← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§115.1-117.13

几何证明中的特有原理与同类中项

针对亚里士多德《后分析篇》75b41–76a8关于若从共同原理而非特有原理证明几何学问题则仅得偶性知识的论断,斐洛庞奴斯通过三角形内角和等于二直角的几何证明,阐明了证明最终还原至本门学科特有定义与原理的过程,以及中项必须与两极端项具有同类亲缘关系的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.158

" Κατὰ κοινόν τε γὰρ δεικνύουσιν οἱ τοιοῦτοι λόγοι, ὃ καὶ ἑτέρῳ ὑπάρξει." Τὸ γὰρ οὗ ἔστι μεῖζον καὶ ἔλαττον, τούτου εἶναι καὶ ἴσον,1 ἐξ οὗ ἐδόκει δεικνύναι τὸν τοῦ κύκλου τετραγωνισμὸν ὁ Βρύσων, οὐκ ἴδιον γεωμετρίας ἀλλὰ κοινὸν καὶ ἄλλων πλείστων, καὶ μᾶλλον διαλεκτικῆς τὸ τοῖς τοιούτοις χρῆσθαι καὶ οὐ γεωμετρίας, διότι μὴ ἐκ τῶν ἀρχῶν τῶν γεωμετρικῶν τὸ προκείμενον δεικνύουσιν.

“因为诸如此类的论证是根据某种共同的东西来证明的,而这种共同的东西也将属于别的事物。” 因为“凡有大于和小于它的事物存在,便也有等于它的事物存在”这一命题——布吕松正是被认为依据这一命题来证明圆的化方——并不属于几何学所特有,而是极多其他事物所共有的;运用此类论题宁可说是辩证法而非几何学的事情,因为他们并非依据几何学原理来证明当前提出的问题。

§1.159

"Οὐκοῦν οὐχ ᾗ ἐκεῖνο ἐπίσταται ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ ἂν ἐφήρμοττεν ἡ ἀπόδειξις καὶ ἐπ’ ἄλλο γένος." Εἰ μὴ ἐκ τῶν ἀρχῶν, φησί, τῶν οἰκείων ἐδείκνυε τὸν τετραγωνισμὸν ἀλλ’ ἔκ τινων κοινοτέρων, οὐκ ἄρα ἐκ τῶν καθ’ αὑτὸ ἀλλ’ ἐκ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων ἐδείκνυε. τί δέ ἐστι τὸ καθ’ αὑτὸ ἀλλὰ μὴ κατὰ συμβεβηκὸς δεικνύναι, ἐφεξῆς ἐπήγαγεν, ὅτι ὅταν γινώσκωμέν τι ἐκ τῶν οἰκείων αὐτοῦ ἀρχῶν καὶ μὴ ἔκ τινων κοινοτέρων δυναμένων καὶ ἄλλοις ὑπάρχειν. καὶ διὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγε μὴ εἶναι τῶν φθαρτῶν ἐπιστήμην μηδὲ ἀπόδειξιν, εἰ μὴ οὕτως ὥσπερ κατὰ συμβεβηκός, κατὰ συμβεβηκὸς λέγων τὸ ἀπό τινων κοινοτέρων ποιεῖσθαι τὴν ἀπόδειξιν.

“因此,人们并非就其本身而言认识它,而是偶性地认识;因为否则的话,该证明就不会同样适用于另一类了。” 他说,如果他不是从特有的原理,而是从某些更共同的原理来证明化方,那么他就不是从本质属性,而是从偶性属性来进行证明。至于什么是本质地证明而非偶性地证明,他接着补充道:即当我们从该事物特有的原理,而非从也能属于其他事物的某些更共同的原理来认识某物的时候。正因如此,他前文也曾说过,对于可毁灭之物不存在科学认识,也不存在证明,除非是某种偶性的方式;他把从某些更共同的前提出发所作的证明称为“偶性的”。

§1.160

"Οἷον τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ᾧ ὑπάρχει καθ’ αὑτὸ τὸ εἰρημένον, ἐκ τῶν ἀρχῶν τῶν τούτου.2" Τῷ γὰρ τριγώνῳ ὑπάρχει καθ’ αὑτὸ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν· καὶ ἀποδείκνυσι τοῦτο οὐκ ἔκ τινων κοινοτέρων ἀλλ’ ἐκ τῶν οἰκείων τοῦ ὑποκειμένου ἐπιστητοῦ ἀρχῶν. οἷον δείκνυσιν, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐκβαλὼν μίαν τῶν πλευρῶν καὶ δείξας ὅτι αἱ δύο ὀρθαί, ἥ τε ἐντὸς καὶ ἡ ἐκτὸς ταύτης ἐφεξῆς, ταῖς τρισὶ ταῖς ἐντὸς ἴσαι εἰσίν, ὡς γίνεσθαι συλλογισμὸν τοιοῦτον· αἱ τρεῖς τοῦ τριγώνου γωνίαι μιᾶς τῶν πλευρῶν προσεκβληθείσης δύο ταῖς ἐφεξῆς ἴσαι εἰσί· δύο δὲ αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· αἱ τρεῖς ἄρα τοῦ τριγώνου γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ὅτι δὲ αἱ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσί, δείκνυται ἐκ τοῦ δύο τὰς ἐφεξῆς ἢ ἴσας δύο ὀρθαῖς ἢ δύο ὀρθὰς εἶναι. πόθεν δὲ ὅτι δύο αἱ ἐφεξῆς ἢ ἴσαι δύο ὀρθαῖς ἢ 〈δύο〉 ὀρθαί εἰσιν; ἐκ τοῦ ὅρου τῶν ὀρθῶν γινώσκομεν ὅτι, ἐὰν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστι. καταντήσαντες οὖν εἰς τοὺς ὅρους καὶ τὰς ἀρχὰς τῆς γεωμετρίας οὐκέτι περαιτέρω ζητοῦμεν, ἀλλ’ ἔχομεν ἐκ τῶν γεωμετρικῶν ἀρχῶν τὸ τρίγωνον ἀποδεδειγμένον.

“例如,具有等于二直角[的角],对于该述相在本质上所属的事物而言,[是]依据此物的原理[被证明的]。” 因为对于三角形而言,具有等于二直角[的角]是本质地属于它的;并且[几何学家]证明这一点不是依据某些更共同的东西,而是依据作为基底的可知客体特有的原理。例如,他证明三角形的三个角等于二直角,是通过延长其中一条边,并证明两个直角——即内角和与之相邻的外角——等于三个内角,从而形成如下这样的三段论:三角形的三个角,在其中一条边延长之后,等于两个相邻的角;而两个相邻的角等于二直角;因此三角形的三个角等于二直角。至于相邻的角等于二直角,则是从两个相邻的角要么等于二直角要么是二直角这一点得到证明的。那么,从何得知两个相邻的角要么等于二直角要么是二直角呢?从直角的定义我们知道:如果一直线立于另一直线上使相邻各角彼此相等,则各相等之角均为直角。于是,当我们到达了几何学的定义和原理,我们便不再进一步探求,而是拥有了依据几何学原理而被证明的三角形定理。

§1.161

"Ὥστ’ εἰ καθ’ αὑτὸ κἀκεῖνο ὑπάρχει ᾧ ὑπάρχει, ἀνάγκη τὸ μέσον ἐν τῇ αὐτῇ συγγενείᾳ εἶναι." Εἰ καθ’ αὑτό, φησίν, ὑπάρχει ὁ κατηγορούμενος ἐν τῷ 〈προβλήματι τῷ〉 ὑποκειμένῳ (κἀκεῖνο γάρ φησι περὶ οὗ προσεχῶς εἶπε, τουτέστι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν), ἀνάγκη τὸ μέσον, δι’ οὗ τοῦτο δείκνυται, ἐν τῇ αὐτῇ συγγενείᾳ εἶναι τῶν ἄκρων.3 ἔστι δὲ μέσος ὅρος τὸ τὰς ἐφεξῆς δύο γωνίας τοῦ τριγώνου τρισὶ ταῖς ἐντὸς ἴσας εἶναι· ταῖς γὰρ τρισὶ τοῦ τριγώνου καθ’ αὑτὸ ὑπάρχει τὸ δύο τὰς ἐφεξῆς ἴσας εἶναι αὐταῖς, καὶ πάλιν δύο ταῖς ἐφεξῆς καθ’ αὑτὸ ὑπάρχει τὸ δύο ὀρθαῖς ἴσας εἶναι, μᾶλλον δὲ [εἰ] ὅτι δύο ὀρθαί εἰσιν, ὡς ὁ ὁρισμὸς τῶν ὀρθῶν ἔδειξεν. καλῶς ἄρα εἴρηται ὅτι, εἰ ὁ κατηγορούμενος ἐν τῷ προβλήματι καθ’ αὑτὸ ὑπάρχει τῷ ὑποκειμένῳ, πάντως καὶ ὁ μέσος ἐν τῇ αὐτῇ συγγενείᾳ ἔσται τῶν ἄκρων· τοῦτο δὲ καὶ πρότερον αὐτάρκως ἀποδέδεικται.

“因此,如果那个[谓项]也本质地属于它所属于的事物,那么中项必然处在同一种亲缘关系之中。” 他说,如果命题中的谓项本质地属于其主项(因为他说“那个也”正是指他刚才所说的事情,即三角形具有等于二直角[的角]),那么用以证明此点的中项就必然与两极端项处在同一种亲缘关系之中。所谓中项,就是指三角形的两个相邻角等于三个内角;因为对于三角形的三个角而言,两个相邻角等于它们乃是本质地属于它们的;反过来,对于两个相邻角而言,等于二直角——或者毋宁说正如直角定义所表明的,它们就是二直角——也是本质地属于它们的。因此说得很对:如果问题中的谓项本质地属于主项,中项也必定完全与两极端项处在同一种亲缘关系之中;而这一点在前面也已经得到了充分的证明。

语法注3 条
  1. 1.158Τὸ γὰρ οὗ ἔστι μεῖζον καὶ ἔλαττον, τούτου εἶναι καὶ ἴσον

    定冠词 Τὸ 置于句首,将不定式短语 εἶναι καὶ ἴσον 名词化作句子的主语。谓语为 οὐκ ἴδιον γεωμετρίας ἀλλὰ κοινὸν καὶ ἄλλων πλείστων,其中系动词 ἐστί 被省略。关系词 οὗ 为比较属格,与下文的相关代词 τούτου 相呼应。

  2. 1.160ἐκ τῶν ἀρχῶν τῶν τούτου

    引文词条中的省略结构:主句的谓语动词(如 ἀποδείκνυται)被省略,需依上文逻辑补充。指示代词属格 τούτου 指代前文由关系代词 ᾧ 所引导并指涉的基底/主项(即几何学中属性本质上所属的对象,如三角形)。

  3. 1.161ἐν τῇ αὐτῇ συγγενείᾳ εἶναι τῶν ἄκρων

    复数属格 τῶν ἄκρων 依附于名词短语 τῇ αὐτῇ συγγενείᾳ,作关联属格(“与两极端项处于相同的亲缘关系中”),表明中项必须与大小前提的两极端项属于同一属类或同族体系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:115.1-117.13