[一又三分之一]的比例,而一又三分之一的比例是协和的。但是,这样的比例何以是协和的,和声理论家却无法证明;因为探讨协和比例乃是算术家的职责,例如八与六构成一又三分之一的比例,且由于二者被一个共同的度量所度量而成为协和的;因为二这个数度量六三次,度量八四次。而前面已经说过,在相互从属的各门学问中,证明的相互借用是毫无阻碍的。

§1.163

"Τὰ δὲ τοιαῦτα δείκνυται μὲν ὡσαύτως, διαφέρει δέ· τὸ μὲν γὰρ ὅτι ἑτέρας ἐπιστήμης·2 τὸ γὰρ ὑποκείμενον γένος ἕτερον· τὸ δὲ διότι τῆς ἄνω, ἧς καθ’ αὑτὰ τὰ πάθη ἐστίν." Τὰ τοιαῦτα, φησί, τουτέστι τὰ διὰ τῶν ἀρχῶν τῆς γενικωτέρας ἐπιστήμης δεικνύμενα, ταῦτα, φησίν, ὁμοίως μὲν δείκνυται τοῖς ἄλλοις τοῖς ἐκ τῶν ἀρχῶν τῶν οἰκείων δεικνυμένοις, τουτέστιν ἐπιστημονική ἐστιν ἡ τούτων ἀπόδειξις. διαφέρει δέ, ὅτι ἐπὶ μὲν ἐκείνων καὶ τὸ ὅτι καὶ τὸ διότι ἐκ τῆς αὐτῆς ἐστιν ἐπιστήμης· καὶ γὰρ τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας εἶναι καὶ αἱ ἀρχαί, ἐξ ὧν τοῦτο δείκνυται, γεωμετρίας εἰσίν. ἐπὶ μέντοι τῆς μουσικῆς, ἐν ᾗ τὰ ἀποδεικνύμενα διὰ τῶν ἀρχῶν τῆς ἀριθμητικῆς ἀποδείκνυται, τὸ μὲν ὅτι τῶν ἀποδεικτῶν, οἷον ὅτι σύμφωνος ἡ διὰ δ’, μουσικῆς, τὸ δὲ διότι, τουτέστι διὰ τί σύμφωνος καὶ τίνες οἱ σύμφωνοι λόγοι, ἀριθμητικῆς. ὃ μὲν οὖν εἰπεῖν βούλεται, τοῦτό ἐστι. διὰ συντομίαν δὲ εἰπὼν τὸ μὲν γὰρ ὅτι ἑτέρας ἐπιστήμης, μὴ εἰπὼν δὲ ποίας, εἶτα ἐπαγαγὼν τὸ δὲ διότι ἑτέρας, προσέθηκε τῆς ἄνω ἐνδεικνύμενος 〈ὅτι〉 τὸ ὅτι τῆς ὑποκάτω· εἰ γὰρ ἑτέρας μὲν τὸ ὅτι, ἑτέρας δὲ τὸ διότι, ἔστι δὲ τὸ διότι τῆς ἄνω, λείπεται τῆς ὑποκάτω εἶναι τὸ ὅτι. τὸ δὲ ἧς καθ’ αὑτὰ τὰ πάθη ἐστί, διότι ἐπὶ τῶν ὑπαλλήλων ἐπιστημῶν τὰ καθ’ αὑτὰ συμβεβηκότα ἀμφοτέραις τῇ γενικωτέρᾳ πρώτως συμβέβηκεν.

“而此类事物是以同样的方式被证明的,但亦有所不同:因为事实属于另一门学问(由于基底的类不同),而原因则属于上位学问,它的本质属性正是属于上位学问的。” 他说,此类事物——即通过更具普遍性的学问的原理而被证明的事物——的证明方式与那些从特有原理出发而被证明的其他事物相似,也就是说,对它们的证明是科学性的。但它有所不同,因为在后者中,事实和原因都属于同一门学问;实际上,三个角等于二直角以及据以证明此点的原理都属于几何学。然而在音乐理论中——其中被证明的事物是通过算术的原理而被证明的——可证明事物的事实(例如四度音程是协和的)属于音乐理论,而原因(即为何它是协和的,以及何种比例是协和的)则属于算术。这正是他想要表达的意思。他由于简略而说了“因为事实属于另一门学问”,却没有具体说是哪一门学问,随后引入了“而原因属于另一门”,并补充说“属于上位学问”,从而表明事实是属于下位学问的。因为如果事实属于一门学问,原因属于另一门学问,而原因又属于上位学问,那么事实就必然属于下位学问。至于“它的本质属性正是属于上位学问的”,乃是因为在相互从属的学问中,两门学问共有的本质偶性首先属于更具普遍性的学问。

§1.164

"Ἀλλὰ τούτων αἱ ἀρχαὶ ἔχουσι τὸ κοινόν." Ἀντὶ τοῦ ‘αἱ ἀρχαὶ τούτων, καὶ τῶν ὑποκάτω καὶ τῶν ἐπάνω, ἐπὶ τὸ κοινὸν πάσης ἀνάγονται’, τουτέστι τὴν πρώτην φιλοσοφίαν· αὕτη γὰρ πάσης ἐπιστήμης τὰς ἀρχὰς εὑρίσκει τε καὶ ἀποδείκνυσιν· ὅθεν καὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν εἴρηται. δοκεῖ δέ μοι οὕτω μᾶλλον ἁπλούστερον ἀκούειν τοῦ προκειμένου.3 ἐπειδὴ γὰρ εἶπεν ὅτι ἐνδέχεται καὶ ἐκ τῶν ἀρχῶν τῆς ἐπάνω ἀποδεῖξαι τὰ τῆς ὑποκάτω ἐπιστήμης, εἶτα καὶ τὴν διαφορὰν προσέθηκεν ᾗ διαφέρει τὰ οὕτως ἀποδεικνύμενα πρὸς τὰ διὰ τῶν οἰκείων ἀρχῶν ἀποδεικνύμενα, ἵνα μή τις νομίσῃ ὅτι τὰ διὰ τῶν ἀρχῶν τῆς ἀνωτέρω ἀποδεικνύμενα οὐκ ἀποδείκνυται, διότι μὴ ἐξ οἰκείων ἀρχῶν, διὰ τοῦτό φησιν ὅτι αἱ τούτων ἀρχαὶ ἔχουσι τὸ κοινόν, τουτέστιν αἱ τῶν ὑπαλλήλων ἐπιστημῶν ἀρχαὶ κοιναί εἰσιν, οἷον ἀριθμητικῆς καὶ μουσικῆς· κοιναῖς γὰρ ἀρχαῖς ἐν ἀμφοτέραις ἡ ἀπόδειξις γίνεται. εἰ γὰρ καὶ δοκεῖ μᾶλλον ἀριθμητικῆς εἶναι τὰ δι’ ὧν ἡ μουσικὴ ἀποδείκνυσιν, ἀλλ’ ὅμως αὐτὴ ἡ ἀριθμητικὴ ἀρχή ἐστιν ἁρμονίας· ὥστε καὶ αἱ τῆς ἀριθμητικῆς ἀρχαὶ καὶ ἁρμονίας 〈αἱ〉 αὐταί εἰσι· τὰ γὰρ τῶν ἐπάνω κατηγορούμενα καὶ τῶν ὑποκάτω κατηγορεῖται. ὁμοίως καὶ ἐπὶ φυσικῆς καὶ ἰατρικῆς καὶ γεωμετρίας καὶ μηχανικῆς.

“但是这几门学问的原理具有共通之处。” 这相当于说:“这些学问——不论是下位学问还是上位学问——的原理,都被归结为统摄一切学问的共通之物,即第一哲学”;因为正是第一哲学发现并证明了一切学问的原理,因此它也被称为“技术之技术”和“学问之学问”。然而在我看来,更为平易地理解本段文字宁可说是如下这样:既然他已经说过有可能依据上位学问的原理来证明下位学问的事理,随后又补充了以此方式证明的事物与依据特有原理证明的事物之间的区别,那么,为了避免有人认为由于并非出自特有原理、依据上位学问的原理所证明的事物就没有得到证明,他因此说道“这几门学问的原理具有共通之处”,也就是说,相互从属的诸学问(如算术与音乐理论)的原理是相通的;因为在这两门学问中,证明都是通过相通的原理来做出的。即使音乐理论借以做出证明的前提看似更属于算术,但算术本身正是和声学的原理;从而算术的原理与和声学的原理也是同一的;因为对上位学问所断述的属性,也同样对下位学问成立。在自然哲学与医学、几何学与力学之间,情况亦是如此。

语法注3 条
  1. 1.162Εἰ δὲ μή, ἀλλ’ ὡς τὰ ἁρμονικὰ δι’ ἀριθμητικῆς.

    引文中的省略结构。接在承接前文(中项处于同族关系)的否定条件句 εἰ δὲ μή(“否则/若非如此”)之后,在 ἀλλ’ ὡς... 前省略了谓语部分(例如“证明通过中项属于另一类的方式进行”或“证明通过上位学问的原理发生”)。菲洛波诺斯在正文中将其补充解释为:即使证明不来自本主题特有的原理,也是来自紧邻的上位包含学问的原理。

  2. 1.163τὸ μὲν γὰρ ὅτι ἑτέρας ἐπιστήμης

    对亚里士多德原文中 ἑτέρας(“另一门[学问]的”)之指代对象的句法判断。因紧接其后的是 τὸ δὲ διότι τῆς ἄνω(“而原因属于上位学问”),故前半句中的 ἑτέρας 必然指下位学问(τῆς ὑποκάτω)。菲洛波诺斯指出,亚里士多德出于简略(διὰ συντομίαν)未直接点明学问属性,但根据结构上的对应关系可以判定其指下位学问。

  3. 1.164δοκεῖ δέ μοι οὕτω μᾶλλον ἁπλούστερον ἀκούειν τοῦ προκειμένου

    动词 ἀκούειν(在此意为“解释、理解”)的句法构造。它以属格 τοῦ προκειμένου(“当面的文本/引文”)作宾语,并由副词短语 οὕτω μᾶλλον ἁπλούστερον(“以此种更为平易的方式”)修饰说明其理解方式。该句标志着注解者将第二种解释(从属学问之间共享原理)作为自己更赞同的解读方案引入,以替代前一种将原理归结为第一哲学的观点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:117.14-119.5